Commentarii in epistulam ad Romanos (catena Greek) Unit 3 opening
Unit 3.
Lemma-led open — Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. ἐπὶ τίνι ἐπίστευσεν Ἀβραὰμ τῷ θεῷ οὐ πάνυ
Greek
Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. ἐπὶ τίνι ἐπίστευσεν Ἀβραὰμ τῷ θεῷ οὐ πάνυ σαφῶς διηγήσατο ἡ γραφή· ἔοικεν δὲ ὁ ἀπόστολος καθόλου αὐτὸν ἐκλαμβάνειν πεπιστευκέναι. καὶ γὰρ ἀληθῶς, εἰ μὲν τὸ καθόλου, πάντως καὶ τὸ κατὰ μέρος· εἰ δ' ἐπὶ τοῖς εἰρημένοις ἐπίστευσεν τῷ θεῷ, οὐκ ἀκολουθεῖ ὅτι καθόλου ἐπίστευσεν· ἔστιν γὰρ μέτρα τοῦ πιστεύειν θεῷ· διὸ Ἀβραὰμ μὲν ἐπίστευσε τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, οὐδὲν δὲ τοιοῦτον γέγραπται ἡνίκα εἶδεν Ἰ ραὴλ τὴν χεῖρα τὴν μεγάλην ἃ ἐποίη ε κύριο τοῖ Αἰγυπτίοι · καὶ ἐφοβήθη ὁ λαὸ τὸν κύριον· καὶ ἐπί τευ ε τῷ κυρίῳ καὶ Μω ῇ τῷ θεράποντι αὐτοῦ, οὐ πρόσκειται δὲ ὡς ἐπὶ τοῦ Ἀβραὰμ τὸ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. νομίζω δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν μὴ ἐπιστήσαντας τῇ ἀκριβείᾳ τῆς γραφῆς ἐκτεθήσεσθαι τὸ ἀπὸ τῆς Γενέσεως ῥητὸν οὐχ ὡς Παῦλος αὐτὸ ἔθηκεν ἐν τῇ ἀρχῇ· οὐκ ἂν γὰρ ὁ οὕτως ἀκριβὴς ἐξέθετο τὸ ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, ἀλλ' ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ. οὕτω δὲ εἰκὸς καὶ ἐν τοῖς ἑξῆς γεγράφθαι ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ὅτι ἐλογί θη ἡ πί τι τῷ Ἀβραὰμ εἰ δικαιο ύνην. νυνὶ δὲ ἔχομεν ἡμεῖς Ἀβραάμ. 22 iv 4, 5 τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα· τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην. οὐδὲν ὧν δίδωσιν ὁ θεὸς τῇ γενητῇ φύσει ὡς ὀφείλων δίδωσιν, ἀλλὰ πάντα ὡς χάριν δωρεῖται· καὶ πάντα τὰ εὐεργετούμενα οὐκ ὀφειλομένης αὐτοῖς εὐεργεσίας εὐεργετεῖται, ἀλλὰ τῷ βούλεσθαι τὸν θεὸν ἰδίᾳ χάριτι εὐεργετεῖν οὓς ἂν εὐεργετῇ. νῦν οὖν νομιστέον αὐτὸ ἁπλούστερον καὶ καθόλου εἰρῆσθαι καὶ ἄλλως κοινότερον νοούμενον ἐπὶ τῶν οἱστισινοῦν ἐργαζομένων καὶ τὸν μισθὸν ἀπ' ἐκείνων λαμβανόντων, οὐ κατὰ χάριν ἀλλὰ κατὰ ὀφείλημα. ἡγητέον δὲ αὐτὸ δύνασθαι λέγεσθαι φέρε εἰπεῖν ἐπὶ τῶν ὡς Κάιν ἐργαζο μένων τὴν γῆν καὶ ποιούντων ἔργα πονηρά· τούτοις γὰρ ὡς ὀφειλόμενα νομίζω καὶ ὡς μισθὸν τῶν ἡμαρτημένων ἀποδίδοσθαι τὰς κολάσεις. διὸ καὶ ὁ ἀπόστολος ὀψώνια μὲν τῆ ἁμαρτία ἔφησεν εἶναι τὸν θάνατον· οὐκέτι δὲ ὀψώνια καὶ ὡσπερεὶ ὀφειλόμενα ἀπὸ θεοῦ τὴν αἰώνιον ζωήν, ἀλλὰ χάρι μα αὐτοῦ· φησὶ γὰρ τὸ χάρι μα τοῦ θεοῦ ζωὴ αἰώνιο ἐν Χρι τῷ Ἰη οῦ τῷ κρίῳ ἡμῶν. οὐ νομιστέον οὖν ἐπὶ τῶν κρειττόνων ἔργων λέγεσθαι ἐν τῷ εὐαγγελίῳ τὸ ᾧ μέτρῳ μετρεῖτε ἀντιμετρηθή εται ὑμῖν· χάριτι γάρ ἐ μεν ε ω μένοι· καὶ τοῦτο οὐκ ἐξ ἡμῶν, θεοῦ τὸ δῶρον, ἵνα μή τι καυχή ηται. πρὸς δὲ μέτρον τῶν ἡμαρτημένων ἡμῖν δίδοσθαι τὰς κολάσεις ὑποληπτέον. 23 iv 6–9 καθάπερ καὶ ∆αυεὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου ᾧ ὁ θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων· μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ ᾧ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν· ὁ μακαρισμὸς οὖν οὗτος, ἐπὶ τὴν περιτομὴν ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; μηκέτι πραττομένου τοῦ χείρονος ἄφεσις εἰκὸς δύναται γενέσθαι ἀνομιῶν· ἀγαθοῦ δ' ἐπιτελουμένου, ὡς τὰ γενόμενα κώλυμα γενέσθαι τῶν προημαρτημένων ἐξαφανίζοντα αὐτῶν τὴν φύσιν, ἐπικαλύπτονται αἱ ἁμαρτίαι· ὧν προαγόντων, οὐδὲ λογίζεται ἔτι κύριός τινι τὸ ἡμαρτηκέναι. 24 iv 9–12 λέγομεν γὰρ ὅτι ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην· πῶς οὖν ἐλογίσθη; ἐν περιτομῇ ὄντι, ἢ ἐν ἀκροβυστίᾳ; οὐκ ἐν περιτομῇ ἀλλ' ἐν ἀκροβυστίᾳ· καὶ σημεῖον ἔλαβεν περιτομῆς, σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόν των δι' ἀκροβυστίας, εἰς τὸ λογισθῆναι καὶ αὐτοῖς τὴν δικαιοσύνην· καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον, ἀλλὰ καὶ τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ. λαμβάνει δὲ μετὰ τὴν ἐκ πίστεως δικαίωσιν σημεῖον περιτομῆς ὡσπερεὶ σφραγῖδα
About this text
Origen of Alexandria, Commentarii in epistulam ad Romanos (catena Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Commentarii in epistulam ad Romanos (catena Greek) — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.