Unit 2 rem early
Rem early: Unit 2; Pauline lemma and Origen’s theoria.
Greek
τινός ἐστιν ἢ τινῶν πρῶτον. τίνες οὖν δεύτερον ἐπιστεύθησαν ἰδεῖν ἐστὶν ἐκ τοῦ ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματο δίδοται λόγο οφία καὶ τὰ ἑξῆς. εἰ δέ τις συγχεόμενος ταὐτὸν οἴεται τὰ λόγια τοῦ θεοῦ τοῖς γράμμασι τοῦ θεοῦ, προσεχέτω τῷ λέγοντι ψαλμῷ τὰ λόγια κυρίου λόγια ἁγνὰ ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ κεκαθαρι μένον ἑπταπλα ίω . ἐγὼ μὲν γὰρ οὐκ οἶμαι τὰ ἁγνὰ λόγια εἶναι τὰ αὐτὰ τῷ ἀποκτείννυντι γράμματι. ὥσπερ δὲ οἱ προειρημένοι Ἰουδαῖοι πρῶτοι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ, οὕτως καί τινες ἠπίστησαν· ἀλλ' οὐχὶ τῶν τοιούτων εἴτε πρὸς τὸν θεὸν εἴτε πρὸς τὰ λόγια αὐτοῦ ἀπιστία τὴν πίστιν τοῦ θεοῦ καταργήσει. ποίαν δὲ πίστιν τοῦ θεοῦ; πότερον ἣν θεὸς πιστεύει τισὶ τὰ λόγια; ἢ ἣν οἱ πιστευθέντες τὰ λόγια πιστεύουσι τῷ θεῷ, ὡς Ἀβραὰμ ἐπί τευ ε τῷ θεῷ καὶ ἐλογί θη αὐτῷ εἰ δικαιο ύνην; ἑκάτερον οἶμαι λόγον ἔχειν· μεμνῆσθαι γὰρ δεῖ τόν τε πιστεύοντα τῷ θεῷ καὶ τὸν πεπιστευμένον τὰ λόγια αὐτοῦ, μάλιστα ἐν καιρῷ τῆς τῶν ἀπίστων χλεύης ἣν χλευάζουσι τοὺς πεπιστευκότας, τοῦ μὴ καταργεῖσθαι τὴν πίστιν τοῦ θεοῦ ὑπὸ τοῦ λόγου τῶν ἀπιστούντων. 12 iii 4 γινέσθω δὲ ὁ θεὸς ἀληθὴς πᾶς δὲ ἄνθρωπος ψεύστης· καθὼς γέγραπται· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. τὸ οὖν γενηθήτω εἴρηται ἀντὶ εὐκτικοῦ, ὡς τὸ εἴη τὸ ὄνομά ου εὐλογημένον εἰ τοὺ αἰῶνα . 13 ιιι 9–18 τί οὖν; προεχόμεθα; οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ' ἁμαρτίαν εἶναι καθὼς γέγραπται· οὐκ ἐστὶν δίκαιος οὐδὲ εἷς· οὐκ ἔστιν ὁ συνιών· οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν θεόν· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός· τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν· ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει· ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν. βούλεται ῥητὰ συναγαγεῖν πῶς ἅπαντες Ἰουδαῖοι καὶ Ἕλληνες ὑπὸ ἁμαρτίαν γεγόνασιν, ἀρξάμενος ἀπὸ τοῦ καθὼς γέγραπται οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς, οὐκ ἔστιν ὁ συνιών, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν θεόν· ὅπερ αὐταῖς λέξεσιν οὐχ εὕρομέν που γεγραμμένον, ἀλλὰ νομίζομεν ἀπὸ τοῦ τρισκαιδεκάτου ψαλμοῦ καὶ τοῦ νβʹ μεταπεποιῆσθαι ὑπὸ τοῦ ἀποστόλου τὰ ῥητά· ἐν μὲν γὰρ τῷ ιγʹ ψαλμῷ εἴρηται κύριο ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺ υἱοὺ τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔ τιν υνιὼν ἢ ἐκζητῶν τὸν θεόν· ἐν δὲ τῷ νβʹ ὁ θεὸ ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺ υἱοὺ τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔ τι υνιὼν ἢ ἐκζητῶν τὸν θεόν. ἔοικεν οὖν νενοηκέναι ἰσοδυναμεῖν τὸ τοῦ ἰδεῖν εἰ ἔ τι υνιὼν ἢ ἐκζητῶν τὸν θεὸν τῷ οὐκ ἔστιν ὁ συνιών, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν θεόν. καὶ τὸ οὐκ ἔστι δίκαιος οὐδὲ εἷς νομίζω γεγονέναι ἐκ τοῦ οὐκ ἔ τι ποιῶν χρη τότητα, οὐκ ἔ τιν ἕω ἑνό · ὥστε τῇ δυνάμει δὶς αὐτὸν τεθεικέναι, ἅπαξ μὲν μεταποιήσαντα, ἅπαξ δὲ λέξεσι ταῖς αὐταῖς χρησάμενον, καὶ παραλιπόντα τὸ δεύτερον εἰρημένον οὐκ ἔστιν. τὸ δὲ ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, αὐταῖς λέξεσι κεῖται ἡ χρῆσις ἐν τῷ ρλθʹ ψαλμῷ· τὸ δ' ἐπὶ τούτοις ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει ἔοικεν γεγονέναι ἀπὸ τοῦ ἐν τῷ ἐνάτῳ ψαλμῷ οὕτως εἰρημένου οὗ ἀρᾶ τὸ τόμα αὐτοῦ γέμει καὶ πικρία καὶ δόλου. εἶθ' ἑξῆς τοῦτο ἐστιν· ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· τοῦτο δὲ ζητήσεις ἐν τῷ Ἠσαίᾳ, ἢ ἐν ταῖς ἄλλαις τῶν Παροιμιῶν ἐκδόσεσιν, ἐν τῷ ταχεινοὶ ἐκχέαι αἷμα, ὃ μετὰ ἀστερίσκων προσετέθη ἐν τῇ ἐκδόσει τῶν ἑβδομήκοντα. τὸ δὲ σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν μέχρι τοῦ δεῦρο οὐκ οἶδα ποῦ ἀνεγνωκώς· οἶμαι δὲ ἐν τινὶ τῶν προφητῶν γεγράφθαι τὸ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν, ἐν δὲ ψαλμοῖς οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν. πλήθους δὲ ὄντων ἁμαρτημάτων, οὐ πάντως ἕκαστος ἔνοχός ἐστι τοῖς ἅπασιν, ἀλλ' οἱ μὲν τῷδε τῷ ἁμαρτήματι οἱ δὲ τῷδε, καὶ οὕτω τοὺς πάντας τοῖς πᾶσιν. 14 ιιι 19, 20 οἴδαμεν γὰρ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ θεῷ· διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ· διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας. τί κοινὸν πρὸς πᾶσαν σάρκα τὰ ἔργα τοῦ Μωσέως νόμου; πῶς δὲ καὶ τῆς ἁμαρτίας ἐπίγνωσις διὰ τοῦ νόμου Μωυσέως γίνεται, πολλῶν καὶ πρὸ Μωσέως ἐπεγνωκότων τὰ ἴδια ἁμαρτήματα; Κάιν μὲν γάρ φησι μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με· οἱ δὲ εἰς Αἴγυπτον καταβάντες πρὸς τὸν Ἰωσὴφ πατριάρχαι λέγουσιν ἐπὶ τοῖς τοῦ Ἰωσὴφ πρὸς
About this text
Origen of Alexandria, Commentarii in epistulam ad Romanos (catena Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Commentarii in epistulam ad Romanos (catena Greek) — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.