Commentarii in epistulam ad Romanos (catena Greek) Unit 2 opening
Unit 2.
Lemma-led open — φυσικός, καθ ὃ εἴρηται ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύ ει τὰ τοῦ νόμου ποιῇ καὶ τὰ ἑξῆ
Greek
φυσικός, καθ' ὃ εἴρηται ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύ ει τὰ τοῦ νόμου ποιῇ καὶ τὰ ἑξῆς. λέγεται νόμος καὶ ἡ Μωσέως ἱστορία, ὡς ὅταν ἐν τῇ πρὸς Γαλάτας φάσκῃ λέγετέ μοι οἱ τὸν νόμον ἀναγινώ κοντε τὸν νόμον οὐκ ἀκούετε, γέγραπται γάρ, Ἀβραὰμ δύο υἱοὺ ἔ χεν καὶ τὰ ἑξῆς. καλεῖ δὲ καὶ τὰ προφητικὰ νόμον, ὡς ἐν τῷ νόμῳ γέγραπται, ἐν ἑτερογλώ οι καὶ ἐν χείλε ιν ἑτέροι λαλή ω τῷ λαῷ τούτῳ ἐν Ἠσαίᾳ. μήποτε δὲ καὶ τὴν Χριστοῦ περὶ τῶν πρακτέων διδασκαλίαν νόμον καλεῖ, ὡς ὅταν φάσκῃ ἑαυτὸν μὴ ἄνομον εἶναι θεοῦ ἀλλ' ἔννομον Χρι τοῦ. ὅταν οὖν φάσκῃ οἵτινε ἐν νόμῳ δικαιοῦ θε τῆ χάριτο ἐξεπέ ατε, ἀνατρέπει ἡμᾶς ἀπὸ τοῦ Μωσέως γράμματος. περιτομὴν οὖν, ἣν αὐτός φησι νῦν, ἑτέραν λέγει παρὰ τὴν κατατομήν· καὶ νόμον, τὸν πνευματικόν. δύναται δὲ νῦν νόμος νοεῖσθαι καὶ ὁ κατὰ τὰς φυσικὰς ἐννοίας· κατὰ γὰρ τὴν τῆς ψυχῆς βελτίωσιν ὁ πνευματικῶς περιτεμνόμενος ὠφελεῖται κατὰ τὴν τῶν φαύλων περιαίρεσιν, διὰ δὲ τοῦ πράττειν τὸν νόμον τὰ πρακτέα ἐργαζόμενος. δύναται δέ τις καὶ κατὰ τὸ ῥητὸν ἐκτὸς ἀναγωγῆς ἐξηγήσασθαι τὸ ῥητόν, καί φησιν ὅτι πρὸς τοὺς ἀπὸ Ἰουδαίων διαλεγόμενος τοῦτό φησιν· ἐγένετο γὰρ τοῖ Ἰουδαίοι ὡ Ἰουδαῖο ἵνα Ἰουδαίου κερδή ῃ, περιτεμὼν τὸν Τιμόθεον καὶ κειράμενο καὶ καθαιρόμενος κατὰ νόμον, ὥστε καὶ πρὸς αὐτοὺς λέγειν περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσσῃς, πρὸς δὲ τοὺς ἐξ ἐθνῶν διαλεγόμενος ταύτην κωλύει, μὴ ἐναντιούμενος ἑαυτῷ· ἐπειδὴ δὲ εἴρηται ἐν τῷ περὶ ταύτης λόγῳ τῷ Ἀβραὰμ τοὺς ἐξ ἐθνῶν περιτέμνεσθαι, εἰ μὴ τοὺς ἀπὸ πέρματο αὐτοῦ, καὶ τοὺς οἰκογενεῖ καὶ ἀργυρωνήτου · ὁμοίως δὲ καὶ ἐν τῷ Λευιτικῷ περὶ τῶν υἱῶν Ἰσραὴλ εἴρηται μόνον· οὐκ ἀνάγκη δὲ καὶ τοὺς προσηλύτους τούτοις προσυπακούεσθαι, ἐπεὶ οὐδὲ τὰ περὶ τῶν Λευιτῶν ἰδικῶς νενομοθετημένα, ἢ τὰ περὶ τῶν ἱερέων, ἢ τὰ περὶ τῆς γερουσίας προσυπακούειν αὐτοῖς δίδωσι καὶ ἑτέρους. ὅταν γὰρ καὶ τοὺς προσηλύτους βούλεταί τι διαπράττεσθαι, ἰδικῶς καὶ αὐτῶν μέμνηται, ὡς ὅταν περὶ θυσίας φησίν. ἀμέλει καὶ συνεστηκότος τοῦ καλουμένου ἁγιάσματος προσέφερον καὶ προσήλυτοι· ὡς καὶ περὶ τῶν δέκα λεπρῶν τῶν καθαρθέντων ὁ κύριος ἔφη πορευθέντε δείξατε ἑαυτοὺ τοῖ ἱερεῦ ιν· ἀφ' ὧν αμαρείτη εἷς ἦν. ᾧ μαρτυρῶν ὁ σωτήρ φησιν οὐχὶ οἱ δέκα ἐκαθαρί θη αν; οἱ δὲ ἐννέα ποῦ; οὐχ εὑρέθη αν ὑπο τρέψαντε δόξαν δοῦναι τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴ οὗτο . εἰ δέ τις τὰ ἀπὸ τῆς Ἐξόδου ἀνθυποίσει περὶ τῶν ἐσθίειν τὸ πάσχα βουλομένων προσηλύτων, ὡς δεῖ αὐτοὺς περιτέμνεσθαι, φήσομεν ὡς ἐν ἑνὶ τόπῳ θύε θαι τὸ πά χα προσέταξεν ὁ θεός, τούτου δὲ μὴ ἱσταμένου νῦν περιττὴ ἡ περιτομὴ τοῖς ἐξ ἐθνῶν. 11 iii 1–3 τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς; πολὺ κατὰ πάντα τρόπον· πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ. τί γὰρ εἰ ἠπίστησάν τινες; μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσει; μὴ γένοιτο. τὸ πιστευθῆναι τὰ λόγια τοῦ θεοῦ οὐκ ἐν τῷ βιβλία καὶ γράμματα πι στευθῆναι χαρακτηρίζεται, ἀλλ' ἐν τῷ τὸν ἐν αὐτοῖς νοῦν καὶ τὰ ἐναποκείμενα μυστήρια γινώσκεσθαι. κατὰ γὰρ τὸν ὑγιῆ λόγον ὁ οφὸ νοή ει τὰ ἀπὸ τοῦ ἰδίου τόματο · ἐπὶ δὲ χείλε ι φορέ ει ἐπιγνωμο ύνην. τοιοῦτος ἦν Μωυσῆς καὶ οἱ προφῆται, Ἰουδαῖοι ὄντες καὶ πιστευθέντες τὰ λόγια τοῦ θεοῦ, καὶ εἴ τις παρ' αὐτοῖς τούτοις παραπλήσιος. καὶ οἱ ἀπόστολοι δὲ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἶχον τὸ περισσὸν τοῦ Ἰουδαίου καὶ τὴν τῆς περιτομῆς ὠφέλειαν παρὰ τοὺς ὑπ' αὐτῶν μαθόντας τὸν χριστιανισμόν. ἔστι δὲ καὶ τοῖς ἐξ ἐθνῶν πολὺ τὸ περισσὸν παρὰ τοὺς ἐκ περιτομῆς· ἀπ' ἐκείνων γὰρ ἤρθη ἡ βα ιλεία τοῦ θεοῦ ἵνα δοθῇ ἔθνει ποιοῦντι τοὺ καρποὺ αὐτῆ . εἰ δὲ πρῶτοι ἐκεῖνοι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ, εἰσὶν οἱ καὶ δεύτερον πιστευ θέντες· τὸ γὰρ πρῶτον
About this text
Origen of Alexandria, Commentarii in epistulam ad Romanos (catena Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Commentarii in epistulam ad Romanos (catena Greek) — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.