Unit 5 rem early
Rem early: Unit 5; Pauline lemma and Origen’s theoria.
Greek
ἀναφέρεται. <περιίσταται τοίνυν τὸ ζωοποιὸν ἀγαθόν, ἡ τοῦ νόμου πρόσταξις, εἰς θανάτου πρόφασιν· ἧς γὰρ ἄνευ τὴν ἁμαρτίαν οὐχ οἷόν τε ἁμαρτίαν εἶναι, οὐδὲ καταδικάζειν θανάτῳ τὸν ἄνθρωπον, διὰ ταύτης δή που καὶ τὸ τῆς πονηρίας ἔγκλημα καὶ τὸ τῆς κολάσεως ἐπιτίμιον συνίσταται>. μὴ νομίσῃς δὲ παραπλήσιόν τι ἔχειν τὸν θάνατον τὸν πρῶτον τῆς ἁμαρτίας τῷ δευτέρῳ ταύτης θανάτῳ· ὡς γὰρ πολλὴ διαφορὰ ὅτε νεκρὰ ἡ ἁμαρτία χωρὶς νόμου καὶ ὅτε νεκρὰ ἡ ἁμαρτία νεκρωθέντων τῶν μελῶν τῶν ἐπὶ γῆ ὑπὸ τοῦ λόγου, οὕτως καὶ τῆς καθ' ἑκατέραν νεκρότητα τῆς ἁμαρτίας ζωῆς πολλή τις ἂν εἴη καὶ οὐ συγκριτικὴ ἡ ἑτέρα τῇ ἑτέρᾳ διαφορὰ τοῦ ζῇν· δῆλον γὰρ ὅτι ἡ νεκρὰ ἁμαρτία ζῇ ὅτε μήπω νεκροῦται τὰ μέλη τὰ ἐπὶ τῆ γῆ ὑπὸ τοῦ λόγου, πρὸ δὲ τοῦ νόμου καὶ τοῦ ἐλθεῖν τὴν ἐντολὴν ἔζη νεκρὰ οὖσα. <κἀνταῦθα δέ τις νόμον τὸν φυσικὸν ἀπέδωκεν οὕτω λέγων, ὡς εἰ καὶ ἡ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησε καὶ διὰ τοῦτο ἀπέκτεινεν, οὐδὲν ἧττον τὴν ἀλήθειαν ὁμολογητέον, καὶ τὸν ἐγγεγραμμένον τῇ καρδίᾳ ὑπὸ τοῦ θεοῦ νόμον ὡς ἅγιον ἀποδεκτέον, καὶ τὴν ἐντολὴν ὡς ἀγαθὴν καὶ ἐξ ἀγαθοῦ θεοῦ ἐπαινετέον.> 40 vii 13 τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονε θάνατος; μὴ γένοιτο· ἀλλὰ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον· ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. εἴ τις πρὸς τὰ εἰρημένα ἀνθυποφέρει λέγων Μή ποτε ὁ ἅγιος νόμος γέγονεν εἰς θάνατον τῷ ἀνθρώπῳ, ἐλθού η γὰρ τῆ ἐντολῆ ἀνέζη εν ἡ ἁμαρτία ὁ δὲ ἄνθρωπος ἀπέθανεν; ἀκούσεται ὅτι οὐ τὸ ἀγαθὸν γέγονε θάνατος, ἀλλ' ἔδει τὴν ἁμαρτίαν φανῆναι ἡλίκον ἐστὶ κακόν· ὅτε γὰρ ἐπιδημεῖ τὸ ἀγαθὸν τῇ ψυχῇ, φανεροῦται τὸ κακόν· καὶ ἐάν τις μετὰ τοῦτο ἁμαρτῇ, εὑρίσκεται τὸν θάνατον ποιοῦσα ἡ ἐντολὴ ἡ ὑποδείξασα τὸ κακὸν καὶ ἡ ὑποδείξασα τὸ φευκτέον ἐντολὴ θανάτου πρόξενος, καὶ ἡ ἁμαρτία, οὐχ ἁπλῶς ἁμαρτία ἀλλὰ καθ' ὑπερβολὴν ἁμαρτωλός, αὕτη διὰ τῆς ἁγίας ἐντολῆς παρεισδύνουσα καὶ τὸν θάνατον ἡμῖν κατεργαζομένη. 41 vii 14 οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. ζήτημα ἀνακύπτει ἀπὸ πάσης τῆς προκειμένης περικοπῆς πῶς ταῦτα λέγων ὁ Παῦλος οὐ δοκεῖ ἐναντιοῦσθαι τοῖς ἰδίοις λόγοις ὁ λέγων τιμῆ ἠγορά θητε καὶ Χρι τὸ ἡμᾶ ἐξηγόρα εν καὶ ζῶ δὲ οὐκέτι ἐγὼ ζῇ δὲ ἐν ἐμοὶ Χρι τό · εἰ μή που εἴπωμεν ὅτι προσωποποιίας ἔχει διαφόρους ὁ λόγος, καὶ συσχηματί ζονται αἱ περικοπαὶ πρὸς διαφόρους ποιότητας προσώπων, ἔνθα οἱ φαῦλοι ἄλλα πράττουσι παρὰ τὴν προηγουμένην ἑαυτῶν πρόθεσιν. ὁ δὲ παρὼν λόγος ἁρμόζει λέγεσθαι ὑπὸ τῶν μεμαθηκότων τὰ περὶ τοῦ νόμου ὅτι θεῖός ἐστι, καὶ βλεπόντων αὐτοῦ τὰ προστάγματα ὅτι εἰσὶ καλά, οὐδὲν δὲ ἧττον ὡς πεπρα μένοι ὑπὸ τὴν ἁμαρτίαν καὶ σαρκικοὶ ὄντες, οὐ γινώσκουσι πῶς, ἐμπίπτουσιν ὑπὸ τὴν ἁμαρτίαν. 42 vii 15 ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, ἀλλ' ὃ μισῶ τοῦτο ποιῶ. ἁρμόζει τὰ ῥήματα ταῦτα λέγειν τοῖς παλαίσασι πρὸς τὰς ἐπιθυμίας διὰ δὲ ἀσθένειαν λογισμοῦ πεσοῦσι, καὶ τοῖς ὑπὸ θυμοῦ ἔσθ' ὅτε νικωμένοις καὶ ὑπὸ φόβου καὶ πράττουσιν ἃ μὴ θέλουσι καὶ ἃ μισοῦσιν· ὅταν δὲ καὶ ἀπὸ λόγου ἐπάρσεως ἡττηθέντες νικηθῶμεν ἐκ τοῦ δοκοῦντος εἶναι ἀγαθοῦ οὐ μὴν ἀληθοῦς, ύμφαμεν τῷ νόμῳ ὅτι καλὸ ποιοῦμεν δὲ τὸ καθ' ἡδονήν. 43 vii 22, 23 συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. ἐν τοῖς μηδέπω κρατύνασι τὴν ἕξιν ἐπὶ τὰ βέλτιστα διαγράφει ὁ Παῦλος τὸν παρόντα λόγον· ὥσπερ τοίνυν στρατιώτης κρατήσας πολεμίων αἰχμαλώτους ἄγει, οὕτως ἐν τοῖς προειρημένοις προσώποις ἐστὶν ὁ ἐν τοῖς μέλεσιν αὐτῶν νόμος ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ νοὸς αὐτῶν καὶ αἰχμαλωτίζων τὴν ταλαίπωρον ψυχὴν καὶ ἄγων ἐπὶ τὸν τῆς ἁμαρτίας νόμον ἐν τοῖς σωματικοῖς μέλεσιν. 44 vii 24, 25 ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; εὐχαριστῶ τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. ὡς κακίζων τὴν ἀνθρωπίνην ἀσθένειαν τὴν περιέλκουσαν καὶ περισπῶσαν τὸν λογισμὸν καὶ προκαλουμένην ἐπὶ τὰ ἐναντία λέγει τὸ ταλαίπωρος ἐγὼ ἄνθρωπος· καὶ ὡς διὰ ἐπικουρίας θείας ῥυσθεὶς τοῦ σώματος τοῦ ὀνομασθέντος σώματος θανάτου διὰ τὰς προειρημένας αἰτίας, ἐπάγει τὸ εὐχαριστῶ τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ. 45 viii 3, 4 τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός,
About this text
Origen of Alexandria, Commentarii in epistulam ad Romanos (catena Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Commentarii in epistulam ad Romanos (catena Greek) — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.