Commentary on Romans (Greek Catena) · §u05-open

Commentarii in epistulam ad Romanos (catena Greek) Unit 5 opening

Unit 5.

Lemma-led open — μὲν παρὰ τὴν ὁμωνυμίαν, ὁτὲ δὲ παρὰ τὴν τροπολογίαν, καὶ ἔσθ ὅτε παρὰ τὴν σύμφρασιν ἀπαιτο

Greek

μὲν παρὰ τὴν ὁμωνυμίαν, ὁτὲ δὲ παρὰ τὴν τροπολογίαν, καὶ ἔσθ' ὅτε παρὰ τὴν σύμφρασιν ἀπαιτοῦσαν ἄλλως τῇ λέξει χρήσασθαι ἐν τοῖσδέ τισιν ἢ ὡς κεῖται ἐν ἑτέροις. καὶ τοῦτο ἐὰν ἐπιμελῶς παραφυλατ τώμεθα, πολλῶν σφαλμάτων ἀπαλλαττόμεθα καὶ παρεκδοχῶν. χρὴ οὖν εἰδέναι ὅτι τὸ ἑώρακεν οὐκ ἐπὶ τοῦ αὐτοῦ ἀεὶ κεῖται, ἀλλ' ὁτὲ μὲν ἐπὶ τοῦ σωματικοῦ ὁρᾷν, ὁτὲ δὲ ἀντὶ τοῦ νοεῖν. καθόλου γὰρ τοῦτο ἰστέον, ὅτι προκειμένου κρύψαι καὶ μὴ φανερῶς ἐκθέσθαι τὰ νοήματα τῆς ἀληθείας τῷ ἐν τοῖς προφήταις πνεύματι καὶ ἐν τοῖς ἀποστόλοις Χριστοῦ λόγῳ, πολλαχοῦ καὶ ὑπὸ τῆς φράσεως συγχεῖται καὶ οὐχ ὡς ὑπὸ μίαν λέγεται ἀκολουθίαν· ἵνα μὴ καὶ ἀνάξιοι εἰς κρίμα τῆς ἑαυτῶν ψυχῆς εὕρωσι τὰ συμφερόντως αὐτοῖς ἀποκεκρυμμένα. καὶ τοῦτο πολλαχοῦ αἴτιόν ἐστι τοῦ δοκεῖν μὴ ἔχειν σύνταξιν μηδὲ ἀκολουθίαν τὴν ὅλην γραφήν· καὶ μάλιστα, ὡς προείπομεν, τὴν προφη τικὴν καὶ τὴν ἀποστολικήν· καὶ μάλιστα τῆς ἀποστολικῆς τὴν πρὸς Ῥωμαίους ἐπιστολήν, ἐν ᾗ τὰ περὶ νόμου διαφόρως ὀνομάζεται, καὶ ἐπὶ διαφόρων πραγμάτων κείμενα· ὥστε δοκεῖν ὅτι οὐκ ἔχεται ὁ Παῦλος ἐν τῇ γραφῇ τῆς ἐπιστολῆς τοῦ προκειμένου αὐτῷ σκοποῦ.> 37 vii 7 τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου· τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ ὁ νόμος ἔλεγεν Οὐκ ἐπιθυμήσεις. νόμον ὧδε νοοῦμεν οὐ μόνον τὸν Μωσέως τὸν κωλύοντα τὴν ἐπιθυμίαν, ἀλλὰ καὶ τὸν φυσικόν· ἐνέσπαρται γὰρ ἡμῖν φυσικῶς ἡ ἐπιθυμία ὡς πάθος, καὶ ὁ περὶ ταύτην νόμος, καὶ ἔλαβεν ἀφορμὴν ἡ ἁμαρτία οὐ διὰ τῆ γραπτῆς μόνης ἐντολῆ , ἀλλὰ καὶ διὰ τῆς φυσικῆς. καὶ ὁ Ἀδὰμ δὲ ᾔδει τοῦτο καὶ πρὸ τοῦ Μωσέως νόμου. 38 vii 8 ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν. οὐκ ἐν Παύλῳ μόνῳ ἀλλ' ἐν πάσῃ ψυχῇ, ὅτε ἡ ἁμαρτία ὑπέστη, πᾶσα ἐπιθυμία κατεπολέμει τὸ γένος· ἀμήχανον γὰρ ἀνθρωπίνην ψυχὴν μὴ ὑπο πεσεῖν πάθεσι, κἂν ἐξ ἐπιμελείας ὕστερον οἱονεὶ ἐν ἀπαθείᾳ γένηται. ὧδε δὲ ὁ Παῦλος πᾶσαν ἐπιθυμίαν λέγει παθητικὴν καὶ ἁμαρτωλόν (ἣν ὁ νόμος ἀπαγορεύει διδάσκων τὸ Οὐκ ἐπιθυμήσεις), ἥτις ἐστὶν ὄρεξις ἄλογος γινομένη κατὰ ὁρμὴν πλεονάζουσαν παρὰ λόγον, καθ' ἣν φιλοζωοῦμεν, ὡς ἀγαθοῦ ὀρεγόμενοι τῆς μέσης καὶ ἀδιαφόρου ζωῆς, προσκείμενοι πλούτῳ καὶ δόξῃ καὶ γυναιξὶ καὶ ταῖς λοιπαῖς ἐπιθυμίαις, κατὰ τὸ τῆς ἁμαρτίας βούλημα ποιούσης ἡμᾶς ἐκτείνεσθαι ὡς ἐπὶ ἀγαθὸν <ἐπὶ> πᾶν τὸ ὑφ' ἡμῶν ἐπιθυ μούμενον. φαντασία γὰρ ἀγαθοῦ ἡ ἐπιθυμία γίνεται. 39 vii 8–11 χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά. ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ· ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον, καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν αὕτη εἰς θάνατον· ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησέν με καὶ δι' αὐτῆς ἀπέκτεινεν. τότε γὰρ καὶ λέγοιτ' ἂν περὶ τοῦ τοιούτου ὅτι οὗτος ζῇ χωρὶς νόμου· ἐπὶ ταύτην γὰρ τὴν κατάστασιν ἀναφέρων ὁ Παῦλος καὶ πᾶς ἄνθρωπος ἐρεῖ, ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ, ἐπεὶ ποτὲ ἦν χωρὶς νόμου ὅπου, καθὼς αὐτός φησι, περιτομῇ ὀκταήμερο , ἐκ γένου Ἰ ραήλ, Ἑβραῖο ἐξ Ἑβραίων· οὐ γὰρ δύναταιτὸ ἔτι ἄλογον ἔχον κατάστασιν παιδίον ζῇν ὑπὸ νόμον. πᾶς γὰρ ἄνθρωπος ἔζη χωρὶς νόμου ποτέ, ὅτε παιδίον ἦν· <ὅτε οὐκ ἦν ἐπιτίμησις· ἄγνοια γὰρ κολάσει οὐχ ὑπόκειται·> καὶ παντὶ ἀνθρώπῳ ἦλθέν ποτε ἡ ἐντολή· πότε δὲ ἢ ὅτε συνεπλήρωσε τὸν λόγον, καὶ νενόηκε τὴν ἐντολὴν προστάττουσαν μὲν τὰ τοιάδε, ἀπαγορεύουσαν δὲ τὰ τοιάδε; ἅμα δὲ τῷ ἐλθεῖν τὴν ἐντολὴν κατὰ τὸν πρῶτον αὐτῆς καιρὸν ὑφίσταται ἡ κακία, ἤ, ὡς ὁ Παῦλος ὠνόμασεν, ἀναζῇ ἡ ἁμαρτία τέως οὖσα νεκρά· ἐπεὶ δὲ μὴ πέφυκεν ἅμα ζῇν ἁμαρτία καὶ ὁ ἔ ω ἄνθρωπο , διὰ τοῦτο ἐλθούσης τῆς ἐντολῆς ἡ μὲν ἁμαρτία ἀναζῇ ἡ δὲ ψυχὴ ἀποθνήσκει, κατὰ τὸ ψυχὴ ἡ ἁμαρτάνου α αὐτὴ ἀποθανεῖται. τὸ γὰρ ἐγὼ ἐπὶ τὴν ψυχὴν καὶ ἐπὶ τὸν ἔ ω ἄνθρωπον

About this text

Origen of Alexandria, Commentarii in epistulam ad Romanos (catena Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Commentarii in epistulam ad Romanos (catena Greek) — new OET from PG 14 Greek.

Witnesses

  • Copy-text PG 14 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.