De caeco nato · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

ζῶντος παράδεισός ἐστι τρυφῆς. Ἐν τῷ παραδείσῳ ἐκείνῳ ὁ ὄφις ἐχόρευσε, καὶ ἠπάτα· ἐν τῷ παραδείσῳ τούτῳ λέγει ὁ Σωτήρ· Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσει. Ἐν τῷ παραδείσῳ ἐκλείσθη ἡ ὁδὸς τῆς ζωῆς τῷ Ἀδὰμ διὰ τὴν παράβασιν· καὶ ἵνα δείξῃ ὁ Θεὸς, ὅτι οὐκ ἐμποδίζεται ἡ ἐνάρετος ψυχὴ, ἔξω τοῦ παραδείσου τὰ μείζονα λαμβάνει τῶν ἐν τῷ παραδείσῳ. Τῷ Ἀδὰμ ἀποκλείεται ὁ παράδεισος, καὶ Πέτρος πιστεύεται τὰς κλεῖς τοῦ οὐρανοῦ· Ἀδὰμ ἐκβάλλεται τοῦ παραδείσου, καὶ Παῦλος ἁρπάζεται ἕως τρίτου οὐρανοῦ· τῷ Ἀδὰμ ἀποτειχίζεται τὸ ξύλον τῆς ζωῆς· εἶπε γὰρ ὁ Θεὸς, φησὶ, Μήποτε ἅψηται Ἀδὰμ τοῦ ξύλου τῆς ζωῆς. Ἐκεῖ ἡ ζωὴ κεκώλυται, καὶ τὸ ξύλον τῆς ζωῆς ἐκωλύθη παρὰ τοῦ παραβάντος· ὧδε ἐπάγη τὸ ξύλον τοῦ σταυροῦ, καὶ πάντες οἱ βουλόμενοι τρυγῶσι ζωὴν αἰώνιον. Ἐν τῷ παραδείσῳ μετὰ τὴν παράβασιν κρύπτεται ὁ Ἀδὰμ τὸν Θεὸν, ὑπὸ τοῦ συνειδότος πληττόμενος· ἀνακαλεῖται αὐτὸν ὁ τὰ πάντα ζητῶν, καί φησιν· Ἀδὰμ, ποῦ εἶ; Οὐκ ᾔδεις γὰρ ποῦ ἐστιν; Ἀδὰμ, ποῦ εἶ; Ἐλέγχων αὐτοῦ τὴν παρανομίαν λέγει, Ποῦ εἶ; ἀντὶ τοῦ, Ἐν τίσιν εἶ; Μὴ ἰσοθεΐαν σοι ἤνεγκεν ἡ ἀπάτη τοῦ ὄφεως; εἶδες πῶς γεγύμνωσαι; Ποῦ εἶ; Τῆς φωνῆς σου ἤκουσα, καὶ ἐκρύβην. Ἐκεῖνος κρύπτεται ἐν παραδείσῳ· οἱ ἀπόστολοι λέγουσιν, Ἡμεῖς πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα, ἀπὸ δόξης εἰς δόξαν. Εἶδες παῤῥησίαν ἔξω τοῦ παραδείσου; εἶδες αἰσχύνην ἔσω τοῦ παραδείσου; Ἐν τῷ παραδείσῳ μετὰ τὴν παράβασιν ἐνέδυσεν ὁ Θεὸς τὸν Ἀδὰμ χιτῶνας δερματίνους. Ἴδωμεν τί ἐνδέδυται. Ἐκεῖνος ἐκεῖ χιτῶνα ἐνεδύσατο· ὧδε, Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθησαν, Χριστὸν ἐνεδύσαντο. Ἐκεῖ ἀποκλεισθέντος τοῦ παραδείσου, τὰ Χερουβὶμ, καὶ ἡ στρεφομένη ῥομφαία κωλύουσα τὴν ὁδὸν τοῦ παραδείσου· καὶ ἦν ὥσπερ τεῖχος καὶ ἀποτείχισμα τῷ Ἀδὰμ, μὴ συγχωροῦν εἰσελθεῖν διὰ τὴν παρακοὴν τὴν ἐν παραδείσῳ μετὰ τὴν παράβασιν. Οὐκ εἰς κατηγορίαν λέγω τοῦ παραδείσου, ἀλλ' ὅτι ἐκεῖνο τὸ θεοπρεπὲς χωρίον οὐδὲν ὠφέλησε τὸν μὴ μετὰ γνώμης ἀγαθῆς ἀναστρέφεσθαι βουληθέντα. Καὶ ἦν πυρὸς τεῖχος κυκλοῦν τὸν παράδεισον, καὶ μὴ συγχωροῦν τῷ παραβάντι εἰσελθεῖν· ἵνα δείξῃ ὁ Θεὸς, ὅτι οὐ τὸ πῦρ πολέμιον ἦν αὐτῷ, ἀλλ' ἡ παράβασις τὸν Ἀδὰμ ἐκώλυσε τοῦ πυρὸς τὸ τεῖχος εἰσελθεῖν· καὶ Ἠλίαν ἅρμα πυρὸς ἥρπασεν εἰς τὸν οὐρανόν. Οὐ ψεύδεται ἡ Ἐκκλησία τοῦ Θεοῦ λέγουσα· Ἐνέδυσέ με ὁ Θεὸς ἱμάτιον σωτηρίου, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ, ὡς γῆν αὔξουσαν τὰ γεννήματα αὐτῆς, καὶ ὡς μέγας τῆς ἀληθείας κῆπος. Οὗτος ὁ μέγας. παράδεισος, ἡ Ἐκκλησία ἡ οἰκουμενική. Χριστὸς βασιλεύει, καὶ νομοθετῶν πιστεύεται, εἰ μήπου τις εὑρεθῇ ἐν τῇ Ἐκκλησίᾳ αἱρετικὴν πλάνην νοσῶν, ὑπὸ τῆς τῶν ὄφεων διδασκαλίας, λέγω δὴ τῆς αἱρετικῆς πλάνης, καὶ ἐκβαλλόμενος ἐντεῦθεν, ὡς τοῦ παραδείσου Ἀδάμ. Ὥσπερ γὰρ ἐκεῖ ὁ πεισθεὶς τῇ τοῦ ὄφεως διδασκαλίᾳ ἐξωρίσθη τοῦ παραδείσου· οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ οἱ Παύλῳ μὴ πειθόμενοι, ὑπὸ Πέτρου μὴ διδασκόμενοι, ἀλλὰ ταῖς τῶν ὄφεων πειθόμενοι διδασκαλίαις, ἐκβάλλονται τούτου τοῦ παραδείσου. Πόθεν τοῦτο δῆλον; Λέγει ὁ Παῦλος· Ζηλῶ γὰρ ὑμᾶς ζῆλον Θεοῦ· ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Φοβοῦμαι δὲ μήπως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν. Ἀλλ' οὐκ ἔχει χώραν ἐνταῦθα ὄφεως διδασκαλία, τοῦ μεγάλου ποιμένος τῇ βακτηρίᾳ τῆς πίστεως συντρίβοντος τὴν κεφαλὴν τῶν ὄφεων. Καὶ γὰρ ὡς ποιμὴν ὁ θαυμάσιος ἡμῶν πατὴρ συντρίβει τὰς κεφαλὰς τῶν δρακόντων τῇ εὐαγγελικῇ πίστει καὶ τῇ εἰς Χριστὸν ἐλπίδι· καὶ ὡς ἄριστος φυτοκόμος καὶ κηπουρὸς, τρέφει μὲν τὰ φυτὰ τῆς Ἐκκλησίας, ἐκριζοῖ δὲ, εἴ τι νόθον σπέρμα καὶ βλάστημα· τὴν νόσον τῆς δυσσεβείας, τὴν πλάνην τὴν Ἑλληνικὴν ὡς ἀκάνθας πυρὶ παραδίδωσι· τὴν δὲ αἱρετικὴν πλάνην ὡς ἄγρωστιν ἐκτίλας ἐκβάλλει, 59.546 ζήλῳ ἐνδεδυμένος Θεοῦ, ὃν οἱ πολλοὶ ἀγνοοῦσιν. Εἰώθασι γάρ τινες κατασοφιστεύειν τῆς Ἐκκλησίας καὶ τῶν ἁγίων ποιμένων, ὥσπερ οὖν καὶ τούτου τοῦ θαυμασίου πατρός· καὶ πολλοὶ ἐν ἐπιεικείας σχήματι ἀργίαν εἰσάγουσι, καὶ ζῆλον ὑβρίζουσι, καὶ Θεοῦ ἀκμάζοντα λόγον πειρῶνται ἀμβλύνειν. Ἔστι γὰρ εὑρεῖν τινα ἐν σχήματι ἐπιεικείας λέγοντα· Τί γὰρ κοινὸν ἔχομεν πρὸς τοὺς Ἕλληνας; θέλει σωθῆναι; σωθήτω. Ὁ ταῦτα λέγων οὐδέπω ἐτρώθη ζήλῳ εὐσεβείας· ὁ βλέπων ἀπολλύμενον, καὶ μὴ πενθῶν τὴν ἐκείνου ἀπώλειαν, καὶ ἰδίαν ζημίαν

About this text

Severianus of Gabala, De caeco nato (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Severianus of Gabala’s De caeco nato — new OET from PG 65 Greek.

Witnesses

  • Copy-text PG 65 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.