Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT.
Greek
τιθέμενος, οὐκ οἶδε ζῆλον εὐσεβείας, οὐκ ἐτρώθη βέλεσιν ἀληθείας. γʹ. Ὁ βλέπων οὖν ἀπολλύμενον, καὶ μὴ ζηλῶν ὥς πού φησι Παῦλος, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; οὐκ ἔστιν οὗτος μαθητὴς Παύλου. Ἀντιπαραβαλλέτω τοῦ Πατρὸς τὰ κατορθώματα, καὶ εὑρήσει αὐτὸν συνᾴδοντα ταῖς ἀποστολικαῖς φωναῖς· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Οἱ οὕτω φρονοῦντες, ἀδελφοί εἰσι τῶν ἀποστόλων. ∆ίκαιος γὰρ οὐκ ἐν οἷς ἁμαρτάνει μόνον ἀθυμεῖ, ἀλλὰ καὶ ἐν οἷς βλέπει ἄλλους ἁμαρτάνοντας, ὥς φησιν ὁ ∆αυΐδ· Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. Εἴ τις ἐπὶ ταῖς ἄλλων ἁμαρτίαις ἀθυμεῖ, ζῆλον ἔχει εὐσεβείας. Ὁ γὰρ δίκαιος, ὅταν τὸν ἑαυτοῦ βίον διορθῶται, δακρύει καὶ πενθεῖ τοῦ τὴν ἁμαρτίαν ἐξαλεῖψαι τὴν ἑαυτοῦ· καὶ τότε τῆς ἁμαρτίας τῆς ἰδίας παυσάμενος, τὰς ἄλλων λοιπὸν πενθεῖ ἁμαρτίας, καθὼς καὶ Παῦλος· Μήπως ἐλθὼν πολλοὺς πενθήσω τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων. Παῦλος πενθεῖ τοὺς ἁμαρτήσαντας, καὶ μὴ μετανοήσαντας· Σαμουὴλ πενθεῖ τὸν Σαοὺλ, ὡς εἰπεῖν τὸν Θεόν· Ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαούλ; Βλέπεις ψυχὴν ἀπολλυμένην, καὶ οὐ πενθεῖς; Νεκρὸν ἐάν τις ἴδῃ προκομιζόμενον, καὶ μὴ δακρύσῃ, ὡς ἀπηνὴς καὶ σκληρὸς καὶ θηριώδης ἐλέγχεται· ψυχὴν ἐὰν ἴδῃς ἐν ἀσεβείᾳ βαπτιζομένην, καὶ αἰωνίῳ θανάτῳ καταδικαζομένην, καὶ τῇ ἀπιστίᾳ διαμένουσαν, οὐ δακρύεις, εἰπέ μοι, καὶ πενθεῖς; καὶ τοῦτο εὐλαβοῦς ψυχῆς; Πάντα μὲν οὖν τὰ ἄλλα ἁμαρτήματα δεῖ πενθεῖν τὸν εὖ φρονοῦντα, ἐξαιρέτως δὲ, ὅταν ἴδῃ ψυχὴν ἐν ἀσεβείᾳ βεβαπτισμένην Ἑλληνισμοῦ. Ἐπὶ τῇ τοιαύτῃ ψυχῇ οὐ δεῖ μόνον πενθεῖν, ἀλλὰ καὶ πυροῦσθαι καὶ ἐμπιπρᾶσθαι τῷ ζήλῳ· ἵνα γένηται Παύλου μαθητής. ∆ιατρίβοντος γὰρ, φησὶ, Παύλου ἐν ταῖς Ἀθήναις, ἐνεπίπρατο αὐτοῦ τὸ πνεῦμα, θεωροῦντος κατείδωλον οὖσαν τὴν πόλιν. ∆ιὰ τί δὲ ταῦτα οἱ ἅγιοι φρονοῦσιν, ὥς που καὶ ὁ θαυμάσιος οὗτος πατὴρ ἔκδικος τῆς εὐσεβείας ἦν; Καθάπερ γάρ ἐστι βασιλεὺς ὁ ἐπὶ γῆς κατέχων τῆς ὑπ' αὐτὸν οἰκουμένος, ἔχει δὲ ἐν ἑκάστῳ δικαστηρίῳ τοῦ παλατίου συνηγοροῦντας· οὕτως ἔχει ὁ Θεὸς τοὺς πιστοὺς ποιμένας ἐκδίκους τῆς εὐσεβείας. Πολλοὶ γὰρ πολλάκις διασύροντες τῶν Ἑλλήνων λέγουσιν, ὅταν ἀκούσωσι Χριστιανῶν λεγόντων αὐτοῖς, ∆ιὰ τί βλασφημεῖτε; διὰ τί ἀσεβεῖτε; εὐθέως διασύρουσιν· Ἴδε οἱ ἔκδικοι τοῦ Θεοῦ· οὐ δύναται ἑαυτὸν ἐκδικῆσαι ὁ Θεός; Ἀλλ' ἑαυτὸν οὐκ ἐκδικεῖ (οὐ γὰρ ὑβρίζει τὴν θεότητα), ἀλλὰ διὰ πιστῶν οἰκετῶν τοὺς ἀγνώμονας δούλους μαστίζει. Χρείαν ἔχει ἐκδίκων ὁ Θεός; Ναί· οὐκ ἐπειδὴ αὐτὸς ἀσθενεῖ, ἀλλ' ἵνα σοὶ θύραν ζήλου ἀνοίξῃ. Εἰ γὰρ πάντα δι' ἑαυτοῦ ἐποίει, ἀπεκλείετο ἡ ὁδὸς τῆς ζωῆς τῷ ζηλωτῇ. Οὐκ ἐθεομάχει ποτὲ Φαραὼ, καὶ ἦν ἐν ἀσεβείᾳ βεβυθισμένος· καὶ οὐδαμοῦ μάστιξ προσηνέχθη, ἕως ἂν ἔκυψε Μωϋσῆς ὁ πιστός; Οὐκ ἐκόμα ἡ πολύθεος πλάνη σὺν τοῖς ψευδέσιν ἱερεῦσι καὶ τοῖς ψευδοπροφήταις, καὶ οὐδαμοῦ παρὰ Θεοῦ πληγὴ, ἕως ἀνέκυψεν Ἠλίας ὁ ζηλωτής; Ἔκδικοί εἰσιν ὁμολογουμένως τοῦ Θεοῦ οἱ ἅγιοι. ∆ιὸ καὶ Παῦλος λέγει· Ἐν ἑτοίμῳ ἔχομεν ἐκδικῆσαι πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή. Ἔτι δὲ ἡ θαυμασία ∆εβόῤῥα ἐν γυναιξὶν, ἡ γυναικὸς ἀσθένειαν ἔχουσα, καὶ ἀνδρείαν ἀρετῆς προφητεύουσα, περὶ ἧς φησιν ἡ Γραφὴ, καὶ Ἀνέστη ∆εβόῤῥα, μήτηρ ἐν τῷ Ἰσραὴλ, μήτηρ ἐγένετο τοῦ λαοῦ δι' εὐσέβειαν, καὶ τοσοῦτον ἤκμαζεν, ὥστε καὶ τοὺς στρατηγοὺς πολέμου γενομένου τοὺς περὶ τὸν Βαρὰκ λέγειν τῇ γυναικί· Ἐὰν μὴ σὺ ἔλθῃς εἰς πόλεμον μεθ' ἡμῶν, ἡμεῖς οὐκ ἐρχόμεθα. Οὐ τῇ τῆς γυναικὸς ἐθάῤῥουν ἀνδρείᾳ, ἀλλὰ τῇ τῆς προφητείας δυνάμει. Ἐξῆλθον πολλοὶ συνεργοὶ τῆς τοῦ Θεοῦ βουλῆς, καὶ ἐξέκοπτον τοὺς ἀλλοφύλους. Ἐκείνη οὖν ἡ μακαρία ∆εβόῤῥα τὴν ἀλήθειαν φέρουσα λέγει· Κύριε, οἱ ἀγαπῶντές σε, ὡς ἀνατολὴ τοῦ ἡλίου· οἱ δὲ ἐχθροί σου, ὡς ἀπόσμηγμα λύχνου. 59.547 Κύριε, οἱ ἀγαπῶντές σε, ὡς ἀνατολὴ τοῦ ἡλίου· ἐπειδὴ ὁ ἥλιος οὐδέποτε σβέννυται· οἱ δὲ ἐχθροί σου, ὡς ἀπόσμηγμα λύχνου· λύχνος γὰρ καὶ πρόσκαιρον ἔχει φῶς, καὶ πάλιν σβέννυται. Εἶτα ἐπαινεῖ τὸν στρατηγὸν ὑπουργήσαντα τῇ τοῦ Θεοῦ βουλῇ, καὶ μετὰ ταῦτα κελεύει καταρᾶσθαι τοὺς κατοικοῦντας Μαζὼρ, ὅτι οὐκ ἐξῆλθον εἰς βοήθειαν Κυρίου. Βοηθείας ἄρα ἔχρῃζεν ὁ Θεός; Ναί. ∆εῖ φανῆναι τοὺς βοηθοῦντας τῇ εὐσεβείᾳ. Οὕτως οὖν καὶ ὁ θαυμάσιος οὗτος πατὴρ οὐ Θεῷ ὡς ἀτονοῦντι βοηθεῖ, ἀλλ' εἰς τοῦτο ταγεὶς ἐκδικεῖ τὴν εὐσέβειαν, τῷ σώματι μὲν ἐνδεικνύμενος πρὸς ἀπώλειαν, ἀλλὰ ψυχὰς
About this text
Severianus of Gabala, De caeco nato (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s De caeco nato — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.