De caeco nato Unit 2 opening
Unit 2.
Lemma-led open — ἐμβαλλόμενος πρὸς δυναστείαν. Τὰ γὰρ βέλη τοῦ δυνατοῦ ἠκονημένα. Καὶ μὴ θαυμάσῃς, εἰ οἱ πο
Greek
ἐμβαλλόμενος πρὸς δυναστείαν. Τὰ γὰρ βέλη τοῦ δυνατοῦ ἠκονημένα. Καὶ μὴ θαυμάσῃς, εἰ οἱ ποιμένες Χριστοῦ καὶ διδάσκαλοι εὐσεβείας ἐκδικοῦσι τὴν ἀλήθειαν· ἀλλὰ κἂν μὴ ᾖ τις διδάσκαλος, μηδὲ διδασκαλικὸν θρόνον πεπιστευμένος, ἀλλὰ ἁπλῶς δεξάμενος Χριστοῦ λόγον, καὶ ἐν μαθητοῦ τάξει τυγχάνων, ὀφείλει ζῆλον ἔχειν Θεοῦ, καὶ ἀμοιβὰς ἀποδιδόναι τῷ εὐεργέτῃ ἐν τῷ ἐλευθεροστομεῖν, καὶ ὑπὲρ τῆς ἀληθείας φθέγγεσθαι, καὶ κατὰ ἀσεβείας ἀγωνίζεσθαι, ἵνα ἀκούσῃ παρὰ τῆς ἁγίας Γραφῆς· Τέκνον, ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας, Καὶ Κύριος ὁ Θεὸς πολεμήσει ὑπὲρ σοῦ. Οὐδὲν θαυμαστὸν, εἰ εὐσέβειαν ἐκδικοῦσιν ἅγιοι. Πολλάκις καλεῖ τι δι' ἐπιείκειαν, ὡς Θεὸς ἀγαθὸς, καὶ οἱ προφῆται οὐ συγχωροῦσι τρωθῆναι τὴν εὐσέβειαν ἐκ τῆς τοῦ Θεοῦ ἐπιεικείας. Λέγει ὁ Θεὸς διὰ Μωϋσέως· Εἰπὸν τῷ Φαραὼ, Ἐξαπόστειλον τὸν λαόν μου· εἰ δὲ οὐ βούλει, ἰδοὺ ἀποστελῶ τὰ σημεῖα, καὶ πατάξω σε. Ἐπλήγη Μωϋσῆς ἐπὶ τῷ ῥήματι, καὶ δίδοται ἔννοια τῷ εὐσεβεῖ, καί φησι· Μὴ νομίσῃς, ὅτι ἐξ ἰσοτιμίας ἔχει λαὸν αὐτὸς, καὶ λαὸν ὁ Θεός. Καὶ ἀγωνιάσας, μήποτε ἡ πολλὴ τοῦ Θεοῦ ἀγαθότης καὶ ἐπιείκεια βλάψῃ αὐτὸν, καὶ νομίσῃ ἀντιπολιτεύεσθαι Θεῷ, ἀκούσας, Ὁ λαός σου, καὶ, Ὁ λαός μου, ἀναφέρει τὸ κήρυγμα. Τάδε λέγει Κύριος ὁ Θεὸς τῶν Ἑβραίων· Ἐξαπόστειλον τὸν λαόν μου· εἰ δὲ μὴ βούλει, ἰδοὺ ἐγὼ ἐξαποστελῶ τὰ σημεῖα, καὶ πατάξω σε καὶ τοὺς θεράποντάς σου· ἵνα μάθῃς, ὅτι Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Ἡ γῆ ἤκουσε λαὸν καὶ λαὸν, καὶ οὐκ ἠκολούθησε τῷ λόγῳ, ἀλλὰ λέγει, Πᾶσα ἡ γῆ τοῦ Κυρίου ἐστίν. Εἰ γὰρ καὶ ἐπιεικείᾳ ἐχρήσατο ὁ Θεὸς, ἀλλ' οὗτος οὐ προδίδωσι τὴν δεσποτικὴν αὐθεντίαν. ∆ιὰ τοῦτο γὰρ καὶ ὁ Θεὸς οὕτως ἐλάλησεν, ἵνα γυμνωθῇ τοῦ εὐσεβοῦς ὁ ζῆλος. Ἀλλὰ καὶ φιλοῦσιν ἀεὶ πιστοὶ ὑπερβαίνειν τοῦ Θεοῦ τὰ ῥήματα· λέγει γὰρ ὁ Σωτὴρ τοῖς μαθηταῖς· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; Λέγει εἷς τῶν μαθητῶν αὐτοῦ· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ὁ ζῆλος τοῦ ἁγίου Πνεύματος καὶ ὑμᾶς διδασκέτω ζηλωτὰς εἶναι, καὶ ὑπὲρ εὐσεβείας πάσχειν, καὶ ἀγωνίζεσθαι ὑπὲρ δικαιοσύνης τὸν καλὸν ἀγῶνα. δʹ. Ἄξιον γάρ ἐστι τὸ μιμητὰς εἶναι διδασκάλου ἀγαθοὺς μαθητὰς, ὡς καὶ Παῦλος λέγει· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Θέλεις μαθεῖν, ὅτι καὶ ὁ ἁπλῶς μαθητὴς καὶ μαθητοῦ τάξιν ἔχων ὀφείλει ἔχειν ζῆλον εὐσεβείας; Ἄκουε πῶς ὁ Χριστὸς τὸν ἐκ γενετῆς τυφλὸν ἐθεράπευσε· μᾶλλον δὲ αὐτῆς ἐξ ἀρχῆς τῆς ἱστορίας ἀκούσωμεν. Μετὰ γὰρ πολλὰ τῷ εὐαγγελιστῇ εἰρημένα, οὕτως ἤρξατο λέγειν· Παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, καὶ τὰ ἑξῆς. Καὶ πτύσας, καὶ πηλὸν ποιήσας, Ἔχρισεν αὐτοῦ τοὺς ὀφθαλμοὺς, καὶ εἶπεν αὐτῷ· Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ· καὶ νιψάμενος ἀνέβλεψεν. Οἱ Ἰουδαῖοι ἔγνωσαν αὐτὸν, καὶ λέγουσιν· Οὐχ οὗτός ἐστιν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος τυφλὸς ὤν; Ἄλλοι ἔλεγον, Ναί· ἄλλοι, Οὒκ, ἀλλ' ὅμοιος αὐτῷ ἐστιν. Ἐκεῖνος ἔλεγεν, ὅτι Ἐγώ εἰμι. Οἱ Φαρισαῖοι δὲ καὶ οἱ ἄρχοντες τῶν Ἰουδαίων ὁρῶντες, ὅτι τὸ θαῦμα πολλοὺς ἔχει ἑλκύσαι πρὸς τὸν Χριστὸν, δακνόμενοι ἐκ τοῦ ζήλου τῆς ἀσεβείας, καὶ πληττόμενοι τῷ κέντρῳ τῆς ἀληθείας, καλοῦσιν ἔσω τόν ποτε τυφλόν. Καὶ ἦν ἰδεῖν πονηρὸν θέατρον, εὐσεβείας ἐκδικουμένης, καὶ πονηρῶν δικαστῶν κρινόντων, καὶ μεγάλου συνηγόρου συναγωνιζομένου, καὶ Θεοῦ βραβεύοντος καὶ ἐφορῶντος. Καλοῦσι τόν ποτε τυφλὸν καὶ ἀναβλέψαντα Ἰουδαίων παῖδες, καὶ ἱστῶσιν ἐν μέσῳ τοῦ συνεδρίου, καὶ λέγουσιν αὐτῷ· 59.548 Εἰπὲ πῶς ἀνέβλεψας, καὶ τίς σου διήνοιξε τοὺς ὀφθαλμοὺς, καὶ τί σοι ἐποίησεν; Ταῦτα ἔλεγον, οὐχ ἵνα μάθωσιν, ἀλλ' ἵνα τῷ σχήματι τῆς ἐρωτήσεως φόβον ἐνέγκωσιν. Πολλάκις γὰρ τὸ σχῆμα τῆς ἐρωτήσεως διδάσκαλος γίνεται τῷ ἐρωτωμένῳ ἀποκρίνασθαι, ἢ σιωπῆσαι· ὡς ἄν τις εἴποι τινὶ
About this text
Severianus of Gabala, De caeco nato (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s De caeco nato — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.