Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT.
Greek
ἐλεημοσύνης μετάδοσιν· τὰ στήθη τὴν ἐνοικοῦσαν αὐτοῖς δύναμιν τῆς εὐσεβείας· κοιλία καὶ τὰ ὑπογάστρια μέλη τὴν τῆς σωφροσύνης ἄσκησιν· οἱ πόδες τὸν τῆς ἀρετῆς δρόμον. Καὶ τί δεῖ τὰ καθ' ἕκαστον λέγοντα διατρίβειν; Οὐδὲ γὰρ τριχῶν κατετόλμησε τὸ πῦρ, διὰ τὸ μᾶλλον αὐτὰς εὐσεβείᾳ κεκαλύφθαι τιάρας· ἐφείσατο δὲ ἄρα καὶ τῆς ἐσθῆτος διὰ τὴν τῶν ἁγίων εὐσχημοσύνην. Τί οὖν; Ἐπὶ τούτοις παρακελεύεται ὁ Θεὸς τῶν Χαλδαίων ἐπιλαβέσθαι τὸ πῦρ, καὶ ἵνα μὴ μαγείαν νομίσαντες ἀμαυροῦσθαι τοῦ πυρὸς τὴν ἐνέργειαν, ἀμβλύνωσι τὴν δόξαν τῶν μαρτύρων, καὶ συκοφαντήσωσι τὸ θαῦμα τῆς ἀληθείας, διὰ τοῦτο οἱ μὲν ἔνδον ἠρέμουν, τὸ δὲ πῦρ ἔξω τοὺς Χαλδαίους προσενέμετο, ἵνα ἀσφαλῶς πείσῃ τοὺς ὁρῶντας, ὅτι ἐπὶ τῶν ἁγίων οὐ τὴν ἑαυτοῦ φύσιν ἠγνόησεν, ἀλλὰ τὴν εὐσέβειαν ἐτίμησεν· ὥσπερ οἱ λέοντες ἐπὶ τοῦ λάκκου τὸν ∆ανιήλ. Οὕτως ἐντεῦθεν ἀγγελικὴν χορείαν ἀληθῶς συνεστήσαντο, καὶ τὸν Θεὸν ὕμνουν οἱ τρισμακάριοι παῖδες, καὶ πᾶσαν τὴν κτίσιν, τήν τε ὑπερκόσμιον, 56.598 καὶ τὴν ἐν ὀφθαλμοῖς θεωρουμένην, εἰς ἕνα χορὸν ὑμνῳδίας συνήγαγον. γʹ. Ἀναγκαῖον δὲ μηδ' ἐκεῖνο παραλιπεῖν ἀνεξέταστον, τίνος ἕνεκεν μὴ πᾶσαν ὁμοίως ἐμήνυσαν τὴν κτίσιν, ἀλλὰ κατὰ μέρος ἐξέθεντο τὴν δημιουργίαν. Ἤρκει γοῦν εἰπεῖν ὅσον εἰς ἀλήθειαν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Θεόν· ἀλλ' ἐπειδὴ ἐν χώρᾳ τῶν ἀσεβῶν τὸ μέγα τοῦτο θέατρον τῆς εὐσεβείας συνεκροτεῖτο, ἔδει παιδευθῆναι τοὺς Βαβυλωνίους, τίνα μέν εἰσι τὰ ποιήματα, τίς δὲ ὁ ποιητὴς τῶν ἁπάντων. Καὶ ἄρχονται μὲν ἀπὸ ἀγγέλων, καταλήγουσι δὲ εἰς ἀνθρώπους. Ἐνομίσθησαν ἄγγελοι θεοί· καὶ παρ' Ἕλλησι μυθεύεται, ὅτι Τούτους, φησὶν, οὓς προσκυνοῦμεν θεοὺς, ἄγγελοί εἰσι τοῦ μεγάλου Θεοῦ. Ἵνα γὰρ παιδευθῶσιν οἱ ἄφρονες, ὅτι οὐ τῶν προσκυνουμένων, ἀλλὰ τῶν προσκυνούντων εἰσὶν οἱ ἄγγελοι, διὰ τοῦτο βοῶσιν· Εὐλογεῖτε, ἄγγελοι Κυρίου, τὸν Κύριον. Προσεκυνήθη ἥλιος καὶ σελήνη καὶ πᾶς ὁ τῶν ἀστέρων χορός. ∆ιὰ τοῦτο καὶ τούτους παραλαμβάνουσιν εἰς τὴν τῶν ὕμνων προσκύνησιν. Εὐλογεῖτε, φησὶν, ἥλιος, καὶ σελήνη· εὐλογεῖτε, ἄστρα τοῦ οὐρανοῦ, τὸν Κύριον. Εἶτα μετὰ ταῦτα, Πᾶς ὄμβρος καὶ δρόσος τὸν Κύριον. Τί οὖν βούλεται τὸ, Πᾶς ὄμβρος καὶ δρόσος, καὶ πάντα τὰ πνεύματα, καλὸν ἂν εἴη σκοπῆσαι. Γίνονται πολλάκις ἀνομβρίαι καὶ πνευμάτων βίαι ἄκαιροι· φιλοῦσι δὲ ἀεὶ οἱ τοῦ ψεύδους εὑρέται, καὶ τῇ ματαιότητι χαίροντες, ὕλῃ τινὶ καὶ κακίᾳ ἀταξίας πάντα ἐπιγράφειν, οὐκ εἰδότες ὅτι οὐδὲν ἀδέσποτον, οὐδὲ ματαίως γεγενημένον, ἀλλ' ὅτι ταῦτα πάντα οἰκονομεῖ ὁ Θεὸς, καὶ πρὸς παιδείαν ἀνθρώπων καὶ πρὸς ἀποφυγὴν ἀσεβείας. Ἡ μὲν γὰρ εὐταξία τῶν ποιημάτων τὸν ∆ημιουργὸν εἴωθε κηρύττειν, ἡ δὲ ἀταξία τὴν προσκύνησιν τῶν κτισμάτων ἀπαιτεῖ. Εἰ γὰρ ἦν θεῖόν τι καὶ σεβάσμιον ὁ ὄμβρος, ἢ τὰ πνεύματα, οὐκ ἂν ἠτάκτουν· τὸ γὰρ θεῖον ἀταξίαν οὐκ ἐπιδέχεται. ∆ιὰ τοῦτο λέγουσι· Πᾶς ὄμβρος, καὶ δρόσος, καὶ πάντα τὰ πνεύματα τὸν Κύριον. Προσεκυνήθησαν καὶ ὄμβροι, καὶ ἄνεμοι, οἱ μὲν ὡς τροφεῖς, οἱ δὲ ὡς γεωργοὶ τῆς γῆς τῶν καρπῶν· προσεκυνήθη δὲ ἡ γῆ, καὶ οἱ ταύτης καρποὶ διαφόροις δαίμοσι προσεκληρώθησαν· τὴν μὲν ἄμπελον εἰπόντες δῶρον ∆ιονύσου, τὴν δὲ ἐλαίαν τῆς Ἀθηνᾶς· καὶ ἄλλῳ ἄλλοι καρποί. Καὶ τοῦτο ὁ αὐτὸς λόγος τῆς ἀληθείας ἀσφαλιζόμενός φησιν, Εὐλογεῖτε, πάντα τὰ φυόμενα ἐν τῇ γῇ, τὸν Κύριον. Αὐτὸς γάρ ἐστι πάντων τῶν φυέντων καὶ τῶν φυομένων ∆ημιουργὸς καὶ ∆εσπότης. Εἶτα μετὰ τοῦτο, ὄρη καὶ βουνοί. Ἆρ' οὖν ἐκτός εἰσι τὰ ὄρη καὶ οἱ βουνοί; Οὐδαμῶς· ἀλλ' ἐπειδὴ ἐν τοῖς βουνοῖς τὰ τῶν δαιμόνων μιαρὰ κατεσκεύαστο, κἀκεῖ τὰ ἀγάλματα προσεκυνεῖτο, διὰ τοῦτό φησιν· Εὐλογεῖτε, ὄρη καὶ βουνοὶ, τὸν Κύριον. Ἀλλ' ὅμως μνημονεύσας τῶν βουνῶν, μέμνηται καὶ τῶν πηγῶν καὶ ποταμῶν καὶ θαλάσσης· καὶ γὰρ καὶ αὐταὶ ἐθεοποιήθησαν· καὶ Νύμφας ἐκάλεσαν τὰς πηγὰς, Ποσειδῶνα τὴν θάλασσαν, Σειρῆνάς τινας καὶ Νηρηΐδας· ὅτι δὲ καὶ ποταμοὶ προσεκυνήθησαν, μαρτυρεῖ τὰ ἐν Αἰγύπτῳ μέχρι τῆς δεῦρο· ἔθυον τῇ ἀναβάσει τοῦ Νείλου, οὐ Θεὸν αὐτὸν ἐπὶ τῇ φύσει θαυμάζοντες, ἀλλ' αὐτὸ τὸ ὕδωρ ὡς θεὸν θεραπεύοντες. ∆ιὰ τοῦτο καὶ ποταμοὺς καὶ πηγὰς καὶ θάλασσαν εἰς τὴν ὑμνῳδίαν καλοῦσιν. Εἶτα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ κτήνη· οὐδὲ γὰρ ταῦτα θεοποιίας ἐκτός· καὶ γὰρ ἀετὸς προσεκυνεῖτο, καὶ ἱέραξ· καὶ τὰ θηρία καὶ τὰ κτήνη καὶ τῇ τῶν θεῶν προσηγορίᾳ τετιμήκασιν Αἰγύπτιοι· καὶ τοσοῦτον ἴσχυσεν ἡ πλάνη,
About this text
Severianus of Gabala, De tribus pueris (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s De tribus pueris — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.