De tribus pueris Unit 2 opening
Unit 2.
Lemma-led open — ὅτι καὶ ἀπὸ τῶν προσκυνουμένων ζώων καὶ τὰς πόλεις ὠνόμασαν· καὶ λέγεται παρ αὐτοῖς Κυνῶν
Greek
ὅτι καὶ ἀπὸ τῶν προσκυνουμένων ζώων καὶ τὰς πόλεις ὠνόμασαν· καὶ λέγεται παρ' αὐτοῖς Κυνῶν καὶ Προβάτων καὶ Λύκων καὶ Λεόντων. Ἀλλὰ μετὰ ταῦτα πάντα παράγεται λοιπὸν τὸ ἀνθρώπινον γένος. Εὐλογεῖτε, φησὶν, υἱοὶ τῶν ἀνθρώπων, τὸν Κύριον. Τελευταῖον τάσσεται τὸ ἀνθρώπινον γένος, οὐ κατὰ τὴν ἀξίαν, ἀλλὰ διὰ τὴν δημιουργίαν. Εὐλογεῖτε, Ἰσραὴλ, τὸν Κύριον. Ὅπερ ἦν τῶν ἐπὶ τῆς γῆς ἀνθρώπων ἐξαίρετον γένος, τοῦτο τοίνυν παράγει, καὶ τὸ τηνικαῦτα ἐν τῷ ἔθνει πολλὰς ἐκτίθεται διαφορὰς, καὶ παράγει τοὺς ἱερέας τοῦ Κυρίου εἰς ἔλεγχον τῶν ἱερέων τῶν ψευδωνύμων θεῶν. Εἶτά φησι· ∆οῦ56.599 λοι Κυρίου. Εἶτα ἵνα μὴ δόξωσιν οἱ προελθόντες ταύτης τῆς χορείας ἀλλότριοι εἶναι, μετὰ τῶν ζώντων αὐτοὺς ἀριθμοῦσι παρὰ τῷ Θεῷ, λέγοντες· Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ τῶν δικαίων, τὸν Κύριον· εἶτα, Ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν Κύριον. ∆ιὰ τί ὁσίων καὶ ταπεινῶν
About this text
Severianus of Gabala, De tribus pueris (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s De tribus pueris — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.