Unit 2 rem early
Rem early: Unit 2; lemma and argument toward the thesis.
Greek
μέμνηται; Ἵνα δείξῃ, ὅτι Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάττεται, τοῖς δὲ ταπεινοῖς χάριν δίδωσι, τοὺς ἀλαζόνας ἔξω τῆς καμίνου κατέφλεγε, τοὺς ὁσίους καὶ ταπεινοὺς ἐν μέσῳ τοῦ πυρὸς διεφύλαξεν. ∆ιὸ καὶ συνεχόρευσε τοῖς ἁγίοις τὸ πῦρ· μετὰ γὰρ πάντων καὶ αὐτὸ ὑμνεῖν προσετάχθη τὸν ∆ημιουργόν· Εὐλογεῖτε, πῦρ καὶ καῦμα, τὸν Κύριον· ἵνα παιδεύωνται οἱ Βαβυλώνιοι μάγοι, παρ' οἷς τιμᾶται τὸ πῦρ, ὅτι τοῦτο οὐκ ἔστι τῶν προσκυνουμένων, ἀλλὰ τῶν προσκυνούντων. Ἀλλ' ὅμως ἐπὶ τὸ τελευταῖον ἐλθόντες καταπαύσωμεν τὸν λόγον. Εὐλογεῖτε, φησὶν, Ἀνανία, Ἀζαρία, Μισαὴλ, τὸν Κύριον. Τίς ἦν χρεία τοσούτων ταγμάτων ἠριθμημένων τῷ τελευταίῳ αὐτοὺς ὀνόματι προστεθῆναι; αὐτοὶ γὰρ οὐκ ἦσαν ἐν τοῖς υἱοῖς Ἰσραὴλ εὐλογήσαντες; αὐτοὶ
About this text
Severianus of Gabala, De tribus pueris (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s De tribus pueris — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.