Fragmenta in epistulam ii ad Corinthios · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT.

Greek

τῆς συγκρίσεως τῆς πρὸς τὸ ὑπερέχον. 2 Kor 3,11 Ἔδειξεν ὅτι δεῖ παύσασθαι καὶ ἀργῆσαι τὸν νόμον, ἀντεισαχθεῖσαν δὲ τοῦ πνεύματος τὴν χάριν διαμεῖναι. 2 Kor 3,12–14 Ἔχοντες οὖν τοιαύτην ἐλπίδα. ἡ ἐλπὶς ἡ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ἐδήλωσε δὲ ὅτι μένει ἡ χάρις καὶ μετὰ τὴν ἀνάστασιν τὰς προσθήκας λαμβάνουσα πρὸς τὸ μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου· ὡς γὰρ οὐκ 286 ἠδύνατο τῇ δόξῃ ... προσέχειν, οὕτως οὐκ ἐδύναντο οὐδὲ τῷ τέλει τοῦ νόμου, τοῦτ' ἔστιν ὅτι παυθήσεται ὁ νόμος. αὐτίκα φησίν· ἄχρι σήμερον ἔχουσι κάλυμμα. τὸ τέλος τοῦ νόμου, ὅταν ἀρθῇ τὸ κάλυμμα καὶ θεάσωνται τὴν δόξαν τοῦ πνεύματος, ὅτι ἐν Χριστῷ καταργεῖται, τοῦτ' ἔστι διὰ τῆς εἰς αὐτὸν πίστεως. 285,ξολ2 Ποίαν ἐλπίδα; ὅτι οὐ καταργεῖται ἡ τοῦ πνεύματος χάρις ὥσπερ ὁ νόμος, ἀλλὰ μένει καὶ μετὰ τὴν ἀνάστασιν. Ἡμεῖς διὰ τὴν μακαρίαν ἐλπίδα τοῦ παραμένειν τοῦ πνεύματος τὴν χάριν μετὰ παρρησίας διδάσκομεν, καὶ οὐ μιμούμεθα τὰ Μωϋσέως ἐπιτάγματα, ὃς διὰ 286,ξολ2 τοῦ ἐπὶ πρόσωπον καλύμματος ἐσήμανεν ὅτι οὐ δύνανται ἀτενίσαι καὶ συνιδεῖν Ἰουδαῖοι ὅτι τέλος λήψεται καὶ ἀργήσει ὁ νόμος. Μένει τὸ κάλυμμα μηδὲ ὄψιν δεικνύον ὅτι Χριστοῦ ἐλθόντος καταργεῖται ὁ νόμος. 2 Kor 3,15–16 Ὥσπερ Μωϋσῆς λαλῶν μὲν Ἰουδαίοις εἶχε τὸ κάλυμμα, ὑποστρέφων δὲ πρὸς κύριον περιαιρεῖται αὐτό, καὶ νῦν Ἰουδαῖοι μετὰ τὸ ἀναγνῶναι τὸν νόμον καὶ ἀποδοῦναι τὴν βίβλον ἀποφέρουσιν τὸ κάλυμμα ὡς ὑποστρέψαντος Μωϋσέως πρὸς κύριον. ἐὰν οὖν ἀποστὰς ἔλθῃς πρὸς τὸ πνεῦμα, περιαιρεῖταί σου τὸ κάλυμμα ὥσπερ καὶ Μωϋσέως ὑποστρέφοντος πρὸς κύριον. 2 Kor 3,17 Ὁ καταξιωθεὶς πνεύματος κυρίου οὗτος ἠλευθηρώθη τῆς κατακρίσεως τοῦ νόμου· διὰ γὰρ τοῦ πνεύματος ἐνεργεῖται τὰ χαρίσματα. καὶ ἡ δωρεὰ πρὸς τοὺς ἀξίους. 2 Kor 3,18 Ἡμεῖς, φησίν, οἱ ἀπόστολοι ἀνακεκαλυμμένῳ προσώπῳ ὁρώμεθα ὑπὸ τῶν ἀνθρώπων· εἰπὼν δὲ ἡμεῖς πάντες δείκνυσι κοινὴν τοῦ πνεύματος τὴν εὐεργεσίαν. καὶ Μωϋσέως μὲν ἡ δόξα ἀπρόσιτος ἦν Ἰσραηλίταις, ἡμῶν δὲ ἡ δόξα τοῦ θεοῦ εὐπρόσιτός ἐστιν· στηρίσαντες γὰρ ἑαυτοὺς τῇ πίστει καὶ καθάραντες κατοπτριζόμεθα τὴν δόξαν τοῦ θεοῦ, τοῦτ' ἔστι καὶ ὁρῶμεν καὶ ἀπομασσόμεθα ὡς ἐν ἐσόπτρῳ ταῖς ψυχαῖς τὴν εἰκόνα τῆς δόξης τοῦ πνεύματος. ἀπὸ νομικῆς ἐπιστήμης εἰς πνευματικὴν χάριν μεταμορφούμεθα. ἢ οὕτως νοητέον· ἀπὸ τῆς δόξης τοῦ πνεύματος τῆς ἐνεργουμένης ἐν ἡμῖν ἐρχόμεθα 287,ξολ2 δηλονότι εἰς δόξαν τῆς υἱοθεσίας. τὸ δὲ καθάπερ δηλοῖ ἅτε δὴ ἀπὸ κυρίου πνεύματος. ἐπιτηρητέον δὲ ὅτι κύριον τὸ πνεῦμα τὸ ἅγιον εἶπεν, οὐχὶ τὸν υἱὸν τοῦ θεοῦ. καὶ ὥσπερ ὁ μέν τις ὁρᾷ τὸ ἔσοπτρον ἐκεῖνο, ὁ δὲ δέχεται τοῦ ὁρῶντος τὸ ἴνδαλμα, οὕτω καὶ ἐπὶ τοῦ πνεύματος· οἱ γὰρ τὴν δόξαν τοῦ Χριστοῦ κατοπτριζόμενοι αὐτοὶ ἀπὸ τῆς δόξης ὁμοιότητά τινα ἀποφέροντες εἰς δόξαν, τοῦτ' ἔστιν ἐπισπῶνται καὶ λαμβάνουσι δόξαν τῆς πνευματικῆς εἰκόνος. 286.30 Μεταμορφούμεθα ἀπὸ νομικῆς ἐπιστήμης εἰς πνευματικὴν χάριν, καὶ ἀπὸ δόξης οὐ 287 τῆς τοῦ νόμου ἀλλὰ τῆς τοῦ πνεύματος, εἰς δόξαν τὴν τῆς υἱοθεσίας· λουτροῦ γὰρ τυχόντες εἰς υἱοθεσίαν ἐρχόμεθα. 2 Kor 4,1 Τὴν τῆς χάριτος λέγει, οὐ τὴν τοῦ νόμου· διὰ γὰρ τὴν ὑπερβολὴν τῆς χάριτος τὰς θλίψεις πατοῦμεν. 2 Kor 4,2 Κρυπτά ἐστι τῆς αἰσχύνης τὰ φαῦλα καὶ τὰ αἰσχρὰ ἅπερ οἱ πράττοντες κρύπτειν σπουδάζουσι διὰ τὴν αἰσχύνην· οὐ γὰρ μετέχει παρρησίας τὰ φαῦλα, ἀλλ' ἐν σκότει διαλανθάνει. 2 Kor 4,3 Κἂν ᾖ κεκαλυμμένον τὸ εὐαγγέλιον, τοῖς ἀπίστοις κεκάλυπται, οὐχ ὡς ἐν τῷ νόμῳ ἀπὸ παντὸς Ἰσραὴλ ἐκεκάλυπτο ἡ δόξα τοῦ προσώπου Μωϋσέως. 2 Kor 4,4 Ἐὰν μὲν ὁ θεὸς τοῦ αἰῶνος τούτου λέγηται συναπτομένης τῆς ἀναγνώσεως, καὶ τὸ ἐτύφλωσεν ἀκολουθίαν ἔχει. ἐὰν δὲ ὁ θεὸς ἐτύφλωσε, καθ' 288 ὑπερβατόν, ὡς τὸ ἔδωκεν αὐτοῖς ὁ θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ τὸ ἐγὼ ἐσκλήρυνα τὴν καρδίαν Φαραώ, κατὰ τὸν ἀποδοθέντα λόγον. 287,ξολ2 Ὥσπερ δὲ εἴρηται ἄρχων τοῦ αἰῶνος, οὐ φύσει ἄρχων ὤν, ἀλλ' ὅτι οἱ ἀπατηθέντες ἄρχοντα ἑαυτῶν ἀνέδειξαν αὐτὸν ὑπακούοντες αὐτῷ, οὕτως καὶ ὁ 288,ξολ2 θεὸς τοῦ αἰῶνος τούτου προσηγόρευται, οὐχ ὡς ἀληθῶς ὢν θεός, ἀλλ' ἀφ' ὧν τὰ ἔθνη λέγουσι καὶ νομίζουσιν ὀνομαζόμενος θεός, ὡς καὶ τῶν γαστριμάργων θεὸς ἡ κοιλία καλεῖται. 2 Kor 4,5 Εἰ ἑαυτοὺς ἐκηρύξαμεν, φησίν, ἐνῆν ὑποπτεῦσαι ὅτι δολοῦμεν τὸν λόγον· εἰ δὲ Ἰησοῦν Χριστὸν καὶ τὴν ἐκείνου δόξαν, οὐδὲ εἷς δόλος ἐν τῷ κηρύγματι κατὰ τὸ

About this text

Severianus of Gabala, Fragmenta in epistulam ii ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Severianus of Gabala’s Fragmenta in epistulam ii ad Corinthios — new OET from PG 65 Greek.

Witnesses

  • Copy-text PG 65 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.