Fragmenta in epistulam ii ad Corinthios Unit 2 opening
Unit 2.
Lemma-led open — λεγόμενον· ὁ ζητῶν τὴν ἑαυτοῦ δόξαν οὐκ ἔστιν ἀληθινός, ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος
Greek
λεγόμενον· ὁ ζητῶν τὴν ἑαυτοῦ δόξαν οὐκ ἔστιν ἀληθινός, ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστιν. Εἰ ἑαυτοὺς ἐκηρύσσομεν, ἦν ὑποπτεῦσαι ὅτι δολοῦμεν τὸν λόγον, εἰ δὲ Χριστὸν καὶ τὴν αὐτοῦ δόξαν κηρύσσομεν, οὐδὲ εἷς δόλος ἐν τῷ κηρύγματι. 2 Kor 4,6 Ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ, ἀντὶ τοῦ διὰ Ἰησοῦν Χριστόν, δι' ἐκεῖνον. Πρὸς φωτισμὸν τῆς γνώσεως, ὅτι ἡ γνῶσις οὐ λογισμοῖς εὑρέθη, ἀλλὰ δι' ἀποκαλύψεως ἐξετέθη. Ἀντὶ τοῦ διὰ Ἰησοῦ Χριστοῦ ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, καὶ ἡ γνῶσις οὐ λογισμοῖς εὑρέθη, ἀλλὰ δι' ἀποκαλύψεως καὶ ἐλλάμψεως ἐγνωρίσθη· οὐ γὰρ ἄν ποτε τούτου ἐφικέσθαι ἠδυνήθη ἄνθρωπος σαρκίον περιβεβλημένος. 2 Kor 4,7–9 ∆είκνυσι διὰ τούτων καὶ τῶν ἑξῆς, ὅτι οὐ συγχωρεῖ ὁ θεὸς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα. εἰ γὰρ καὶ θλιβόμεθα ὑπὸ τῶν διωκόντων, ἀλλ' οὐχ οὕτω στενοχωρούμεθα ὡς μηδαμοῦ ἔχειν ἀποφυγὴν καὶ ἀπόκλισιν· πλατύνει γὰρ ὁ θεὸς τοῖς δι' εὐσέβειαν θλιβομένοις, ὅθεν καὶ ὁ ∆αυίδ φησιν· ἐν θλίψει ἐπλάτυνάς με. 2 Kor 4,10 Τὴν νέκρωσιν ἀεὶ περιφέρομεν τῷ κινδυνεύειν ἀεὶ διὰ Χριστὸν κοινωνοὶ τῶν παθημάτων τοῦ Χριστοῦ ὄντες. 289 2 Kor 4,11 Ὁ κύριος δι' ἡμᾶς εἰς θάνατον παρεδόθη, ἡμεῖς δὲ ὑπὲρ ἑαυτῶν διὰ Ἰησοῦν, ἵνα κοινωνοὶ τῆς αὐτοῦ ζωῆς γενώμεθα. 2 Kor 4,12 ∆ιὰ τὸ κήρυγμα οἱ ἀπόστολοι ἐκινδύνευον, ἐκήρυττον δὲ ἵνα ζήσωσιν οἱ πιστεύοντες, καὶ τοῦτό ἐστιν τὸ ἡ δὲ ζωὴ ἐν ὑμῖν. 2 Kor 4,13 Ἐπειδή, φησί, πνεῦμα δουλείας ἐν τῷ νόμῳ, πνεῦμα δὲ υἱοθεσίας ἐν τῇ χάριτι. εἶπε δὲ ὅτι τὸ πνεῦμα τὸ αὐτὸ ἔχομεν ὃ καὶ εἶχεν ὁ ∆αυίδ, προσέθηκε τῆς πίστεως τὸ αὐτὸ πνεῦμα, οὐ τῆς νομικῆς δουλείας. Ἔχοντες, φησί, τὸ αὐτὸ πνεῦμα τῷ ∆αυὶδ τῷ κατὰ πίστιν λαλήσαντι, καθὼς ἔφη· ἐπίστευσα, διὸ ἐλάλησα. εἶτα εἰπὼν πνεῦμα προσέθηκε τῆς πίστεως· τοῦτο γὰρ κοινὸν νέας καὶ παλαιᾶς μόνον, ἐπεὶ ἐν μὲν τῷ νόμῳ πνεῦμα ἦν δουλείας, ἐν δὲ τῇ χάριτι πνεῦμα υἱοθεσίας. 2 Kor 4,17–18 Εἰ θάνατοι καὶ κίνδυνοι καὶ πειρασμοὶ παρηκολούθουν, πῶς ἐλαφροτέρα ἡ θλίψις; πῶς παραυτίκα; καὶ γὰρ παρέμειναν αὐτῷ οἱ πειρασμοὶ καὶ εἰς γῆρας ἐλαύνοντο. πῶς οὖν ἐλαφρά ἐστιν ἡ θλίψις τῶν ἁγίων; ἢ δηλονότι ἀντεξαγομένη πρὸς τὴν δόξαν τοῦ μέλλοντος αἰῶνος καὶ πρὸς τὰ προκείμενα ἀγαθὰ τοῖς δικαίοις· πρὸς γὰρ ταῦτα καὶ βαρύτατοι πείρας μοι ἐλαφροὶ καταφαίνονται. καὶ οὐχ ἁπλῶς ἐλαφραὶ αἱ θλίψεις ἀλλὰ καθ' ὑπερβολήν, αἵπερ θλίψεις πολὺ ὑστεροῦνται τοῦ μεγέθους τῆς δόξης· τὸ γὰρ μέγα σῶμα καὶ βαρύ ἐστιν. ἢ καὶ βάρος εἶπεν κατὰ μεταφορὰν τῶν σταθμίων· ἀντισταθμιζομένη γὰρ ταῖς θλίψεσιν ἡ δόξα βαρυτάτη πάνυ εὑρίσκεται. παραυτίκα δὲ λέγει τὸ πρόσκαιρον· κἂν γὰρ μακρὰν ᾖ τὸ θλίβον καὶ λυποῦν, ἀλλὰ πρόσκαιρον φαίνεται ὡς πρὸς τὸ τῆς δόξης ἀπέραντον. 2 Kor 5,1–2 Οἰκία σκήνους οὐ τὸ σκῆνος ἀλλ' ἡ οἰκία· ἡ γὰρ οἴκησις ἡ ἐνταῦθα παύεται, τὸ δὲ 290 σκῆνος ἀνίσταται. καὶ οἰκίαν εἶπε τὴν διαγωγὴν τήν τε θνητὴν καὶ τὴν προσδοκωμένην. ἑξῆς μέντοι δείκνυσιν ὅτι οἰκητήριον λέγει τὴν φθορὰν καὶ τὴν ἀφθαρσίαν. 289,ξολ2 Οἰκίαν σκήνους λέγει τὸ σῶμα, ὅπερ, φησίν, ἐὰν καὶ διαφθαρῇ ἐν πειρασμοῖς καὶ κινδύνοις 290,ξολ2 διὰ Χριστόν, ἀποθησόμεθα αὐτὸ ὡς οἰκίαν φθαρτὴν καὶ ἐν ἐσχάτῳ τῶν χειροποιήτων. εὑρήσομεν δὲ ἐν οὐρανοῖς ἑτέραν οἰκίαν ἣν παρέχει ὁ θεὸς ἄφθαρτον καὶ ἀχειροποίητον. διὰ δὲ τούτων τήν τε θνητὴν διαγωγὴν καὶ τὴν ἀθάνατον ἐμφαίνει. ∆ιὰ τοῦ ἐπενδύσασθαι δείκνυσιν ὅτι ἡ φθαρτὴ σὰρξ ἀνίσταται καὶ τὴν ἀθάνατον ἐπενδύεται· ἡ γὰρ ἐπένδυσις λέγεται πρὸς ἑτέρῳ ἐνδύματι. οἰκίαν δὲ δύο λέγει, τὴν θνητὴν καὶ τὴν προσδοκωμένην· καὶ δύο οἰκητήρια, τὴν φθορὰν καὶ τὴν ἀφθαρσίαν, ὅτι τὸ μὲν ἀπολυόμεθα, τὸ δὲ ἐπενδυόμεθα. οἰκητήριον δὲ λέγει τὸ ἐξ οὐρανοῦ τὴν ἐξ οὐρανῶν ἀφθαρσίαν, καθὸ οὐκ ἔστι χειροποιητὴ ἀλλὰ θεοῦ δωρεά. 2 Kor 5,3 Πάντες μὲν δίκαιοι καὶ ἄδικοι
About this text
Severianus of Gabala, Fragmenta in epistulam ii ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s Fragmenta in epistulam ii ad Corinthios — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.