Unit 2 rem close
Rem CLOSEOUT: Unit 2 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
λόγῳ ἐπέπληξα, ἵνα διδαχθῶσιν οἱ διὰ τούτου ἐπανορθούμενοι ἑαυτοὺς καὶ ἐλεγχθῶσιν οἱ μὴ ὑπακούοντες λόγῳ, χρῄζοντες δὲ τῆς διὰ τῶν πραγμάτων ἀποτομίας. 295,ξολ2 Εἰδὼς ὅτι καὶ ἀκούοντές τινες πείθονται, οὐ βούλομαι ἤδη ἀπο296,ξολ2 τομίᾳ χρήσασθαι, ἀλλ' ὅταν ὑπακούοντες φανῶσιν, ἵνα δειχθῶσιν, τίνες οἱ λόγῳ παιδευόμενοι καὶ τίνες οἱ ἐπιστροφίας δεόμενοι. 2 Kor 10,7 Ἕκαστον ἀκριβῶς δοκιμάζετε τὸ κατ' ἀξίαν τῆς ἀναστροφῆς τοῦ προσώπου. τοῦτο δὲ ὁρᾷ εἰς τοὺς ἀποστόλους· ἐπειδὴ γὰρ ἔμελλεν ἐλέγχειν τοὺς ἐκ περιτομῆς, ἐκεῖνοι δὲ προεβάλλοντο Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἀσφαλίσασθε, φησί, μή ποτε τὸ ἀξίωμα τῶν προσώπων μὴ ἐάσῃ ὑμᾶς τὸ ἀληθὲς συνιδεῖν. 2 Kor 10,12 Ταῦτα γράφομεν οὐ μιμούμενοι τοὺς συνιστῶντας ἑαυτούς– οὐ γὰρ καλὸν τοῦτο–· οὐ γὰρ νοοῦσιν ὅτι αὐτοὶ ἐν ἑαυτοῖς αὐτοὺς μετροῦσιν καὶ οὐκ ἄλλῳ δύνανται παρατίθεσθαι· ἄλλοις γὰρ συγκρινόμενοι οὐδέν εἰσιν. 2 Kor 10,14 Οὐχ ὡς εὐτελεῖς ἐπὶ μείζοσι καυχώμεθα ὑπὲρ τὸ ἑαυτῶν μέτρον· καὶ γὰρ ἕως ὑμῶν ἤλθομεν καὶ ἐκηρύξαμεν τὸν λόγον. 2 Kor 10,15–16 Ἐκεῖνοι τοῖς ἡμετέροις καυχῶνται καμάτοις, ἡμεῖς δὲ οὔ, ἀλλὰ κατὰ νόμον τὸν κανόνα καὶ τὸ μερισθὲν ἡμῖν μέτρον καυχώμεθα, ἐλπίζοντες αὐξηθείσης τῆς ὑμετέρας πίστεως καὶ ἐπέκεινα ὑμῶν εὐαγγελίσασθαι. κανόνα δὲ λέγει τὸ μέχρις αὐτῶν τέως ἀφικέσθαι. 2 Kor 10,17 Εἰ καὶ καυχώμεθα, ἀλλ' οὐχ ὡς συνέσει οἰκείᾳ κατορθοῦντες ἀλλὰ τῇ χάριτι τοῦ πνεύματος. 2 Kor 11,2 Ἀπεθάνετε, φησί, τῷ νόμῳ, ἑτέρῳ ἀνδρὶ γεγόνατε, τῷ ἐκ νεκρῶν ἀναστάντι. πῶς οὖν παρθένος ἁγνὴ πρότερον γαμουμένη; ἀλλὰ 297 διὰ λουτροῦ παλιγγενεσίας ἀναγεννηθεῖσα καὶ εἰς ἕτερον βίον μετελθοῦσα, παρθένος ἁγνὴ δικαίως ὠνόμασται. 2 Kor 11,4 Τὸν Χριστιανισμὸν βεβαιοῖ ἡ εἰς Χριστὸν πίστις καὶ ἡ τοῦ πνεύματος ἔλλαμψις. εἰ τοίνυν ταῦτα παρ' ὑμῶν μὴ ἐλάβετε, καλῶς ἐζητεῖτε τοὺς ἔτι κατὰ νόμον ζῆν βουλομένους. 2 Kor 11,10–12 Οὐ Korινθίους ὀνειδίζων τοῦτό φησιν, ἀλλὰ τοὺς ὡς ἐμπορίᾳ χρωμένους τῷ κηρύγματι ἐλέγχει. διό φησιν ὅτι οὐ παύομαι καυχώμενος, ὅτι οὐ πεποίηκα ἐμπορίαν τὸ κήρυγμα ὡς ἐκεῖνοι· οὐδὲ γὰρ ἔλαβόν τι παρ' ὑμῶν οὐδὲ λαμβάνω, οὐχ ὡς μὴ ἀγαπῶν ὑμᾶς– ἀγαπῶ γάρ–ἀλλ' ἵνα τῶν κατηγόρων ἐκκόψω τὴν πρόφασιν, ἵνα εἴτε ψευδῶς εἴτε ἀληθῶς καυχῶνται, φανερωθῶσιν ὡς καὶ ἡμεῖς πεφανερώμεθα. 2 Kor 12,2–5 Τοῦτο ἰσχυρὸν δεῖξαι ψυχὴν ἀθάνατον· εἰ γὰρ ᾔδει ὅτι θνητὴ ἦν, οὐκ ἂν ἀμφέβαλλεν, πότερον τὴν ὀπτασίαν ἐκτὸς σώματος εἶδεν ἢ ἐν σώματι. τὸ δὲ ἕως τρίτου οὐρανοῦ τοῦ διαστήματος ἔφη τὸ τρίτον· εἰ γὰρ ἦν ἕως τριῶν οὐρανῶν ἀνελθών, πάντως ἂν ἐκεῖ τὰ ἄρρητα ῥήματα ἤκουσεν καὶ οὐκ ἐν τῷ παραδείσῳ. καὶ μηδεὶς οἰέσθω τὸν παράδεισον εἶναι ὑπὲρ τὸν οὐρανόν· κατὰ γὰρ ἀνατολὰς πεφύτευται ἐπὶ τῆς γῆς ἐν τῷ τόπῳ τῷ Ἐδέμ, ὅθεν καὶ ὁ Ἀδὰμ ἐπλάσθη ὡς Μωϋσῆς ἱστορεῖ. ἀσθενείας δέ φησι τοὺς διωγμούς, οὐ σωματικὸν πάθος ὡς οἴονταί τινες. 2 Kor 12,7 Ὑποπτεύεται παρὰ πολλῶν ὡς ἄλγημα ἔχων περὶ τὴν κεφαλήν, τὸ δὲ ἀληθὲς τοὺς διωγμοὺς λέγει, ἐπειδὴ ἀπὸ διαβολικῆς ἐνεργείας ἐγίνοντο οἱ πειρασμοί. τὸν δὲ πειρασμὸν ὑπηρετούμενον τῷ διαβόλῳ ἄγγελον σατᾶν προσηγόρευσεν ἀπὸ μεταφορᾶς τῶν ἀγγέλων τῶν ὑπηρετουμένων θεῷ. τὸ δὲ ἐδόθη κατὰ συγχώρησιν θεοῦ νοητέον ὡς καὶ ἐπὶ τοῦ Ἰώβ· οὐ γὰρ ὁ θεὸς δίδωσι κακά. 298 2 Kor 12,9 Ἔχεις χάριν ἀποστολικήν, μὴ ζήτει ταύτην καὶ ἄνευ πειρασμῶν κατορθοῦν· ἡ γὰρ δύναμίς μου τελειοῦται ἐν διωγμοῖς καὶ θλίψεσιν. 2 Kor 12,13 Εἰ μὴ ἄρα μοι τοῦτο ἔχετε ἐγκαλεῖν, ὅτι οὐκ ἔλαβόν τι παρ' ὑμῶν εἰς διατροφὴν ἀποναρκήσας πρὸς τὴν ἔνδειαν, ἐν ᾧ εἰ καὶ ἡμαρτηκέναι με νομίζετε, σύγγνωτέ μοι καὶ χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην ἣν ἠδικεῖσθαι παρ' ἐμοῦ νομίζετε. 2 Kor 12,14 Τοῦτο μαρτύρεται αὐτοὺς πρὸς τὸ δεύτερον καὶ τρίτον γενέσθαι πρὸς αὐτοὺς διὰ τὸ κήρυγμα. 2 Kor 13,4 Ὥσπερ ὁ Χριστὸς εἴρηται ἁμαρτία καὶ κατάρα γεγονέναι, οὔτε ἁμαρτία ὢν οὔτε κατάρα, ἀλλὰ τὰ ἡμέτερα κακὰ ἰδιοποιήσατο, ἵνα ἡμᾶς ἀπ' αὐτῶν ἐξέληται· οὕτω καὶ νῦν ἐξ ἀσθενείας οὐ τῆς ἑαυτοῦ λέγεται ἐσταυρῶσθαι, ἀλλ' ἧς ἀνεδέξατο ὑπὲρ ἡμῶν, τὰ ὑπὲρ ἡμῶν οἰκονομῶν.
About this text
Severianus of Gabala, Fragmenta in epistulam ii ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s Fragmenta in epistulam ii ad Corinthios — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.