Unit 2 rem mid
Rem mid: Unit 2; lemma continues; reading with the letter.
Greek
θεοῦ· οὐδὲ γάρ φαμεν μὴ ἐκ θεοῦ εἶναι τὸν νόμον, εἰ καὶ ἔλαβε τέλος. 2 Kor 5,18 Τὸ κήρυγμα εἶναί φησι διακονίαν καταλλαγῆς, δι' οὗ πιστεύοντες καταλλαγησόμεθα τῷ θεῷ. 2 Kor 5,19 Οὕτω νοητέον· ὅτι θεὸς ἦν κόσμον ἑαυτῷ καταλλάσσων ἐν Χριστῷ. οὕτως οὖν στικτέον· ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον ἑαυτῷ καταλλάσσων, τοῦτ' ἔστι διὰ Χριστοῦ. 2 Kor 5, Νῦν ἡμεῖς ἀντὶ τοῦ Χριστοῦ πρεσβεύομεν παρακαλοῦντος ὑμᾶς τοῦ θεοῦ δι' ἡμῶν. εἶτα καὶ δείκνυσιν ὅτι λυπεῖται διὰ τοὺς τηροῦντας τὸν νόμον· ὑπὲρ Χριστοῦ γάρ, φησίν, οὐχ ὑπὲρ τοῦ νόμου. ὁ δὲ θεὸς δι' ἡμῶν παρακαλεῖ ὡς διὰ Χριστοῦ, οὗ ἡμεῖς διάκονοι καὶ ὑπηρέται ἐσμέν. 2 Kor 5,21 Ἔδειξεν ἐντεῦθεν ὅπως λυπεῖται διὰ τοὺς τηρεῖν τὸν νόμον φιλονεικοῦντας· τηροῦντες γὰρ νόμον, φησίν, ἁμαρτωλοὶ γεγόναμεν. Χριστὸς ἁμαρτία γέγονεν, ἵνα ἡμᾶς τῆς ἁμαρτίας ἀπαλλάξῃ. θεὸς δὲ ταῦτα παρέσχεν· δέξασθε τὴν καταλλαγὴν ἀποστάντες τοῦ τὰ νόμιμα τηρεῖν. 2 Kor 6,1 Οὐ μόνον παρακαλεῖν ἐπέτρεπε τοῖς ἀποστόλοις ἀλλὰ καὶ συνεργεῖν καὶ συμπονεῖν αὐτοῖς πρὸς σωτηρίαν, ἵνα γνησίως τὴν παρὰ τοῦ θεοῦ δέξωνται χάριν. 294 2 Kor 6,4 Ὡς θεμέλιον ἀρραγῆ προκαταβάλλεται τὴν ὑπομονήν, ἧς ὑπούσης εὐχερές ἐστι πᾶσαν ἐπιθεῖναι ἐντολήν. 2 Kor 6,7 Ὅπλα δικαιοσύνης δεξιὰ τὸ ἔργων ἔχεσθαι ἀγαθῶν, ἀριστερὰ δὲ τὸ ἔργων ἀπέχεσθαι πονηρῶν, διὰ δὲ ἀμφοτέρων τούτων δικαιοσύνη κατορθοῦται· δῆλον γὰρ ὅτι ἐνὸς ἀπόντος τὸ ἕτερον ἀργὸν καθίσταται. 2 Kor 6,8 ∆ιὰ δόξης μὲν τῶν δεχομένων τὸν λόγον καὶ θαυμαζόντων αὐτόν, ἀτιμίας δὲ τῶν ὑβριζόντων τοὺς πιστεύοντας· ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τῶν ἑξῆς. 2 Kor 6,11–13 Εἰπὼν οὐ στενοχωρεῖσθε ἐν ἡμῖν διδάσκει τοῦτο ἀντὶ τοῦ οὐ στενοχωροῦμεν ὑμᾶς τῇ σωτηρίῳ διδασκαλίᾳ οὐδὲ ἐλλείψει τῇ παρ' ἡμῶν· ἡ γὰρ καρδία ἡμῶν πεπλάτυνται καὶ τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς διδασκαλίαν. καὶ ὑμεῖς οὖν ὡς κατ' ἀντίδοσιν πλατύνατε ὑμῶν τὴν διάνοιαν καὶ καταδέξασθε τὴν διδασκαλίαν· οὐχ οὕτω γὰρ ἥπλωται ὑμῶν ἡ καρδία ὡς δέξασθαι τὰς παρ' ἐμοῦ διδασκαλίας. ὥστε στενοχωρεῖσθε δι' ἑαυτοὺς οὐκ ὄντες πλειόνων παραγγελμάτων δεκτικοί. 2 Kor 7,9 ∆έξασθε λέγοντας ἡμᾶς· ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. εἰ γὰρ σεσιωπήκειν, φησί, καὶ μὴ ἐπέπληξα, οὐκ ἐλυπεῖσθε· εἰ δὲ μὴ ἐλυπήθητε, ἐζημιώθητε ἂν μὴ μετανοοῦντες. Χαίρω, φησίν, ἐπὶ ταῖς θλίψεσιν ὑμῶν, ὅτι οὔκ εἰσι κοσμικαὶ ἀλλὰ πνευματικαί. μνημονεύει δὲ ἑξῆς τῶν διὰ Χριστὸν συμβάντων αὐτῷ ἐν τῇ Ἀσίᾳ. 2 Kor 7,12 Καὶ μὴν διὰ τοῦτο ἔγραψεν. ἀλλ' ὡς ἔοικεν καὶ ὡς ἡ ἔκβασις ἔδειξεν, οὐ διὰ τοῦτο ἔγραφον, ἀλλὰ διὰ τὸ δειχθῆναι τὴν σπουδὴν ὑμῶν καὶ τὴν ὑπακοήν· ὥστε ἑτέρου προφάσει ἕτερον κατενοήθη. 295 2 Kor 7,13 Ἐν τούτῳ ἀναπέπαυται, ὅτι ὑπήκουον αὐτοῦ τῇ διδασκαλίᾳ. 2 Kor 8,2 Ἐν ᾧ, φησί, πάνυ θλίβονται διωκόμενοι, ἐν τούτῳ πλέον χαίρουσιν, καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν. μαρτυρεῖ δὲ τοῖς Μακεδόσιν ὁ ἀπόστολος ὅτι καὶ πτωχοὶ ὄντες δαψιλεῖς εἰς εὐποιΐαν ἐγένοντο, ἵνα καὶ οἱ Korίνθιοι πρὸς καρποφορίαν διεγερθῶσιν. 2 Kor 8,6 Ἡ προθυμία Μακεδόνων ἡ εἰς τὴν εὐποιΐαν προετρέψατο ἡμᾶς εἰς τὸ παρακαλέσαι Τίτον ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα καὶ ὑμᾶς εἰς καρποφορίαν προτρέψηται. διὰ δὲ τοῦτο εἶπε καὶ ταύτην, ἐπειδὴ εἶχον παρ' αὐτοῦ τὴν χάριν τῆς διδασκαλίας. 2 Kor 8,8 ∆ιὰ τῆς ἑτέρων λέγει τῶν Μακεδόνων. 2 Kor 8,18– Τοῦτο συναπτέον πρὸς τὸ συνεπέμψαμεν τὸν ἀδελφὸν οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ, ἵνα πολλῇ καὶ ἁδρᾷ τῇ παρὰ τῶν ἐξ ἐθνῶν εὐποιΐᾳ ἀρκέσωσιν ὑπηρετήσασθαι, περιστελλόμενοι καὶ φυλαττόμενοι, μή τις ἡμᾶς μωμήσηται ὡς ἐμποδίζοντας τῇ εὐποιΐᾳ τῇ εἰς τοὺς ἁγίους. Ἐνώπιον μὲν κυρίου καλὸν τὸ ὑπηρετεῖν τῇ εὐποιΐᾳ, ἐνώπιον δὲ ἀνθρώπων τὸ μὴ μωμηθῆναι καὶ διαβληθῆναι ἐν τῇ ἁδρότητι τῆς διακονίας. 2 Kor 10,2–6 Οὐχ ὡς οἱ στρατιῶται τοῦ κόσμου ὀψώνια λαμβάνουσιν, οὕτως καὶ ἡμεῖς ἐπὶ τῷ λαμβάνειν ὀψώνια κηρύττομεν. Καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή. ἐπειδὴ ᾔδειν ὅτι τινὲς λόγῳ πείθονται καὶ παραινέσει, οὐκ ἐβουλήθην εὐθὺς ἀποτομίᾳ χρήσασθαι ᾗ λογίζομαι ἐπί τινας, ἐπεὶ οὐκ ἐφαίνοντο οἱ λόγῳ μόνῳ ὑπακούοντες. 296 πρῶτον δὲ
About this text
Severianus of Gabala, Fragmenta in epistulam ii ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s Fragmenta in epistulam ii ad Corinthios — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.