Fragmenta in epistulam ii ad Timotheum · §u01-open

Fragmenta in epistulam ii ad Timotheum Unit 1 opening

Unit 1.

Lemma-led open — , Ἐν μὲν τῇ προτέρᾳ ἐπιστολῇ μέλλων ἐκκλησιαστικοὺς κανόνας παραδιδόναι, εἶπε κατ ἐπιταγήν

Greek

Fragmenta in epistulam ii ad Timotheum (in catenis) 2 Tim 1,1 Ἐν μὲν τῇ προτέρᾳ ἐπιστολῇ μέλλων ἐκκλησιαστικοὺς κανόνας παραδιδόναι, εἶπε κατ' ἐπιταγήν, ἐν δὲ τῇ δευτέρᾳ κατ' ἐπαγγελίαν ἔφη· ἡ γὰρ ἀποστολὴ ἡ μὲν κατ' ἐπιταγὴν τοῦ θεοῦ διατάττει τὰ συμφέροντα, ἡ δὲ τοῖς ἀκούουσι ἐπαγγελίαν ζωῆς, οὐ τῆς νῦν ἀλλὰ τῆς ἀϊδίου, τῆς ἐν Χριστῷ Ἰησοῦ. Ἐν τῇ πρώτῃ ἐπιστολῇ κατ' ἐπιταγὴν λέγει μέλλων διατάττειν, ἐν δὲ τῇ δευτέρᾳ ἐπιστολῇ κατ' ἐπαγγελίαν· ἡ γὰρ ἀποστολὴ διατάττει μέν, ἐπ' ἐλπίδι δὲ τοῦ τυχεῖν αἰωνίου ζωῆς τοὺς ὑπακούοντας. 2 Tim 1,3 Οὐ τὸ ἀπαράλειπτον λέγει τοῦ βίου, ἀλλὰ τῆς εἰς θεὸν πίστεως. 2 Tim 1,8®10 Ἐπειδὴ ὁ κατὰ τῶν εὐαγγελιζομένων πειρασμὸς ἐκκοπὴν ἐποίει τῷ εὐαγγελίῳ, διὰ τοῦτό φησιν· συγκακοπάθησον τῷ εὐαγγελίῳ. ἐπήγαγε δέ· κατὰ δύναμιν θεοῦ, ἐπειδὴ αὐτὸ τὸ κακοπαθεῖν τῆς τοῦ θεοῦ δεῖται βοηθείας, τοῦ καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου. ἦν καὶ ἐπὶ τοῦ Ἀδὰμ ζωὴ καὶ ἐπὶ τῶν μετ' αὐτόν, ἀλλὰ τῷ θανάτῳ τῆς παρακοῆς ἐζοφώθη. ἐφωτίσθη οὖν νῦν τῇ ἀναστάσει τοῦ Χριστοῦ· ἐζοφώθη τῷ θανάτῳ, φωτίζεται διὰ τοῦ Χριστοῦ. Καὶ πῶς οἷόν τε πειράζεσθαι τὸ εὐαγγέλιον; ὡς

About this text

Severianus of Gabala, Fragmenta in epistulam ii ad Timotheum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Severianus of Gabala’s Fragmenta in epistulam ii ad Timotheum — new OET from PG 65 Greek.

Witnesses

  • Copy-text PG 65 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.