Fragmenta in epistulam ad Colossenses · §u02-open

Fragmenta in epistulam ad Colossenses Unit 2 opening

Unit 2.

Lemma-led open — ἀνθρώπων γεγόνασιν, ὅτι πατοῦνται, ὅτι ὑπ αὐτῶν ἐμπαίζονται ἐν τῷ ὀνόματι τοῦ κυρίου. ἄλλο

Greek

ἀνθρώπων γεγόνασιν, ὅτι πατοῦνται, ὅτι ὑπ' αὐτῶν ἐμπαίζονται ἐν τῷ ὀνόματι τοῦ κυρίου. ἄλλοι δὲ τὸ ἀπεκδυσάμενος ἀντὶ τοῦ ἐκδύσας ἐξέλαβον. 323,col2 Τὸ καθ' ἡμῶν δὲ χειρόγραφον πῶς ἐξήλειψεν; ὅτε ἐδόθη ὁ νόμος ὁ καταρώμενος τοὺς παραβαίνοντας, πᾶς ὁ λαὸς Ἰσραὴλ ἐπεβόησεν δεχόμενος καὶ συντιθέμενος· ὥσπερ οὖν χειρόγραφον ἡ συγκατάθεσις γέγονεν. τοῦτο οὖν τὸ χειρόγραφον ἐξήλειψε τοῖς δόγμασιν. ποίοις; τοῖς ἀπαλλάττουσι μὲν τῆς κατὰ νόμον πολιτείας, παρέχουσι δὲ τὴν ἐν χάριτι πολιτείαν. Ἐπειδὴ ὑπὲρ ἡμῶν ἐπολιτεύσατο, τὴν παρακοὴν λύων καὶ τὴν 324,col2 ἁμαρτίαν ἀναιρῶν, προσηνέχθη καὶ τὰς ἁμαρτίας ἡμῶν ἐβάστασεν. ταύτας δὲ ἀπολλὺς καθεῖλε τὴν δύναμιν τὴν διαβολικήν, ἀντὶ τοῦ εἰπεῖν ἐκδύσας τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἀπεκδυσάμενος, καὶ διὰ ταύτης τῆς ἐκδύσεως θριαμβεύσας καὶ παραδειγματίσας τὰς ἀντικειμένας δυνάμεις. ἐν ἑαυτῷ οὖν ἐκείνας ἀπεξεδύσατο, καὶ ἐκείνας ἐθριάμβευσεν δι' ὧν ἔπαθεν καὶ κατώρθωσεν. Kol 2,16–18α Μὴ οὖν τις ὑμᾶς κρινέτω. διδάσκει ὅτι ὁ νόμος κατήργηται, ἐξαλείψαντος τὸ καθ' ἡμῶν χειρόγραφον τοῦ Χριστοῦ. διδάσκει δὲ ὅτι καὶ ὁ πονηρὸς καταπέπτωκεν ἀπεκδυσαμένου τοῦ κυρίου καὶ παραδειγματίσαντος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας. παραγγέλλει λοιπὸν μηκέτι τούτοις ὑπακούειν τοῖς καταργηθεῖσι διὰ τῆς τοῦ Χριστοῦ ἐνεργείας· ὥστε μήτε Ἰουδαίοις, φησίν, ἀναπείθουσιν ὑμᾶς φυλάττειν τὰ ἐν τῷ νόμῳ ὑπάγεσθε. σκιὰ γὰρ ἦν ἐκεῖνα τοῦ σώματος τοῦ Χριστοῦ, ὅ ἐστιν ἡ ἐκκλησία. ἡ δὲ σκιὰ προτρέχει μὲν τοῦ σώματος, ὑπό325 στασιν δὲ δι' ἑαυτῆς οὐκ ἔχει. διό φησιν· νόμῳ μὴ ὑπακούετε. ἀλλὰ μὴν μηδὲ Ἕλλησι μετάγουσιν ὑμᾶς εἰς τὸ προσκυνεῖν ἀγγέλοις ἢ τοῖς στοιχείοις τοῦ κόσμου τούτου· ἐμβατεύουσι γὰρ ἃ μὴ ἑωράκασιν ἀπ' ἰδίου νοὸς καὶ ἀπ' ἰδίου λογισμοῦ καθαιρόμενοι. τὸ οὖν μή τις ὑμᾶς κρινέτω περὶ Ἰουδαίων εἴρηται, τὸ δὲ μή τις ὑμᾶς καταβραβευέτω περὶ Ἑλλήνων. φησὶ δέ· μηδεὶς ὑμῖν ἐπιβουλευέτω νικῶσιν ἤδη καὶ καταγωνιζομένοις τὸν πονηρόν. 324,col2 Ἅ ἐστι σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα Χριστοῦ. 325,col2 ὅτε

About this text

Severianus of Gabala, Fragmenta in epistulam ad Colossenses (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Severianus of Gabala’s Fragmenta in epistulam ad Colossenses — new OET from PG 65 Greek.

Witnesses

  • Copy-text PG 65 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.