Unit 2 rem early
Rem early: Unit 2; lemma and argument toward the thesis.
Greek
ἐγένετο ταῦτα, φησί, σκιὰ ἦν τῶν μελλόντων· ἡ δὲ σκιὰ προτρέχει τοῦ σώματος. ἐπειδὴ τοίνυν ἡ σκιὰ τὰ νόμιμα, τί τὸ σῶμα; οὐ σκιὰ τὰ Χριστοῦ. ἐλθόντος οὖν τοῦ σώματος, περιττὴ ἡ σκιά. Kol 2,18β Ποία ταπεινοφροσύνη; ἐν τῷ λέγειν ὅτι ἡμεῖς μὲν ταπεινοί ἐσμεν, ὁ δὲ θεὸς μέγας καὶ ὑπερβαίνων τὸ ὑφ' ἡμῶν θεραπεύεσθαι. ἐπεὶ οὖν μέχρις αὐτοῦ οὐ φθάνομεν, διὰ τῶν ἀγγέλων αὐτοῦ ἐξιλεούμεθα αὐτὸν καὶ προσαγόμεθα αὐτῷ. καὶ ἀνωτέρω δὲ ἔλεγεν· ὅς ἐστι κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας, καὶ νῦν φησιν· διὰ τί ἐπὶ τὰ στοιχεῖα καὶ ἀγγέλους ἔρχεσθε, καταλελοιπότες τούτων τὴν κεφαλήν, ὅπερ ἐστὶν ὁ Χριστός; Ἐπειδὴ ἔλεγον ὅτι ὁ θεὸς μέγας ἐστίν, ἀκατάληπτός ἐστιν, ἀόρατός ἐστιν, καὶ οὐ φθάνομεν ἐκεῖ. διὰ τοῦτο ἐπειδὴ οὐ χωροῦμεν τὸν μέγαν, διὰ τῶν ἀγγέλων προσαγόμεθα. καὶ ταύτην ταπεινοφροσύνην φησίν. Kol 2,19 Ἐντεῦθεν ἔδειξε τὸν σκοπὸν ὃν λέγομεν, ὅτι διὰ τὸ τινὰς παραινεῖν δι' ἀγγέλων προσάγεσθαι, διὰ τοῦτο ἐκινήθη. δεῖ, φησί, τῆς κεφαλῆς ἔχεσθαι· κεφαλὴ γάρ ἐστι τοῦ παντὸς ὁ θεὸς λόγος. τί οὖν ἀφεὶς τὴν κεφαλὴν κρατεῖς τὸ σῶμα; κἂν γὰρ ἁρμονίας ἔχῃ λόγον συναπτούσης 326 δύο μέλη ἢ πλείονα τῶν ἀγγέλων ἡ δύναμις. ἀλλ' οὖν ἀπὸ τῆς κεφαλῆς ἔρχεται εἰς πάντας ἡ ὠφέλεια, εἰς ἀγγέλους ὡς ἀγγέλους, εἰς ἀρχαγγέλους ὡς ἀρχαγγέλους, εἰς τὰ ὁρατὰ ὡς ὁρατά. θές μοι τὸν οὐρανὸν ἀντὶ κεφαλῆς εἶναι τῷ κόσμῳ, ἀντὶ ὀφθαλμῶν ἥλιον καὶ σελήνην, καὶ οὕτως ἕκαστον μέρος τοῦ κόσμου ἐν μελῶν τάξει συντιθείς, εὑρήσεις ἓν σῶμα τοῦ παντός. καὶ καθάπερ ψυχὴ ἐν σώματι καὶ σῶμα ψυχῆς, οὕτω τὰς ἀοράτους δυνάμεις ἐν τοῖς ὁρατοῖς. πάντων δὲ τούτων κυριωτέρα ἡ κεφαλή, ἀφ' ἧς ἡ ὠφέλεια εἰς ὅλον ἔρχεται τὸ σῶμα, ἐπιχορηγουμένη δηλονότι ἀπὸ τῆς κεφαλῆς. Kol 2,–22 Εἰ διὰ τοῦτο, φησίν, ἀποθνῄσκετε σὺν Χριστῷ, ὥστε μὴ τοῖς στοιχείοις τοῦ
About this text
Severianus of Gabala, Fragmenta in epistulam ad Colossenses (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s Fragmenta in epistulam ad Colossenses — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.