Fragmenta in epistulam ad Colossenses · §u02-rem-mid

Unit 2 rem mid

Rem mid: Unit 2; lemma continues; reading with the letter.

Greek

κόσμου τούτου προσκυνεῖν μήτε ἐμπολιτεύεσθαι, τί ἀνέχεσθε τῶν δογματιζόντων ὑμῖν κατὰ τὴν τοῦ κόσμου τούτου πολιτείαν ὡς κατ' αὐτὴν ζῶντες; τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε· μὴ γεύσῃ, μὴ θίγῃς, μὴ ἅψῃ· ἅ ἐστι πάντα εἰς φθορὰν τῇ καταχρήσει; ταῦτα ὡς δόγματα Ἑλληνικὰ ἐκτίθεται· παραγγέλλουσι γὰρ οὗτοι ἐν τῇ ἰδίᾳ πλάνῃ μηδὲ ἅπτεσθαι μηδὲ γεύεσθαι παντὸς ἐμψύχου. πάντα γὰρ ταῦτα ἐδόθη τοῖς ἀνθρώποις εἰς φθοράν, οἷον ἐπὶ τῷ φθείρειν αὐτὰ καὶ καταναλίσκειν ἐν τῇ ἀποχρήσει καὶ τῇ βίᾳ τοῦ βίου. μὴ οὖν ἅψῃ τῶν δοθέντων παρὰ τοῦ θεοῦ κατὰ τὰ αὐτῶν ἐντάλματα καὶ τὰς διδασκαλίας αὐτῶν. Kol 2,23 Ἀντὶ τοῦ ταῦτα φοβοῦ–λέγω δὴ τὸ μὴ ἅψῃ, μὴ γεύσῃ, μηδὲ θίγῃς–λόγον τινὰ ἔχειν δοκοῦντα, ἐπειδὴ ταπεινοφρονούντων ἐστὶ καὶ ἀφειδούντων σώματος τῷ ἐγκρατεύεσθαι ἀπὸ βρωμάτων καὶ μὴ τιμᾶν τῇ πλησμονῇ τὴν ἰδίαν σάρκα. ἀλλ' εἰ καὶ τὸ τῆς ἐγκρατείας καλόν, ἀλλὰ τὸ δεύτερον ἀσεβές· οὐ γὰρ μόνον ὡς κρείττους γαστρὸς ἀπέχονται, ἀλλὰ καὶ ὡς οὐκ ὀφείλοντες ἀδικεῖν τὰ ἔμψυχα, ἃ ἐδόθη εἰς φθορὰν τῇ τοῦ βίου ἀποχρήσει, καὶ μᾶλλον τοῦ θεοῦ ἐλεήμονες παρὰ τὰ ἄλογα εἶναι βούλονται. 327 Kol 3,3 Ἡ ζωὴ ἡμῶν κέκρυπται, ἀντὶ τοῦ ἡ μακαριότης τῆς αἰωνίου ζωῆς ἥτις πᾶσι φανερωθήσεται, ὅταν καὶ ἡ δόξα τοῦ Χριστοῦ φανερωθῇ ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ. Kol 3,5 Ὥσπερ πολλάκις σάρκα καλεῖ τὴν ἁμαρτίαν, οὕτω καὶ μέλη τῆς σαρκὸς νῦν καταριθμῶν πορνείαν λέγει καὶ ἀκαθαρσίαν καὶ τὰ ἑξῆς· ταῦτα γὰρ μέλη τῆς ἁμαρτίας. Kol 3,9–10 Παλαιὸν μὲν ἄνθρωπον λέγει τὸ φρόνημα τῆς ἁμαρτίας, μέλη δὲ τὰς πονηρὰς πράξεις· νέον δὲ ἄνθρωπον τὸ φρόνημα τὸ πνευματικόν, καὶ μέλη αὐτοῦ τὰς ἀγαθὰς πράξεις. Σάρκα καλεῖ τὴν ἁμαρτίαν, ἧς καὶ τὰ μέλη

About this text

Severianus of Gabala, Fragmenta in epistulam ad Colossenses (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Severianus of Gabala’s Fragmenta in epistulam ad Colossenses — new OET from PG 65 Greek.

Witnesses

  • Copy-text PG 65 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.