Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
δεικνύναι οτι οὐκ ἀνονήτως ὑπομένω δεσμούς, ἀπὸ τῆς ὑμετέρας πίστεως. Phil 2,7 Καὶ σχήματι εὑρεθεὶς ὡς ανθρωπος. τὸ ὡς οὐχ ὁμοιώσεώς ἐστιν ἀλλ' ἐπιτάσεως, οιόν ἐστι τὸ ὡς ἀγαθὸς ὁ θεὸς τῷ ̓Ισραήλ, καὶ ὡς ἠγάπησα τὸν νόμον σου, κύριε, ἀντὶ τοῦ πάνυ ἠγάπησα. Phil 2,16 ̓Αντὶ τοῦ προσέχοντες τῷ λόγῳ τῆς ζωῆς. καὶ τῷ Τιμοθέῳ δὲ γράφει· επεχε σεαυτῷ, ἀντὶ τοῦ πρόσεχε σεαυτῷ. Phil 3,8a Εἰ διὰ τὸν Χριστὸν ζημίαν ἡγεῖται, οὐκ ην κακά· ην γὰρ κέρδη. καὶ ηγημαι ειπεν· οὐ γὰρ ην ζημία, ἀλλὰ κατὰ παράθεσιν τῆς ὑπερβολῆς τῶν κρειττόνων ἡγεῖται ζημίαν. 314 Phil 3,8b Τὸ σκύβαλον μέρος ἐστι καλάμης, ἡ δὲ καλάμη καὶ ὁ στάχυς ποτὲ ἀπὸ τοῦ σπόρου.
About this text
Severianus of Gabala, Fragmenta in epistulam ad Philippenses (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s Fragmenta in epistulam ad Philippenses — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.