In epistulam i ad Corinthios · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT.

Greek

αὐτῷ παριστάν, τοῦτ' ἔστι τὴν εὐγλωττίαν, λέγει· καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἐπειδή ἐστι σοφία οὐ ῥημάτων ἀλλὰ γνώσεως θείας, πνεύματος καὶ δυνάμεως. ἐπειδὴ γὰρ καὶ λόγον σοφίας χορηγεῖ, ποιεῖ δὲ καὶ θαύματα τὸ πνεῦμα τὸ ἅγιον, εἶπεν· 232 ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως· τὸ γὰρ λεγόμενον οὔπω ἀπόδειξις, τὸ δὲ θαῦμα τὴν ἀπόδειξιν ἔχει. 231,ξολ2 ∆είκνυσιν ὅτι οὔτε δυναστείᾳ τινὶ ἀνθρωπίνῃ θαρσῶν ἐκήρυξεν· ἐν ἀσθενείᾳ γὰρ καὶ φόβῳ καὶ τρόμῳ καὶ ἐν τοῖς τοιούτοις ἦν ὡς ἐν διωγμοῖς ὢν καὶ θλίψεσιν. 232 1 Kor 2,5Ἐπειδὴ γὰρ μόνον λέγων οὐδὲν διήλαττε τῶν σοφίᾳ χρωμένων καὶ θαρσούντων ἑαυτῶν τῷ λόγῳ, δυνάμεις δὲ ποιῶν ἔδειξε τοῦ θεοῦ τὴν ἰσχύν, κἀκεῖθεν τὸ κήρυγμα, καλῶς ἐπήγαγεν· ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως, ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπου ἀλλ' ἐν δυνάμει θεοῦ. 1 Kor 2,6 Τοῦτ' ἔστιν οὐκ ἐν τοῖς ἐλλογίμοις, ἀλλ' ἐν τοῖς κατ' εὐσέβειαν τελείοις. ἐν τοῖς τελείοις δὲ εἶπεν, οὐ μὴν πρὸς τοὺς τελείους, ὅτι ὁ μὲν πρὸς τοὺς τυχόντας λαλῶν καὶ ἀντίρρησιν πολλάκις ἐκδέχεται, ὁ δὲ τοῖς τελείοις καὶ εὐσεβέσι τὸν σωτήριον λόγον εἰσηγούμενος ὡς ἐναποτιθέμενος καὶ ἀποθησαυρίζων αὐτῶν ταῖς ψυχαῖς τοὺς λόγους οὐ λαλεῖ. 1 Kor 2,7–8 Εἰ ἀπεκέκρυπτο, δῆλον ὅτι οὐ λογισμῶν ἦν τὸ ἐξευρεῖν αὐτήν, ἀλλ' ἀληθῶς θεοῦ ἦν τὸ ἀποκαλύπτειν. ἡ δὲ ἀπόδειξις τοῦ μὴ νοῆσαι, ἀντὶ τοῦ εἰπεῖν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. ἄρχοντας δὲ λέγει τοὺς περὶ Πιλάτον καὶἩρῴδην, κύριον δὲ τῆς δόξης τὸν σαρκωθέντα θεόν. 1 Kor 2,9Ἡ χρῆσις αὕτη τοῖς μὲν ῥητοῖς τούτοις ἐν τῇ παλαιᾷ οὐ φέρεται, ἑτέραις δὲ λέξεσι τὸ αὐτὸ σημαινούσαις·Ἡσαΐας γάρ φησιν· κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; καὶ τὴν γένεσιν αὐτοῦ τίς διηγήσεται; καὶ Μωϋσῆς· τὰ κρυπτὰ κυρίῳ τῷ θεῷ. τὸ δὲ κρυπτὸν τοῦ θεοῦ, δηλονότι καὶ ὀφθαλμὸν καὶ καρδίαν ἐλάνθανεν. Οὐ χρὴ μέντοι νομίζειν ὅτι ἀκρίτως ὁ θεὸς τοῖς μὲν ἀπεκάλυψεν τὸ μυστήριον, τοὺς δὲ εἴασεν ἐν ἀγνοίᾳ ἀπολέσθαι, ἀλλ' εἰδέναι δεῖ καὶ πεπεῖσθαι ὅτι τῇ προγνωστικῇ αὐτοῦ δυνάμει ἑκάστῳ τὸ κατ' ἀξίαν πρὸς τὸ συμφέρον μετρήσας παρεῖχεν· προορᾷ γὰρ ἑκάστου τὴν προαίρεσιν καὶ πρὶν γενέσθαι αὐτόν. 233 1 Kor 2,10 Βάθη τοῦ θεοῦ εἶπεν τὰς βαθυτάτας αὐτοῦ καὶ διαλανθανούσας ἡμᾶς οἰκονομίας. ∆ιὰ τούτων δείκνυσιν ὅτι ἐρευνᾷ, οὐχ ὡς ἀγνοοῦν ἀλλ' ὡς ἐπιστάμενον. ἐπειδὴ δὲ οἱ μὲν πνεῦμα νῦν τὸν πατέρα εἰρῆσθαί φασιν, οἱ δὲ τὸν υἱόν, ῥητέον πρὸς ἑκάτερα. τὸν μὲν οὖν πατέρα ἀδύνατον εἰρῆσθαι· λέγει γάρ· ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, οὐδεὶς δὲ ἐξ αὐτοῦ ἐστιν· εἰ γὰρ περὶ θεοῦ εἴρητο, ἐκ τίνος ὁ θεός; τὸν δὲ υἱὸν ὑποπτεύεσθαι μὲν ἐγχωρεῖ, εἶναι δὲ αὐτὸν περὶ οὗ ὁ λόγος οὐχ οἷόν τε· τίς γὰρ ἂν εἴποι τὸν θεὸν λόγον ἐρευνᾶν, ἵνα μάθῃ τὰ τοῦ θεοῦ; εἰ δὲ λέγοιεν διδάσκεσθαι τὸν υἱόν, πῶς ἀπὸ τῶν ἑξῆς οὐ συνεῖδον ὅτι ὡς ἀνθρώπου πνεῦμα τὰ ἐν αὐτῷ οἶδεν, οὕτως καὶ τὸ πνεῦμα τοῦ θεοῦ. χωρὶς δὲ τούτου δι' ὅλου τοῦ χωρίου τὸ πνεῦμα τὸ ἅγιον δείκνυται. Παρατηρητέον δὲ ὅτι τὸ μὲν πνεῦμα τὸ ἅγιον ἐκ θεοῦ φησιν εἶναι, τὸ δὲ ἀκάθαρτον οὐκ εἶπεν ἐκ τοῦ κόσμου ἀλλὰ τοῦ κόσμου· ὁ μὲν γὰρ παράκλητος οὐκ ἔστιν μέρος τοῦ θεοῦ, ὡς μέρος δὲ τῆς κτίσεως ὁ διάβολος κατὰ τὸ γεγενῆσθαι. τὸ δὲ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ θεοῦ. 1 Kor 2,11–13 Οὐχ ἵνα δείξῃ, ὡς ἐν ἡμῖν τὸ πνεῦμα ἡμῶν κρεῖττον ἡμῶν, οὕτως καὶ ἐν τῷ θεῷ τὸ πνεῦμα κρεῖττον αὐτοῦ, αὐτίκα εἰπών· τίς γὰρ ἀνθρώπων οἶδεν τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῶ; ἀλλὰ τί τὸ ἐν τοῦ θεοῦ; τὸ μὲν γὰρ ἐν αὐτῷ μέρος συμπληρωματικὸν τοῦ ὅλου ἀνθρώπου, τὸ δὲ ἐξ αὐτοῦ τὸ αἴτιον δείκνυσιν. παρατηρητέον δὲ ὅτι ὁ μὲν θεὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον δύο πρόσωπα, ἄνθρωπος δὲ καὶ τὸ πνεῦμα τὸ ἐν αὐτῷ οὐ δύο πρόσωπα ἀλλ' εἷς ἄνθρωπος. δεικνὺς τοίνυν τὴν ἀκριβῆ τῆς κατὰ τὴν γνῶσιν 234 πατρὸς καὶ πνεύματος ταυτότητα, τὴν γνῶσιν τοῦ ἐν ἡμῖν πνεύματος παρέβαλε τῇ γνώσει πατρὸς καὶ πνεύματος, ἵνα δειχθῇ, ὡς ἐν ἡμῖν ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ πνεύματι, τοῦτ' ἔστι τῇ ψυχῇ καὶ τῷ νῷ, οὐκ ἔστι διαφωνία ἑνώσεως, ἀλλ' οἴδαμεν ὃ οἴδαμεν, οὕτως καὶ ἐν πατρὶ καὶ ἁγίῳ πνεύματι οὐκ ἔστι διαφωνία γνώσεως ἀλλὰ ταυτότης. Ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν, πνεύματος δεδωκότος, τοῦ νοῦ κατειληφότος. Ἃ καὶ λαλοῦμεν. πάλιν ἕτερον δείκνυσιν· οὐ μόνον φησίν, οὐχ

About this text

Severianus of Gabala, In epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Severianus of Gabala’s In epistulam i ad Corinthios — new OET from PG 65 Greek.

Witnesses

  • Copy-text PG 65 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.