In epistulam i ad Corinthios

Severianus of Gabala · c. 400 · PG 65; In epistulam i ad Corinthios (Khazarzar) · Original English Translation

In epistulam i ad Corinthios Unit 1 opening§u01-open

u01-openUnit 1.

Lemma-led open — , ® Τοῦτο οὐχ ἁπλῶς προέθηκεν, ἀλλ ἵνα δείξῃ ὅτι θεοῦ θέλημα τὸ πάντας ἀπὸ Χριστοῦ λέγεσθα

Greek · §u01-open

Fragmenta in epistulam i ad Corinthios (in catenis) 1 Kor 1,1®2 Τοῦτο οὐχ ἁπλῶς προέθηκεν, ἀλλ' ἵνα δείξῃ ὅτι θεοῦ θέλημα τὸ πάντας ἀπὸ Χριστοῦ λέγεσθαι καὶ τὸ ἀποστόλους εἶναι.Ὁμοῦ μὲν ὡς γνώριμον τοῖς Korινθίοις ἑαυτῷ συντάττει, καὶ τὸν τῦφον τῶν ἐπὶ λόγοις ἐπαιρομένων καταστέλλει. Τὴν κακῶς γεγενημένην συνάπτει διαίρεσιν, μίαν ἐκκλησίαν καὶ θεοῦ τούτους ἀποκαλῶν· προτίθησι δὲ ἐν ΧριστῷἸησοῦ, οὐκ ἐν τῷ δεῖνι καὶ τῷ δεῖνι. Σκοπῆσαι δεῖ πῶς ἐν ὀλίγοις ῥητοῖς πολλάκις μέμνηται ΧριστοῦἸησοῦ, ἐξ αὐτῶν τῶν προοιμίων διδάσκων ὡς ἀπ' οὐδενὸς ἑτέρου ἢ ἀπὸ τοῦ κυρίου ἡμῶνἸησοῦ Χριστοῦ ὀνομάζεσθαι προσήκει, καὶ τὸ τραῦμα τὸ ἀπὸ τῶν μερισμῶν τῶν διαφόρων ἐπονομασιῶν τῇ συνεχεῖ τῆς μνήμηςἸησοῦ Χριστοῦ θεραπεύων. Ἡγιασμένοις ἐν ΧριστῷἸησοῦ. οὐκ ἄνθρωπός σε, φησίν, ἡγίασεν, ἀλλ' ὁ θεὸς ἐν Χριστῷ. Εἰ γὰρ ἄνθρωπον, φησίν, ἐπικαλῇ, ἀπὸ τούτου καλοῦ· εἰ δὲἸησοῦν Χριστόν, ἀπὸ τούτου ὀνομάζον ὃν ἐπικαλῇ. καλῶς δὲ τὸ σὺν πᾶσι τοῖς ἐπικαλουμένοις· οὐ γὰρ ὑμεῖς μόνοι, ἀλλὰ πάντες οἱ πανταχοῦ πιστεύοντες Χριστὸν ἐπικαλοῦσι, καὶ ἀπὸ τούτου ὀνομάζονται, οὐκ ἀπ' ἀνθρώπων. μὴ τοίνυν μόνοι ξενίσητε ἀσεβῆ καινότητα 226 ἐπεισάγοντες. καὶ οὐκ εἶπεν σὺν πᾶσι τοῖς καλοῦσι τὸ ὄνομα, ἀλλὰ τοῖς ἐπικαλουμένοις, θεὸν δεικνὺς τὸν υἱὸν τοῦ θεοῦ· θεὸν γάρ τις ἐπικαλεῖται. Ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν. εἰ πᾶς τόπος τὸνἸησοῦν Χριστὸν ἐπικαλούμενός ἐστιν, μιμεῖσθε τοὺς πολλούς, ἀλλὰ μὴ μόνοι ξένον τι ποιεῖτε παρὰ τοὺς ἄλλους. τὸ δὲ αὐτῶν τε καὶ ἡμῶν τῷ κυρίῳ συνήρμοσται, ἀντὶ τοῦ καὶ ἡμεῖς οἱ γράφοντες καὶ ὑμεῖς οἱ τῶν γραμμάτων ἀπολαύοντες, ἕνα Χριστὸν ἔχομενἸησοῦν. 1 Kor 1,3–6 Παρ' οὗ τὴν χάριν καὶ τὴν εἰρήνην ἔχετε, ἀπὸ τούτου ὀμομάζεσθε· αἱ γὰρ τούτων θέσεις παραλαμβάνουσαι καὶ πρὸ τῆς κατασκευῆς καὶ τῆς τῶν ἀγώνων γυμνασίας ἀπο...εισιν εἰς τὸ ζητούμενον. Καὶ τοῦτο οὐκ ἔλαττον εἰς τὴν τῶν προκειμένων ἐπανόρθωσιν· εἰ γὰρ ἡ χάρις ἀπὸ τοῦ κυρίου ἡμῶνἸησοῦ Χριστοῦ καὶ οὐκ ἀπ' ἀνθρώπων, ἀπὸ τούτου, φησίν, ὀνομάζεσθαι προσήκει.Ἐπιμένει τῷ αὐτῷ. εἰ γὰρ παρ' αὐτοῦ πλοῦτος, εἰ παρ' αὐτοῦ γνῶσις, διὰ τί τοῦ μὲν ὡς διδασκάλου τὸ ὄνομα ἑαυτοῖς ἐπιτίθετε, τοῦ δὲ ὡς βαπτίσαντος, τοῦ δὲ ὡς προϊσταμένου, ἑτέρου ὡς παρέχοντος; διόπερ προϊών φησιν· τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες, εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;Ἐν παντὶ λόγῳ. ἐπειδὴ λόγος σοφίας ἐστὶ καὶ λόγος γνώσεως καὶ πολλοὶ λόγοι χαρισμάτων, διὰ τοῦτό φησιν· ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. ἐπειδὴ καὶ τῆς γνώσεως διαφοραὶ πολλαί, καὶ πάσῃ γνώσει.Ἕλλησιν ἐγράφη τοῖς ὁμοῦ τὴν παλαιὰν καὶ τὴν καινὴν μὴ δεξαμένοις καὶ τὴν ἑκατέρωθεν γνῶσιν κτωμένοις· καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν. 1 Kor 1,8–9 Οἱ δεόμενοι βεβαιώσεως, ἀτελεῖς ἤδη. τοίνυν ἔδειξεν ὅτι δέονται διορθώσεως, εὐχαριστῶν μὲν ἐφ' οἷς ἔλαβον, διορθούμενος δὲ ἐφ' οἷς οὐκ ἐπλήρωσαν. Πιστὸς ὁ θεὸς δι' οὗ ἐκλήθητε. ἐπειδὴ εἶπεν· ὁ θεὸς βεβαιώσει, ἐπήγαγεν· πιστὸς ὁ θεός–ἀληθὴς γὰρ ὁ θεὸς ὁ ταῦτα παρασχεῖν δυνάμενος–δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ, οὐκ εἰς ἀνθρώπου κοινωνίαν, ἀλλ' εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ. διὰ τί καταλιπόντες τὸ ὀνομάζεσθαι ἀπὸ τοῦ υἱοῦ οὗ εἰς τὴν κοινωνίαν ἐκλήθητε, ἀπ' ἀνθρώπων ὀνομάζεσθε; πάλιν δὲ τὸ δι' οὗ ἐπὶ πατρὸς κεῖται, οὐ μόνον ἐπὶ υἱοῦ. καὶ οὐ καθαίρεσις τῷ πατρί, ἐπειδὴ δι' αὐτοῦ καλούμεθα εἰς κοινωνίαν 227 τοῦ υἱοῦ αὐτοῦ· οὐδὲ γὰρ ἐν τῇ πρὸςῬωμαίους γέγραπται ὅτι δι' αὐτοῦ καὶ ἐξ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα, ἤδη ὁ θεὸς διὰ μὲν τὸ ἐξ οὗ μείζων ἑαυτοῦ, διὰ δὲ τὸ δι' οὗ ἐλάττων ἑαυτοῦ ὥσπερ οὖν ἐπὶ τοῦ αὐτοῦ κείμενα προσώπου οὐ ποιεῖ τὸν αὐτὸν ἑαυτοῦ ἐλάττονα καὶ μείζονα, οὕτως οὐδὲ τὸν υἱὸν ἐλαττοῖ τὸ δι' οὗ ἐπ' αὐτῷ λεγόμενον.Ὅτε εἰς αὐτὸν τὸν ἀγῶνα ἀπήντησεν ὥστε πεῖσαι μὴ ἀπ'

Unit 1 rem early§u01-rem-early

u01-rem-earlyRem early: Unit 1; lemma and argument toward the thesis.

Greek · §u01-rem-early

ἀνθρώπων ὀνομάζεσθαι αὐτούς, ἀπ' αὐτῆς τῆς ἀρχῆς τῶν ἀγώνων τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ μέμνηται, ἀφ' οὗ προσήκει πάντας καλεῖσθαι. οὐ περὶ δογμάτων δὲ τὸ νῦν λεγόμενον, οὐδὲ περὶ τούτου μέμφεται αὐτοῖς, ἀλλὰ περὶ οὗ προείπομεν καὶ τὰ ἑξῆς δείκνυσιν. 1 Kor 1,13. 17α Μὴ συγκληρονόμους, φησίν, ἔχει Χριστὸς μεθ' ὧν ἐμερίσατο ὑμᾶς πιστεύοντας; οὐ γὰρ εἶπεν «ἐμερίσθη Χριστός;» ἀλλὰ μὴ ἐμερίσατο Χριστὸς μεθ' ὑμῶν; καὶ τοῦτο ἡ ἐπαγωγὴ δείκνυσιν· λέγει γάρ· μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ἡμῶν; ὁ ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἀποθανὼν Χριστός, ἡμῶν δὲ οὐδείς.Ἀπὸ τούτου δείκνυσιν ὅτι τινὲς ἀπὸ τοῦ βαπτίσαντος αὐτοὺς ὀνομάζεσθαι ἐβούλοντο. τοῦτο τὸ καλὸν ὃ καὶ προσέταξεν ὁ σωτήρ, καὶ σωτηρίαν φέρει, ἐμοί, φησί, βάρος ἐγίνετο, εἰ ἐμέλλετε ἀπ' ἐμοῦ τοῦ βαπτίσαντος καλεῖσθαι. πῶς δὲ νοήσομεν τὸ οὐκ ἀπέστειλέν με Χριστὸς βαπτίζειν ἀλλ' εὐαγγελίζεσθαι; ἐπεὶ βαπτίζει μὲν καὶ ὁ μὴ ἀπόστολος, τὸ δὲ τῆς ἀποστολῆς ἀξίωμα εἶχον ὀλίγοι, καὶ ἄνευ τοῦ εὐαγγελισθῆναι καὶ βαπτισθῆναι οὐκ ἐνῆν βαπτισθῆναι, φησίν· εὐαγγελίσασθαι ἀπεστάλην· τοῦτο γὰρ τὸ προηγούμενον, οὐ τὸ βαπτίσαι. λείπει οὖν ἐνταῦθα τὸ προηγουμένως οὐκ ἀπεστάλην βαπτίσαι. οὕτως καὶ ἀλλαχοῦ ὅταν λέγῃ· μὴ τῶν βοῶν μέλει τῷ θεῷ; οὐκ ἐπειδὴ οὐ μέλει· καὶ γὰρ ἐν τῷ νόμῳ περὶ βοῶν λέγει Μωϋσῆς, ἀληθῶς περὶ τῶν ὑπηρετουμένων τοῖς γεωργοῖς. φησὶ δὲ καὶ ὁ ∆αυίδ· ἀνθρώπους καὶ κτήνη σώσεις κύριε, ὡς ἐπλήθυνας τὸ ἔλεός σου ὁ θεός. λέγει δὲ καὶ Σολομῶν· οἰκτείρει δίκαιος ψυχὰς κτηνῶν αὐτοῦ, πόσῳ δὲ μᾶλλον ὁ θεός; ἀλλ' ὅ φησιν, τί ἐστιν; ὅτι προηγουμένως τῶν βοῶν οὐ μέλει τῷ θεῷ. καὶ ἐνταῦθα κατ' ἔλλειψιν ὡς καὶ τὸ οὐκ ἀπέστειλέν με Χριστὸς βαπτίζειν. 228 1 Kor 1,17 Μεταβαίνων ἐφ' ἕτερον ἔγκλημα καὶ ἐπ' ἄλλην διόρθωσιν ἐρχόμενος, οὐκ ἀποθέμενος τέλεον τὸ πρῶτον, προοιμίῳ κέχρηται τῷ δευτέρῳ· τὸ μὲν γὰρ οὐκ ἀπέστειλέν με Χριστὸς βαπτίζειν τοῦ πρώτου ἐγκλήματος ἦν, τοῦ ὅτι ἕκαστος ὑμῶν λέγει· ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲἈπολλώ, τὸ δὲ οὐκ ἐν σοφίᾳ λόγον ἀρχῆς ἑτέρας οἰκονομίας. τέθεικεν οὖν τὸ εὐαγγελίζεσθαι τέλος μὲν τοῦ πρώτου πράγματος, ἀρχὴν δὲ τοῦ δευτέρου. Ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ. ἐὰν γὰρ τῇ τῶν ἀνθρώπων συνέσει καὶ τῇ παιδεύσει τὸ κήρυγμα ἐπιγράφηται, ἡ δύναμις τοῦ σταυροῦ οὐ δείκνυται. 1 Kor 1,18–20 Ὁ λόγος ὁ τοῦ σταυροῦ. οὐ τὸ ῥῆμα λέγει οὐδὲ τὴν προφοράν, ἀλλὰ τὴν δύναμιν· τὸ μὲν γὰρ ἔργον ἀσθενὲς εἶναι φαίνεται, ἡ δὲ αἰτία ζητουμένη μέγα μυστήριον δείκνυται. Τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν. ἐπειδὴ τὸ Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία εἰς τὸν θεοῦ λόγον λαμβάνειν τινὲς βούλονται, ἐντεῦθεν παρατηρητέον ὅτι δύναμιν θεοῦ λέγει τοῦ σταυροῦ τὸν λόγον. Γέγραπται γάρ· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν. εἰ καὶ ἀξιόπιστος καθ' ἑαυτὸν διδάσκων ὁ ἀπόστολος–Χριστὸν γὰρ εἶχεν ἐν ἑαυτῷ λαλοῦντα–ἀλλ' οὖν κέχρηται καὶ τῇ μαρτυρίᾳ τῆς παλαιᾶς διαθήκης, ἰσχυροτέραν τὴν πληροφορίαν ἐργαζόμενος τῶν μαθητῶν. χρησάμενος δὲ τῇ μαρτυρίᾳ τῇ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, λοιπὸν ὡς ἐφ' ὡμολογημένοις ἐπεξέρχεται λέγων· ποῦ σοφός; ποῦ γραμματεύς; σοφὸςἙλλήνων, γραμματεὺς δὲ τῶνἸουδαίων. 1 Kor 1,21 ∆ύο σοφιῶν μέμνηται· μίας τῆς ἐν τοῖς δημιουργήμασι θεωρουμένης ἁρμονίας, ἑτέρας δὲ σοφίας καθ' ἣν λογικοὶ ὄντες οἱ ἄνθρωποι συνετοὶ τυγχάνοντες. ἐπειδὴ τοίνυν, φησί, διὰ τῆς προσούσης ἡμῖν συνέσεως οὐκ ἔγνωμεν τὸν θεόν, οὔτε διὰ τῆς ἐν τοῖς δημιουργήμασι θεωρουμένης σοφίας, εὐδόκησεν ὁ θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. μέγα ἐστὶν ὃ λέγει, οὐ δεικνυόμενον τοῖς ἁπλῶς παρατρέχουσιν· τὸ γὰρ δυνατὸν τοῦ θεοῦ καὶ πάνσοφον δείκνυσιν οὕτως. τὸ μέγεθος καὶ τὸ κάλλος τοῦ κόσμου, φησίν, ἀμέτρητον ὂν καὶ ἀνέφικτον, οὐκ ἔπεισεν ὑμᾶς ἐπιγνῶναι 229 τὸν θεόν, ἀλλ' ἀφέντες τὸν ποιήσαντα προσεκυνήσατε τούτοις δι' ὧν ἐχρῆν ἐπιγνῶναι τὸν ποιητὴν αὐτῶν. δεικνὺς ὑμῖν ὁ θεὸς τῆς ἑαυτοῦ δυνάμεως τὴν ὑπερβολήν, οὓς οὐκ ἔπεισε κτίσις ἀλλὰ καὶ ἔπληξε, διὰ τῆς ὁμολογουμένης ἀσθενείας τοῦ σταυροῦ κόσμον ἐφώτισεν. 1 Kor 1,22–25 ∆εικνὺς γὰρ τὴν ἀτοπίαν τῶν ἐν λογιότητι τεθαρσηκότων καὶ κοσμεῖν οἰομένων διὰ τῆς εὐγλωττίας τὴν εὐσέβειαν, φησὶν ὅτι οὐ μόνον σοφίαν τοῖςἝλλησι ζητοῦσιν οὐ χρὴ ἀποκρίνεσθαι, ἀλλ' οὐδὲ σημεῖα αἰτοῦσι τοῖςἸουδαίοις διδόναι. καὶ μὴν τὰ σημεῖα τοῦ πνεύματος, ἡ δὲ σοφία τῶν λόγων τῆς ἔξωθεν παιδείας. εἰ δὲ οὐδὲ τὰ τοῦ πνεύματος θαύματα αἰτοῦσι προσῆκεν ἤπου τε τὰ τῆς ἔξωθεν σοφίας– οὐ γὰρ

Unit 1 rem mid§u01-rem-mid

u01-rem-midRem mid: Unit 1; lemma continues; reading with the letter.

Greek · §u01-rem-mid

πειράζουσι διδόναι ἀλλὰ πιστῶς αἰτοῦσιν–, ὁ μέντοι λόγος ἐκβέβληται πάντη ὡς ἐπιβουλεύων τῇ δόξῃ τοῦ σταυροῦ. Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον καὶ τὰ ἑξῆς. δηλονότι Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν κατὰ τὸν τοῦ σταυροῦ λόγον φησίν, ὡς ἀνωτέρω· ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν. καὶ τὰ ἑξῆς δείκνυσι τοῦτο τρανότερον· μετὰ γὰρ τὸ φάναι· αὐτοῖς δὲ τοῖς κλητοῖς,Ἰουδαίοις τε καὶἝλλησιν, Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν, ἐπήγαγεν· διότι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν, καὶ τὸ 230 ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν. τίς δ' ἂν εἴποι τὸν θεὸν λόγον τὸ ἀσθενὲς τοῦ θεοῦ εἰρῆσθαι, καὶ μωρὸν τοῦ θεοῦ περὶ ἐσταυρωμένου Χριστοῦ τὸ λεγόμενον; θεὸς λόγος δυνατὸς ὡς ὁ πατήρ, οὐ δύναμις μέρος συμπληρωματικὸν τῆς οὐσίας τῆς πατρικῆς, ὁμοίως καὶ σοφός, ἐπειδὴ γὰρ ὅπερ οὐκ ἴσχυσεν ἡ ὁρωμένη κτίσις ἢ ἄγγελοι ἢ ἀρχάγγελοι κατιόντες οὐρανόθεν, πατριάρχαι καὶ προφῆται, νόμος ὁ διὰ Μωϋσέως, φωναὶ αἱ ἐκ μέσου τοῦ πυρὸς ἐνεχθεῖσαι πρὸς τὸν λαὸν διὰ τὸ μὴ συγχωρεῖν τὴν τῶν ἀγνωμονούντων προαίρεσιν, τοῦτο τοῦ σταυροῦ ἡ μωρία ἴσχυσεν. διὰ τοῦτο θεοῦ δύναμις καὶ θεοῦ σοφία Χριστὸς ἐσταυρωμένος, πάσης τῆς οἰκονομίας ἀνυτικώτερος καὶ πάσης τῆς κτίσεως ἀξιοπιστότερος. καὶ τοῦτο δὲ δύναμις τοῦ οἰκονομήσαντος καὶ κατορθώσαντος, ἐν τῷ μηδενὶ σώσαντος τοὺς ἀνθρώπους καὶ εἰς τὴν εἰς αὐτὸν πίστιν ἀγαγόντος. 229,ξολ2ἘπειδὴἸουδαῖοι τοῦ θεοῦ τὸ πνεῦμα πειράζουσιν, ἀλλὰ τοῖς πιστεύουσιν χαρίζεσθαι, οὔτε μὴνἝλλησι τῇ λογιότητι κατακοσμεῖν οἰομένοις τὴν εὐσέβειαν ἀποκρίνασθαι δεῖ, εἶτα διδάσκει πῶς δοκεῖ εἶναι μωρία τὸ κήρυγμα· ἐκεῖνοι μὲν γὰρ σημεῖα καὶ σοφίαν ζητοῦσιν, ἡμεῖς κηρύσσομεν Χριστὸν ἐσταυρωμένον θεοῦ δύναμιν καὶ σοφίαν, καὶ παρὰ τοῦ ἐσταυρωμένου σωτηρίαν τοῖς πιστεύουσιν ἐπαγγελλόμεθα. 230,ξολ2 Οὐ χρὴ τὸν θεὸν λόγον τὸ ἀσθενὲς τοῦ θεοῦ εἰρῆσθαι, ἀλλὰ τὸν σταυρὸν τοῦ Χριστοῦ· ὁ γὰρ λόγος δυνατὸς ὡς ὁ πατήρ, οὐ δύναμις ὡς μέρος συμπληρωτικὸν τῆς οὐσίας τοῦ πατρός. οὕτω δὲ καὶ ὁ υἱὸς σοφὸς ὡς ὁ πατήρ. ἐπειδὴ δὲ ὃ οὐκ ἴσχυσαν ποιῆσαι ἄγγελοι, οὐ νόμος, οὐ προφῆται, διὰ τὸ συγχωρεῖν τὸν θεὸν τῇ τῶν ἀγνωμόνων προαιρέσει, τοῦτο ἡ δοκοῦσα τοῦ σταυροῦ μωρία ἴσχυσεν, θεοῦ δύναμις καὶ σοφία Χριστὸς ἐσταυρωμένος κηρύσσεται, ὡς ἰσχυρότερος καὶ ἀνυστικώτερος ὠφθεὶς καὶ τοὺς πιστεύοντας σώσας. 1 Kor 1,26 Τὸ κατὰ σάρκα προσέθηκεν ἀντιδιαστέλλων τῷ πνεύματι, καὶ τὰ ἑξῆς ὁμοίως κατὰ κοινοῦ ἀποδιδούς. 1 Kor 1,29 Ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ, τοῦτ' ἔστιν ἵνα μὴ τοῖς οἰκείοις πλεονεκτήμασιν ἐπιγράψωσι τὸ κατόρθωμα τοῦ κηρύγματος. σὰρξ δὲ εἶπεν καὶ οὐ ψυχή, ἐξευτελίζων τὰ ἀνθρώπινα καυχήματα. διὰ τί δὲ ἐνώπιον αὐτοῦ καὶ οὐκ ἐνώπιον ἀνθρώπων; ὅτι τῇ ἐπὶ τῷ θεῷ καυχήσει ἀντετάττετο ἡ ἐπὶ τοῖς ἡμετέροις πλεονεκτήμασι καύχησις· ἃ γὰρ ἐχρῆν ἐπιγράφειν θεῷ, 231 ἐπέγραφον ἀνθρώποις. διὰ τοῦτο τὸ ἐνώπιον αὐτοῦ εἴρηκεν· καὶ γὰρ ἦν ἀσεβὴς ἡ καύχησις ἐνώπιον τοῦ πάντα ὁρῶντος γινομένη. ὅτι δὲ τὸ ἐνώπιον αὐτοῦ οὐκ ἐν τῇ παρουσίᾳ εἴρηκεν, αὕτη ἡ ὅλη ὑπόθεσις δείκνυσιν· δεῖ γὰρ τοῖς ἐπὶ λόγοις καυχωμένοις καὶ ἐπὶ τῷ βαπτίζειν καυχᾶσθαι, καὶ ἐφ' ἑτέροις τισὶν ποιεῖται τὸν λόγον. 1 Kor 1,30 Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε. πάντες ὁμοίως κατὰ τὸ σεσῶσθαί φασιν εἰρῆσθαι νῦν, οὐ κατὰ τὸν τῆς δημιουργίας λόγον, ὥς φησιν ἀλλαχοῦ· οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν. εἰ τοίνυν ἐξ αὐτοῦ, πῶς καυχησώμεθα ἐν ἰδίοις πλεονεκτήμασιν; τὸ δὲ ἐν ΧριστῷἸησοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις· οὐκ ἀνθρώπων σοφία ἔσωσεν–ἐπλανᾶτο γάρ–ἀλλ' αὐτὸς ἡμῖν σοφία γέγονεν εἰς θεογνωσίαν· οὐκ ἀνθρώπων σύνεσις ἥρπασεν, ἀλλὰἸησοῦς σταυρωθείς. οὐκ ἄνθρωποι ἀπελυτρώσαντο, ὥστε τὸ καύχημα ἀπὸ τοῦ σώσαντος γενέσθω, μὴ ἀπὸ τῶν σωθέντων. 1 Kor 2,3–4Ἐφοβούμην ἀεί, μὴ τῇ ἔξωθεν παιδεύσει ἐπαρθῆτε, αὐτίκα οὐκ ἐχρησάμην τῇ πειθούσῃ σοφίᾳ. ἐν ἀσθενείᾳ δέ, λέγει, τῇ ἀπὸ τῶν διωγμῶν–τοῦτο γὰρ πανταχοῦ ἔθος αὐτῷ λέγειν–ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ τὸ ἀσθενὲς ἐξ ὧν ἐδιωκόμην. ἐπεδεικνύμην τὸν φόβον καὶ τὸν τρόμον τὸν περὶ ὑμῶν, πάντα ἤμην ταπεινός, ἵνα ὑμεῖς τούτῳ διδαχθῆτε καὶ μὴ ἐπαίρησθε.Ἐπειδὴ εἶπεν· ὁ λόγος μου, ἵνα μὴ δόξῃ τὸ ἐναντίον

Unit 1 rem close§u01-rem-close

u01-rem-closeRem CLOSEOUT: Unit 1 CLOSEOUT.

Greek · §u01-rem-close

αὐτῷ παριστάν, τοῦτ' ἔστι τὴν εὐγλωττίαν, λέγει· καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἐπειδή ἐστι σοφία οὐ ῥημάτων ἀλλὰ γνώσεως θείας, πνεύματος καὶ δυνάμεως. ἐπειδὴ γὰρ καὶ λόγον σοφίας χορηγεῖ, ποιεῖ δὲ καὶ θαύματα τὸ πνεῦμα τὸ ἅγιον, εἶπεν· 232 ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως· τὸ γὰρ λεγόμενον οὔπω ἀπόδειξις, τὸ δὲ θαῦμα τὴν ἀπόδειξιν ἔχει. 231,ξολ2 ∆είκνυσιν ὅτι οὔτε δυναστείᾳ τινὶ ἀνθρωπίνῃ θαρσῶν ἐκήρυξεν· ἐν ἀσθενείᾳ γὰρ καὶ φόβῳ καὶ τρόμῳ καὶ ἐν τοῖς τοιούτοις ἦν ὡς ἐν διωγμοῖς ὢν καὶ θλίψεσιν. 232 1 Kor 2,5Ἐπειδὴ γὰρ μόνον λέγων οὐδὲν διήλαττε τῶν σοφίᾳ χρωμένων καὶ θαρσούντων ἑαυτῶν τῷ λόγῳ, δυνάμεις δὲ ποιῶν ἔδειξε τοῦ θεοῦ τὴν ἰσχύν, κἀκεῖθεν τὸ κήρυγμα, καλῶς ἐπήγαγεν· ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως, ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπου ἀλλ' ἐν δυνάμει θεοῦ. 1 Kor 2,6 Τοῦτ' ἔστιν οὐκ ἐν τοῖς ἐλλογίμοις, ἀλλ' ἐν τοῖς κατ' εὐσέβειαν τελείοις. ἐν τοῖς τελείοις δὲ εἶπεν, οὐ μὴν πρὸς τοὺς τελείους, ὅτι ὁ μὲν πρὸς τοὺς τυχόντας λαλῶν καὶ ἀντίρρησιν πολλάκις ἐκδέχεται, ὁ δὲ τοῖς τελείοις καὶ εὐσεβέσι τὸν σωτήριον λόγον εἰσηγούμενος ὡς ἐναποτιθέμενος καὶ ἀποθησαυρίζων αὐτῶν ταῖς ψυχαῖς τοὺς λόγους οὐ λαλεῖ. 1 Kor 2,7–8 Εἰ ἀπεκέκρυπτο, δῆλον ὅτι οὐ λογισμῶν ἦν τὸ ἐξευρεῖν αὐτήν, ἀλλ' ἀληθῶς θεοῦ ἦν τὸ ἀποκαλύπτειν. ἡ δὲ ἀπόδειξις τοῦ μὴ νοῆσαι, ἀντὶ τοῦ εἰπεῖν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. ἄρχοντας δὲ λέγει τοὺς περὶ Πιλάτον καὶἩρῴδην, κύριον δὲ τῆς δόξης τὸν σαρκωθέντα θεόν. 1 Kor 2,9Ἡ χρῆσις αὕτη τοῖς μὲν ῥητοῖς τούτοις ἐν τῇ παλαιᾷ οὐ φέρεται, ἑτέραις δὲ λέξεσι τὸ αὐτὸ σημαινούσαις·Ἡσαΐας γάρ φησιν· κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; καὶ τὴν γένεσιν αὐτοῦ τίς διηγήσεται; καὶ Μωϋσῆς· τὰ κρυπτὰ κυρίῳ τῷ θεῷ. τὸ δὲ κρυπτὸν τοῦ θεοῦ, δηλονότι καὶ ὀφθαλμὸν καὶ καρδίαν ἐλάνθανεν. Οὐ χρὴ μέντοι νομίζειν ὅτι ἀκρίτως ὁ θεὸς τοῖς μὲν ἀπεκάλυψεν τὸ μυστήριον, τοὺς δὲ εἴασεν ἐν ἀγνοίᾳ ἀπολέσθαι, ἀλλ' εἰδέναι δεῖ καὶ πεπεῖσθαι ὅτι τῇ προγνωστικῇ αὐτοῦ δυνάμει ἑκάστῳ τὸ κατ' ἀξίαν πρὸς τὸ συμφέρον μετρήσας παρεῖχεν· προορᾷ γὰρ ἑκάστου τὴν προαίρεσιν καὶ πρὶν γενέσθαι αὐτόν. 233 1 Kor 2,10 Βάθη τοῦ θεοῦ εἶπεν τὰς βαθυτάτας αὐτοῦ καὶ διαλανθανούσας ἡμᾶς οἰκονομίας. ∆ιὰ τούτων δείκνυσιν ὅτι ἐρευνᾷ, οὐχ ὡς ἀγνοοῦν ἀλλ' ὡς ἐπιστάμενον. ἐπειδὴ δὲ οἱ μὲν πνεῦμα νῦν τὸν πατέρα εἰρῆσθαί φασιν, οἱ δὲ τὸν υἱόν, ῥητέον πρὸς ἑκάτερα. τὸν μὲν οὖν πατέρα ἀδύνατον εἰρῆσθαι· λέγει γάρ· ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, οὐδεὶς δὲ ἐξ αὐτοῦ ἐστιν· εἰ γὰρ περὶ θεοῦ εἴρητο, ἐκ τίνος ὁ θεός; τὸν δὲ υἱὸν ὑποπτεύεσθαι μὲν ἐγχωρεῖ, εἶναι δὲ αὐτὸν περὶ οὗ ὁ λόγος οὐχ οἷόν τε· τίς γὰρ ἂν εἴποι τὸν θεὸν λόγον ἐρευνᾶν, ἵνα μάθῃ τὰ τοῦ θεοῦ; εἰ δὲ λέγοιεν διδάσκεσθαι τὸν υἱόν, πῶς ἀπὸ τῶν ἑξῆς οὐ συνεῖδον ὅτι ὡς ἀνθρώπου πνεῦμα τὰ ἐν αὐτῷ οἶδεν, οὕτως καὶ τὸ πνεῦμα τοῦ θεοῦ. χωρὶς δὲ τούτου δι' ὅλου τοῦ χωρίου τὸ πνεῦμα τὸ ἅγιον δείκνυται. Παρατηρητέον δὲ ὅτι τὸ μὲν πνεῦμα τὸ ἅγιον ἐκ θεοῦ φησιν εἶναι, τὸ δὲ ἀκάθαρτον οὐκ εἶπεν ἐκ τοῦ κόσμου ἀλλὰ τοῦ κόσμου· ὁ μὲν γὰρ παράκλητος οὐκ ἔστιν μέρος τοῦ θεοῦ, ὡς μέρος δὲ τῆς κτίσεως ὁ διάβολος κατὰ τὸ γεγενῆσθαι. τὸ δὲ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ θεοῦ. 1 Kor 2,11–13 Οὐχ ἵνα δείξῃ, ὡς ἐν ἡμῖν τὸ πνεῦμα ἡμῶν κρεῖττον ἡμῶν, οὕτως καὶ ἐν τῷ θεῷ τὸ πνεῦμα κρεῖττον αὐτοῦ, αὐτίκα εἰπών· τίς γὰρ ἀνθρώπων οἶδεν τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῶ; ἀλλὰ τί τὸ ἐν τοῦ θεοῦ; τὸ μὲν γὰρ ἐν αὐτῷ μέρος συμπληρωματικὸν τοῦ ὅλου ἀνθρώπου, τὸ δὲ ἐξ αὐτοῦ τὸ αἴτιον δείκνυσιν. παρατηρητέον δὲ ὅτι ὁ μὲν θεὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον δύο πρόσωπα, ἄνθρωπος δὲ καὶ τὸ πνεῦμα τὸ ἐν αὐτῷ οὐ δύο πρόσωπα ἀλλ' εἷς ἄνθρωπος. δεικνὺς τοίνυν τὴν ἀκριβῆ τῆς κατὰ τὴν γνῶσιν 234 πατρὸς καὶ πνεύματος ταυτότητα, τὴν γνῶσιν τοῦ ἐν ἡμῖν πνεύματος παρέβαλε τῇ γνώσει πατρὸς καὶ πνεύματος, ἵνα δειχθῇ, ὡς ἐν ἡμῖν ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ πνεύματι, τοῦτ' ἔστι τῇ ψυχῇ καὶ τῷ νῷ, οὐκ ἔστι διαφωνία ἑνώσεως, ἀλλ' οἴδαμεν ὃ οἴδαμεν, οὕτως καὶ ἐν πατρὶ καὶ ἁγίῳ πνεύματι οὐκ ἔστι διαφωνία γνώσεως ἀλλὰ ταυτότης. Ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν, πνεύματος δεδωκότος, τοῦ νοῦ κατειληφότος. Ἃ καὶ λαλοῦμεν. πάλιν ἕτερον δείκνυσιν· οὐ μόνον φησίν, οὐχ

In epistulam i ad Corinthios Unit 2 opening§u02-open

u02-openUnit 2.

Lemma-led open — εὑρίσκομεν ἐν λογισμοῖς τὰ ἀποκαλυφθέντα ἡμῖν, ἀλλὰ καὶ κηρύττομεν αὐτά, οὐ λόγοις καλλωπί

Greek · §u02-open

εὑρίσκομεν ἐν λογισμοῖς τὰ ἀποκαλυφθέντα ἡμῖν, ἀλλὰ καὶ κηρύττομεν αὐτά, οὐ λόγοις καλλωπίζοντες ἀλλὰ τὰ πνευματικὰ τοῖς πνευματικοῖς συγκρίνοντες, πνεύματος δυνάμει τὰς ἐκείνου ἀποκαλύψεις καὶ νοοῦντες καὶ ἐν τάξει κηρύττοντες. Πνευματικὰ πνευματικοῖς συγκρίνοντες· ὅταν γὰρ ἡ δευτέρα ἀποκάλυψις ἑρμηνεία ᾖ τοῦ προτέρου καὶ σαφήνεια, συγκρίνοντες οἱ δεχόμενοι τὰς ἀποκαλύψεις τὰ δεύτερα τοῖς πρώτοις, καὶ τὰ αὐτὰ εὑρίσκοντες πληροφορίαν μείζονα ἐλάμβανον τῆς ἀποκαλυφθείσης ἀληθείας. 233,ξολ2.Ὁ μὲν θεὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον πρόσωπά ἐστιν δύο, ἄνθρωπος δὲ καὶ τὸ πνεῦμα τὸ ἐν αὐτῷ οὐ δύο πρόσωπα ἀλλ' εἶς ἄνθρωπος. ἀλλὰ τοῦτο λέγει· ὥσπερ ἐν ἀνθρώπῳ οὐκ ἔστι διαφωνία γνώσεως, οὕτως καὶ ἐπὶ πατρὸς καὶ πνεύματος γνῶσις μία, ὥστε κατὰ τοῦτο οὐκ ἂν ὡς ἀγνοοῦν ἠρεύνησεν τὸ πνεῦμα. εἶτα πάλιν ἐπὶ μὲν τοῦ ἀνθρώπου εἶπεν τὸ πνεῦμα τὸ ἐν αὐτῷ, ἐπὶ δὲ τοῦ ἁγίου πνεύματος οὐκ εἶπεν τὸ ἐν τῷ θεῷ ἀλλὰ τὸ ἐκ τοῦ θεοῦ. διαφορὰ δὲ πολλὴ τοῦ τε ἐν αὐτῷ καὶ τοῦ ἐκ τοῦ θεοῦ· 234,ξολ2 τὸ μὲν γὰρ ἐν αὐτῷ συμπληρωτικόν ἐστι τοῦ ὅλου ἀνθρώπου, τὸ δὲ ἐξ αὐτοῦ τὸ αἴτιον δείκνυσιν.Ἀκριβῶς τὸ μὲν πνεῦμα τὸ ἅγιον ἐκ τοῦ θεοῦ εἶπεν ὡς ζῶσαν καὶ ἐνυπόστατον οὐσίαν, τὸ δὲ ἀκάθαρτον τοῦ κόσμου ὡς συμπληρωτικὸν αὐτοῦ τῆς οὐσίας· μέρος γὰρ τῆς κτίσεως αὐτοῦ ὁ διάβολος κατὰ τὸ γεγενῆσθαι. ὅμως οὐχ εὑρίσκομεν λογισμοῖς τὰ ἀποκαλυφθέντα ἡμῖν καλλωπίσαι, ἀλλὰ πνευματικοῖς πνευματικὰ συγκρίνομεν, ὅταν ἡ δευτέρα ἀποκάλυψις ἑρμηνεία καὶ σαφήνεια γένηται τοῦ πρώτου διδάγματος ἢ ὁράματος ἢ θαύματος· τὰ γὰρ δεύτερα τοῖς πρώτοις συγκρίνονται καὶ τὰ αὐτὰ εὑρίσκονται. πληροφορίαν μεγίστην λαμβάνομεν τῆς ἀληθείας ἐκ τῆς συμφωνίας. καὶ τοῦτο δὲ δηλοῖ τὸ συγκρίνοντες ἐξ ἐναντίου, καὶ τοῦτο διακρίνοντες καὶ χωρίζοντες· βέλτιον δὲ τὸ πρότερον. 1 Kor 2,14–15 Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος. ψυχικὸν λέγει τὸν στοιχοῦντα τοῖς οἰκείοις λογισμοῖς. 235 Μωρία γὰρ αὐτῷ ἐστιν. τοσοῦτον τὸ βάθος τῆς πνευματικῆς ἀποκαλύψεως ὡς τοῖς σοφοῖς τοῦ κόσμου τούτου μωρίαν φαίνεσθαι· οὕτως ἀχώρητος αὐτοῖς ἡ τοῦ θεοῦ ἀποκάλυψις. Τοῦ γὰρ ἁγίου πνεύματος χάρις δύναμιν ἐπιδεικνυμένη ἤλεγχε τὸν τεχνικόν, οὐ τεχνικῶς ἀλλ' ἰσχύϊ τῶν θαυμάτων. Οἱ πνευματικοὶ οὐ λογισμοῖς τοὺς λογισμοὺς ἀνατρέπουσιν, ἀλλὰ τὸν παρὰ τοῦ θεοῦ δεχόμενοι νοῦν καὶ τὴν ἐκεῖθεν ἀποκάλυψιν διαλέγονται, ὥστε ὁ ἀντιτασσόμενος οὐ λογισμοὺς ἐλέγχει, ἀλλ' ἐναντιοῦται τῇ τοῦ θεοῦ γνώσει. διὰ τοῦτό φησιν· τίς γὰρ ἔγνω νοῦν κυρίου, ὃς συμβιβάσει αὐτόν; ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, τοῦτ' ἔστι τὴν γνῶσιν. 234,ξολ2 Ψυχικὸν δὲ λέγει τὸν στοιχοῦντα τοῖς οἰκείοις λογισμοῖς ἢ τὸν νοσοῦντα τοῖς τῆς ψυχῆς λογισμοῖς καὶ μὴ ἐρρωμένον περὶ τὴν 235,ξολ2 γνῶσιν τῆς ἀληθείας, ὥσπερ καὶ σαρκικὸν λέγει τὸν νοσοῦντα περὶ τὰς σαρκικὰς ἐπιθυμίας καὶ ἡδονῶν δοῦλον. οὕτως οὖν ὁ ψυχικὸς οὐ δύναται δεκτικὸς εἶναι τῆς ἀληθείας, ἀλλ' οὕτως κεκάκωται τὴν ψυχὴν ὡς μωρίαν ἡγεῖσθαι τὴν οἰκονομίαν τοῦ θεοῦ καὶ τὴν χάριν. καὶ οὐ δυνάμενος γνῶναι ὅτι πνευματικῶς ἀνακρίνεται. ὁ ψυχικὸς ἄνθρωπος τεχνικοὺς ἐπιζητῶν λογισμοὺς ἐπὶ τοῦ σταυροῦ ὡς μωρὸν καὶ ἀπείθανον ἀπωθεῖται τὸ κήρυγμα, καὶ μὴ ἀποβλέπων πρὸς τὰς τοῦ πνεύματος θαυματουργίας οὐδὲ νοῆσαι ἔτι δύναται, ὅτι πρὸς τὴν ἀλήθειαν ἀντιτάττεται ὑπὸ τῆς τοῦ πνεύματος δυνάμεως καὶ θαυματουργίας ἀπελεγχόμενος· τὸ γὰρ ἀνακρίνεται δηλοῖ τὸ ἀκριβῶς καὶ ἐξητασμένως ἀπελέγχεται. ὁ δὲ πνευματικός, ὁ τετυχηκὼς πνεύματος δι' ὧν ἐπιδείκνυσι σημείων, ἀπελέγχει μὲν πάντα τὰ παρὰ τοῖς ἄλλοις ἐλέγχοντα κακῶς, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀπελέγχεται. εἶτα καὶ πιστούμενος τὸν λόγον τὰ ἐκ τῆς παλαιᾶς παρατίθησι καί φησιν. 1 Kor 2,16 Συμβιβάσει· διορθώσει. ἡμεῖς νοῦν ἔχομεν

Unit 2 rem early§u02-rem-early

u02-rem-earlyRem early: Unit 2; lemma and argument toward the thesis.

Greek · §u02-rem-early

Χριστοῦ τοῦ θεοῦ ἡμῶν. εἰ δὲ τὸν νοῦν τοῦ θεοῦ οὐ καταλαμβάνουσιν ἄνθρωποι γνῶναι, οὐκοῦν οὐδὲ τὸν ἡμῶν τῶν ἐχόντων νοῦν καὶ σοφίαν θεοῦ. 1 Kor 3,1–3 Οἱ ἄπιστοι ταῖς θαυματουργίαις μᾶλλον ἕπονται· διὸ ὑμῖν λόγον εἶπον, οὐ μὴν τὴν τελείαν σοφίαν τὴν ἀποκεκρυμμένην, τὴν περὶ τοῦ πάθους οἰκονομίαν ἣν τέλειοι μόνοι πιστεύοντες καταδέχονται. 236 ἔτι τὴν περὶ τῶν ἠθικῶν διδασκαλίαν καὶ τὸ διὰ τῶν σημείων πιστεῦσαι τροπικῶς γάλα καλεῖ, βρῶμα δὲ τὴν τῶν θείων δογμάτων ἀπαγγελίαν. δύναται δὲ γάλα εἶναι καὶ τὰ ἐλαφρὰ παραγγέλματα, τὸ τιμᾶν πατέρα καὶ τὴν μητέρα, καὶ οὐ μοιχεύσεις καὶ τὰ ὅμοια, καὶ δεῦρο ἀκολούθει μοι. εἶτα εἰπών· σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε, τοῦτο λέγει τὰ ἐν ἀνθρώποις τιμᾶτε καὶ οὐ τὰ τοῦ θεοῦ ζητεῖτε. 1 Kor 3,5Ἀντὶ τοῦ ἴσοι κατὰ τὴν διακονίαν. 1 Kor 3,6–10 Τὰ μὲν ὡς ἐπὶ γεωργίας εἴρηται αὐτῷ, τὰ δὲ ὡς ἐπὶ οἰκοδομῆς. αὐτὸς δὲ ἔφη πεφυτευκέναι καὶ τὴν ἀρχὴν δεδωκέναι καὶ θεμέλιον καταβεβληκέναι θεοῦ. Παρεγγυᾷ τοῖς μετ' αὐτὸν οἰκοδομοῦσι τῷ θεμελίῳ, ὅπως μὴ παρέργου τὴν οἰκοδομὴν ποιήσωνται. θεμέλιον δὲ λέγει τὴν πίστιν καὶ τὸ κήρυγμα. 1 Kor 3,11–15 Οὐ τῆς κτίσεως λέγεται θεμέλιος ὁ Χριστός, ὡς ψευδόμενοι οἱἈρειανοὶ διϊσχυρίζονται, ἀλλὰ τῆς πίστεως· ἐκηρύχθη γὰρ ὁ Χριστός, καὶ πᾶσα ἡ οἰκοδομὴ ἐπὶ τοῦτον γίνεται τὸν θεμέλιον. καὶ οἱ μὲν διδάσκοντες μίαν πίστιν κηρύττουσιν καὶ τὸν εὐαγγελικὸν βίον καταγγέλλουσιν, ἡμῶν δέ ἐστιν ἑαυτοὺς ἢ λίθους ποιεῖν τιμίους ἢ ξύλα ἢ χόρτον ἢ καλάμην. ὅταν οὖν εἴπῃ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ, οὐ κατὰ τὸν βίον, ἀλλὰ κατὰ τί; θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον. ὁ διδάσκων τὸν Χριστὸν καταγγέλλει καὶ τὰ παραγγέλματα αὐτοῦ δίδωσιν· λοιπόν ἐστιν ἀφομοιωθῆναι ἢ χρυσῷ διὰ τὴν καθαρότητα, ἢ χόρτῳ διὰ τὴν ἀσθένειαν. ἐὰν οὖν παραγγείλῃ ὅτι ἕκαστος βλεπέτω καὶ τὰ ἑξῆς, πρὸς τοὺς βουλομένους ἐπονομάζεσθαι ἀπὸ τῶν βαπτιζόντων ἢ διδασκόντων. Εἴ τινος τὸ ἔργον μένει ὃ ἐπῳκοδόμησεν, ὁρᾷς ὅτι καλὸν οἰκοδομεῖ ὁ οἰκοδομῶν· ἐκεῖνο δὲ οὐ μένει κατὰ μεταβολὴν ἐνίοτε χείρονος προαιρέσεως. εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός. 237 ὑπερβατόν ἐστιν· οὕτως γὰρ ἀναγνωστέον· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός, ἀντὶ τοῦ οὕτως κατακαυθήσεται καὶ ζημιωθήσεται ὡς διὰ πυρός, αὐτὸς μέντοι σωθήσεται· οὐ γὰρ παρ' αὐτὸν γεγένηται ἡ ἐπὶ τὸ χεῖρον παρατροπή. Καθ' ὑπερβατὸν εἴρηται, ἵνα ᾖ οὕτως· εἴ τινος τὸ ἔργον μένει, μισθὸν λήψεται, αὐτὸς δὲ σωθήσεται. εἴ τινος τὸ ἔργον καυθήσεται, ζημιωθήσεται καὶ καυθήσεται ὡς διὰ πυρός. πῶς δὲ αὐτὸς σωθήσεται, ἐὰν τὸ ἔργον αὐτοῦ κατακαῇ ὃ οἰκοδόμησεν; οὕτως δὲ ὡς διὰ πυρὸς κρινομένου αὐτοῦ, μή τι παρέλιπε τῶν εἰς διόρθωσιν ἡκόντων ἢ ὑπόμνησιν τῶν ἁμαρτανόντων κατὰ τὸνἸεζεκιήλ. 1 Kor 3,16–18 Πάλιν μεταβαίνει ἐπὶ τοὺς θαρσοῦντας τῇ ἑαυτῶν σοφίᾳ. ὅτι δὲ ναοὺς μὲν τοῦ θεοῦ λέγει τοὺς πιστεύοντας, φθείρειν δὲ τὸν ναὸν τοῦ θεοῦ λέγει. τοὺς λόγοις θαρσοῦντας, τὰ ἑξῆς δηλώσει. εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, γενέσθω μωρός. διὰ τί οὖν φθείρει τὸν ναὸν ὁ θαρσῶν τῇ ἔξωθεν σοφίᾳ; εἰ θεοῦ ναὸς εἶ, ἐκεῖνον ὀφείλεις ἔχειν διδάσκοντα καὶ ἀποκαλύπτοντα· εἰ δὲ ἀφεὶς τὸν ἐνοικοῦντα τῇ σῇ συνέσει κέχρησαι, οὐκέτι ναὸν ποιεῖς τὸν ναὸν ἀλλὰ φθείρεις αὐτόν. εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν, τοῖς πλησσομένοις καὶ βλαπτομένοις ὑπὸ τῆς ἔξωθεν παιδείας· διεστείλατο γὰρ εἰπὼν ἐν ὑμῖν. Τοὺς κατηχθέντας καὶ δεξαμένους τὸν λόγον τῆς γνώσεως ἐν ἑαυτοῖς καὶ μὴ παρασαλευθέντας καὶ τὴν διδαχήν, τοῦ ἁγίου πνεύματος ναοὺς ὀνομάζει καὶ οἴκους ἀκινήτους τοῦ ἐνοικήσαντος πνεύματος· τοὺς δὲ πράξαντάς τι τῆς τοῦ πνεύματος ἐνεργείας ἄξιον, τούτους πνευματικοὺς καλεῖ, ὥσπερ ῥητορικοὺς καὶ τεχνικούς φαμεν τοὺς τῆς τέχνης καὶ τῆς ῥητορικῆς ποιησαμένους ἐπίδειξιν. οἱ οὖν ἑτέραν διδασκαλίαν ἐκ τῆς ἔξωθεν σοφίας παραδεχόμενοι, οὗτοι ἔφθειραν ἑαυτῶν τὸν λογισμὸν παραχαράττοντες τὴν πίστιν τὸν τοῦ πνεύματος ναόν. διὸ ἀπειλεῖ τούτους ὑπὸ θεοῦ διαφθαρήσεσθαι, ὅτι καταλιπόντες τὸν ἐνοικοῦντα διδάσκαλον περὶ τὴν ἔξω σοφίαν ἐπλανήθησαν ἱκανὴν οὖσαν πρὸς ἐφόδιον ἀπάτης. 238,ξολ2 ∆ι' ὧν τὴν σοφίαν τοῦ κόσμου τούτου ἀπαγορεύει οὖσαν ἱκανὴν πρὸς ἀπάτην, διεστείλατο τοὺς πληττομένους τῷ ἐλέγχῳ. 1 Kor 3,21–23 Παραγγείλας μὴ προσδέχεσθαι τὴν ἔξω σοφίαν, διδάσκει μήτε ἐπὶ σοφοῖς ἀνθρώποις καυχᾶσθαι·

Unit 2 rem mid§u02-rem-mid

u02-rem-midRem mid: Unit 2; lemma continues; reading with the letter.

Greek · §u02-rem-mid

εὐτελὴς γὰρ αὕτη ἡ καύχησις ὅπου πάντα ἐστὶν ὑμῶν, καὶ οἱ ἀπόστολοι–διὰ γὰρ τοὺς ὠφελουμένους ἀπεστάλησαν–, καὶ ὁ κόσμος ὑμῶν δι' οὓς γέγονε πρὸς ἀπόλαυσιν, καὶ ἡ ζωὴ ὑμῶν ὡς σωζομένων, καὶ ὁ θάνατος– εἰ μὴ γὰρ ἦν τὰ τοῦ θανάτου φοβερά, οὐκ ἂν τὰ τῆς μελλούσης ζωῆς προετιμήθη–· κατὰ τὸν αὐτὸν γὰρ λόγον εἴρηται τὰ ἐνεστῶτα καὶ μέλλοντα· οἱ γὰρ τῶν ἐνεστώτων καταφρονοῦντες ὡς προσκαίρων τῶν μελλόντων ἐπιτυγχάνουσιν. πάντα οὖν τὰ προειρημένα ὑμῶν, ὅτι καὶ ὑμεῖς Χριστοῦ γεγόνατε, καὶ οἱ τῷ Χριστῷ προσοικειώμενοι ἀρέσκονται θεῷ. Πάντα ὑφ' ὑμῶν. πῶς καὶ τίνα τρόπον; ὅτι καὶ ὑμεῖς Χριστοῦ γεγόνατε, καὶ ἵνα δείξῃ ὅτι οἱ τῷ Χριστῷ προσοικειώμενοι ἀρέσκονται θεῷ, ἐπήγαγεν· Χριστὸς δὲ θεοῦ. 1 Kor 4,1Ἀρκεῖ μὲν ἡμῖν τὸ ὡς ὑπηρέτας Χριστοῦ τιμᾶσθαι, τὸ δὲ ἀφ' ἡμῶν τινας ὀνομάζεσθαι φορτικόν. 1 Kor 4,2Ὑμεῖς μὲν ὡς ὑπηρέτας θεοῦ ὁρᾶτε ἡμᾶς, τίς δὲ ὑπηρέτης πιστός, μὴ ὑμεῖς ζητεῖτε–τοῦτο γὰρ ἐν ὑμῖν κινδυνεύεται–καὶ οὔτε ἄξιον τοὺς διδασκάλους κρίνεσθαι ὑπὸ τῶν μαθητῶν. διὰ τί δὲ ταῦτά φησιν; ἐπειδὴ συνεῖδέν τινας μὲν τῶν διδασκάλων ἀναξίους τιμωμένους ὑπ' αὐτῶν, τοὺς δὲ ἀξίους περιορωμένους, ὅθεν καὶ προεώρα σχίσματα ἐν αὐτοῖς ἐσόμενα. διὸ καὶ σφοδρότερον ἐγκαλεῖ σπεύδων καταστεῖλαι τὸ πάθος. 1 Kor 4,3Ἵνα δὲ μὴ δόξῃ ὡς καταφρονηθεὶς ὑπερόπτως ταῦτα λέγειν, μονονουχὶ τοῦτο λέγει· μὴ νομίσητε ταῦτά με ὑπὲρ ἐμαυτοῦ ἀποστέλλειν· οὐ γὰρ οὕτω πολιτεύομαι ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ· ἀνάξιον γὰρ τοῦτο ἡγοῦμαι ὡς πρὸς ὑμᾶς καὶ πάντα ἄνθρωπον. ἀνθρωπίνην 239 δὲ ἡμέραν τὸν ἄνθρωπον καλεῖ, τὸ πρόσκαιρον καὶ ἐφήμερον τῆς τῶν ἀνθρώπων ζωῆς δηλῶν. εἶτα ἐπειδὴ μέγα δοκεῖ εἶναι τὸ εἰπεῖν οὐδὲν ἐμαυτῷ σύνοιδα, ἐπήγαγεν ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι· ἔστι γὰρ κατ' ἄγνοιαν πταίσαντα μὴ πλήττεσθαι τὸ συνειδός. ἔπειτα οὐ τὸ μὴ ποιεῖν φαῦλον δικαιοῖ, ἀλλὰ τὸ κατορθοῦν ἀρετὴν τελειοῖ. εἰκὸς δὲ ὅτι καὶ μετριοπαθῶν εἶπεν τοῦτο· μὴ οὖν φρονεῖτε μείζονα ἢ καθ' ὑμᾶς, ἀλλ' ἀναμένετε τὸν κριτήν. 1 Kor 4,5 ∆ι' ὅλου ἔχεται τοῦ σκοποῦ σωφρονίζων τοὺς βουλομένους ἀπὸ μὲν τοῦ δεῖνος ὀνομάζεσθαι, ἀπὸ δὲ τοῦ δεῖνος μὴ ὀνομάζεσθαι· τοῦτο γὰρ κρινόντων ἐστὶν τόν τε ἄξιον καὶ μὴ ἄξιον. μὴ οὖν φρονεῖτε μείζονα ἢ καθ' ὑμᾶς, ἀλλ' ἀναμένετε τὸν κριτήν· ὑμᾶς μὲν γὰρ καὶ πεπλασμένον ἦθος ἀπατᾶν ἐγχωρεῖ, τὸν δὲ φωτίζοντα τὰ κρυπτὰ τοῦ σκότους οὐκ ἄν τι τῶν κεκρυμμένων διαλάθοι. ταῦτα δὲ εἶπεν, ὡς ὅτι πολλὰ παρ' αὐτοῖς κατ' ἀπάτην ἐγίνετο καὶ ἀνάξιοι ἐτιμῶντο. Οἱ τιμώμενοι οὐ πάντως ἦσαν καλοί, ἀλλ' ἕως σχήματος ἐπεῖχον τὴν ἀρετήν, παρεωρῶντο δὲ οἱ φύσει καλοί· οὐ γὰρ ἂν ταῦτα εἶπεν. 1 Kor 4,6 Ἑαυτὸν καὶἈπολλῶ παράγει σιωπήσας τὰ πρόσωπα τῶν ἀπαιτούντων τιμᾶσθαι καὶ ἀπ' αὐτῶν ὀνομάζεσθαι τοὺς μαθητάς, ἵνα τύπον καὶ ἀκολουθίαν ἀφ' ἡμῶν λάβητε μετρίως προσφέρεσθαι τοῖς διδασκάλοις. καὶ μὴ ὑπὲρ ἃ γέγραπται φρονεῖτε περὶ ἡμῶν, ἀλλὰ λογίζεσθε ἡμᾶς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ, καὶ μὴ τοὺς μὲν τῶν διδασκάλων ἀτιμάζετε, τοὺς δὲ τιμᾶτε. Σαφέστερον ἐν τούτοις ἤλεγξεν αὐτῶν τὴν γνώμην· ὁ γὰρ ὀνομαζόμενος ἀπὸ τοῦ δεῖνος, τὸν δεῖνα δὲ περιορῶν, ὑπὲρ ἐκείνου μὲν ἐφυσιοῦτο, κατ' ἐκείνου δὲ εἶχεν τὴν φυσίωσιν. 1 Kor 4,7 Σὲ τὸν βουλόμενον ἀπὸ τοῦδε καλεῖσθαι ἢ τόνδε καταλιμπάνειν, τίς διακρίνει; οὐχὶ ἀναμένεις τὸν κριτήν; σὺ ὁ ὑπακούων ἀνα240 μένεις τὸν κριτήν, καὶ τὸν διδάσκαλον τῇ σῇ κρίσει ὑποβάλλεις; 239,ξολ2 Σὲ τὸν λαϊκὸν τίς διακρίνει ἐφ' οἷς ἢ φρονεῖς ἢ πράττεις, ὅτι σὺ ἑτέρους διακρίνειν τολμᾷς, καὶ ταῦτα διδασκάλους; οὐχὶ ὁ κύριος; 240,ξολ2 εἰ οὖν σὺ ὁ μαθητὴς τὸν κύριον ἀναμένεις κριτήν, πῶς τὸν διδάσκαλον τῇ σῇ ὑποβάλλεις κρίσει, τὸν μὲν ἄξιον λέγων, τὸν δὲ ἀνάξιον; ∆ιὰ τί νομίζεις ἔχειν πλεονέκτημα ὃ μήτε ἔχεις μήτε εἴληφας; λέγει δὲ τὴν ὑπερβάλλουσαν σύνεσιν δι' ἧς καὶ δυνατὸν καὶ διδασκάλους κρίνειν καὶ δοκιμάζειν. Εἰ καὶ ἔλαβες τὴν σύνεσιν ἀπὸ θεοῦ, δεῖ τῷ θεῷ τῷ δεδωκότι αὐτὴν δόξαν προσάγειν, οὐ μὴν ἐπὶ σαυτῷ μέγα φρονεῖν καὶ ἐπαίρεσθαι ὡς οἰκεῖον προβαλλόμενον πλεονέκτημα. 1 Kor 4,8 Οὐχ ὅτι οὕτως εἶχε τὰ κατ' αὐτούς, ἀλλὰ δείκνυσιν ὅτι οὕτω διέκειντο ψευδῆ περὶ ἑαυτῶν δοξάζοντες, καὶ ᾤοντο πάσης πεπληρῶσθαι γνώσεως ὡς λοιπὸν καὶ διδασκάλους κρίνειν. ἤδη προσKorῆ γέγονεν ὑμῖν τὰ χαρίσματα καὶ οὐκ ἀεὶ ποθητά. τὸ δὲ χωρὶς ἡμῶν δηλοῖ μηδέπω βασιλευσάντων ὑμεῖς ἔφθητε βασιλεῦσαι, τὸ δὲ καὶ ὄφελόν γε διὰ μέσου

Unit 2 rem close§u02-rem-close

u02-rem-closeRem CLOSEOUT: Unit 2 CLOSEOUT.

Greek · §u02-rem-close

θεὶς τὴν περὶ αὐτοῦ διάθεσιν δείκνυσιν· εἶτα εἰπὼν ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν, ἐμφαίνει ὅτι τὰ ἐκείνων κατορθώματα ἴδια λογίζεται ἀγαθά. οὐκ ἀπεικὸς καὶ ὡς ἐν ἐρωτήσει ἀναγινώσκειν τὸ ἐβασιλεύσατε καὶ ἐπλουτήσατε, ἵνα ᾖ ἐν ἤθει τὰ εἰρημένα τῷ ἤδη κεKorασμένοι ἐστέ. 1 Kor 4,9Ὡς ὁρῶ γάρ, ἐὰν ὑμεῖς ἐπλουτήσατε καὶ ἐβασιλεύσατε χωρὶς ἡμῶν, ἡμεῖς ἔσχατοι καὶ ἐπιθανάτιοι γεγόναμεν οἱ πάντα ὑποστάντες. Ἀνθρώποις μέν, φησίν, ὡς ὁρῶσι τὰ ἡμέτερα κακά, ἀγγελικοῖς δὲ ὡς θαυμάζουσι τὰς ἡμετέρας ἐνστάσεις. 1 Kor 4,10Ὅμοια καὶ ταῦτα. οἱ διδάσκοντες ὑμᾶς ἐν καταφρονήσει καὶ εὐτελείᾳ ὡς καὶ μωροὶ νομίζεσθαι τῷ κόσμῳ, ὑμεῖς δὲ οἱ διδασκόμενοι ἐν πλούτῳ ἤδη καὶ τιμαῖς Χριστοῦ εἶναι βούλεσθε. ταῦτα δὲ λέγει 241 1 Kor 4,8– δεικνὺς ὅτι ἐν τοῖς πνευματικοῖς χαρίσμασιν οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον. 1 Kor 4,11–13Ἡμεῖς πάντα διὰ τὸν Χριστὸν ὑπομένομεν καὶ μέχρι νῦν ταπεινοῦμεν ἑαυτούς. καὶ πῶς δυνατὸν ὑμᾶς ἐν σαρκὶ ζῶντας προτιμᾶσθαι παρὰ θεῷ τῶν καμνόντων, τῶν διωκομένων, τῶν λοιδορουμένων, τῶν κολαφιζομένων; παιδεύει δὲ διὰ πάντων τούτων πῶς δεῖ τὸν Χριστιανὸν εἶναι καὶ ταπεινοῦν ἑαυτόν.Ἀντὶ τοῦ ἀποψήγματα. ὥσπερ ἀποσαρώματα καὶ κόπρος ἐξ οἴκου ἀποκαθαρθέντος ληφθεῖσα γεγόναμεν, ἀπὸ πάντων εὐτελιζόμενοι, καί ἐσμεν πάντων ἀποκαθάρματα πᾶσιν ἀνθρώποις ὑποτιθέντες ἑαυτοὺς διὰ Χριστόν. περίψημα δὲ λέγεται τὸ σάβανον ὃ τοὺς ἱδρώτας τοῦ κάμνοντος ἀποψήχει καὶ ἀπομάσσεται τὴν κάκωσιν τὴν ἐπικειμένην. 1 Kor 4,14Ἰσχυρῶς διὰ τῶν πρώτων καθαψάμενος διὰ τούτων παραμυθεῖται, ἵνα διὰ τῶν στυπτικῶν καὶ γλυκέων κεράσῃ τῆς σωτηρίας τὴν δύναμιν. ἐντρέπων, διατρέπων. 1 Kor 4,15 Εἰπὼν ἑαυτὸν πατέρα, ἐκείνους δὲ παιδαγωγοὺς ἀφ' ὧν ἐκαλοῦντο, δείκνυσιν ὅτι γνησιωτέραν ἔχει τῶν ἄλλων περὶ αὐτοὺς διάθεσιν, καὶ ὡς ὑπὸ πατρὸς νουθετούμενοι ἀγανακτεῖν οὐκ ὀφείλουσιν. 1 Kor 4,16Ἐν τῷ μὴ ὑπερφρονεῖν τινων καὶ ἐπαίρεσθαι μιμηταί μου γίνεσθε, καὶ ἐν τῷ μὴ ἀπό τινος καλεῖσθαι ἀλλ' ἀπὸ Χριστοῦ. 1 Kor 4,18–Ὁρᾷς ὅτι ἐκεῖνα τὰ λεγόμενα αὐτῷ, τὸ ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δυνατοί, καὶ τὰ ἄλλα πάντα, πρὸς τὸ πεφυσιῶσθαί τινας 242 ἐλέγετο καὶ ἐπῆρθαι. Ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν. δι' ὧν φησιν καὶ ἐλέγχει ἰσχυρῶς, καὶ μαρτυρεῖ αὐτὸς ἐπιτηδειότητα πρὸς ἐπανόρθωσιν τῷ τὴν παρουσίαν ἑαυτοῦ ἀπειλεῖν· ὡς γὰρ εἰ φανείη ταπεινουμένων, ἐπαγγέλλεται τὴν παρουσίαν, τῷ λόγῳ πρὸ τῆς παρουσίας διορθούμενος. πλὴν ἀλλὰ προσέθηκε τὸ ἐὰν ὁ κύριος θελήσῃ· ὑπὸ μὲν τῆς ἀγανακτήσεως ἠπείχθη εἰπεῖν ὅτι ἐλεύσομαι, ὑπὸ δὲ τῆς εὐλαβείας ὑπεμνήσθη προσθεῖναι τὴν καλλίστην προσθήκην τὴν ἐὰν ὁ κύριος θέλῃ ἐνταῦθα δὲ ὃ πρότερον ἐπεσκιασμένως ἔλεγεν ἵνα μὴ δόξῃ σφοδρῶς ἐλέγχειν, ἀνακαλύπτει· οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ, δηλονότι τῷ εὐπαιδεύτῳ· οὐ γὰρ ἄνευ λόγου ἐδίδασκον οἱ ἀπόστολοι καὶ ἐκήρυττον. 241,ξολ2 ∆ῆλον καὶ ἐκ τούτων ὅτι τὸ ἡ μεῖς ἀσθενεῖς, ὑμεῖς δὲ δυνατοί, καὶ τὰ ἄλλα πρὸς πεφυσιῶσθαί τινας ἐλέγετο. 242,ξολ2Ἐπαγγέλλεται τὴν παρουσίαν αὐτοῦ, ὅπως ἐὰν φθάσωσιν ἑαυτοὺς διορθώσασθαι. διὰ μὲν οὖν τὴν ἀγανάκτησιν ἠναγκάσθη εἰπεῖν τὸ ἐλεύσομαι, διὰ δὲ τὴν εὐλάβειαν προσέθηκεν τὸ ἐὰν ὁ κύριος θελήσῃ. Σαφέστερον καὶ ἐκ τούτων ἐγένετο ὅτι πρὸς τοὺς μεγαλαυχοῦντας ἐπὶ τῇ σοφίᾳ τοῦ κόσμου τούτου ἀγανακτεῖ· οὐ γὰρ τὸν κοινὸν βούλεται διαβάλλειν λόγον. τοῦτο δὲ καὶ αὐτοῖς εἰς πάντας ἐκήρυσσεν. 1 Kor 4,21Ἐπειδὴ διττή ἐστιν ἡ ἐπανόρθωσις, πῆ μὲν διὰ νουθεσίας τοῖς πειθηνίοις, πῆ δὲ διὰ βίας καὶ ἀνάγκης τοῖς σκληροτραχήλοις, φιλανθρώπως τούτων τὴν αἵρεσιν ἐπ' αὐτοῖς πεποίηκεν, ὅπως ἀναμετανοοῦντες ἑαυτοὺς διορθώσονται. ῥάβδον δὲ εἶπεν τὴν ἀναγκαστικὴν τοῦ πνεύματος δύναμιν, ᾗ ἐχρήσατο Παῦλος κατὰἘλύμα καὶ κατ' αὐτοῦ τοῦ Παύλου ὁ θεός. 1 Kor 5,1–5 Οὐκ ἐπειδὴ γυναῖκα τὸν εἰρημένον τρόπον εἶχεν ἐκεῖνος, ἀλλ' 243 ὅτι ἐλλόγιμος ἦν, καὶ οὐχὶ ἐπένθουν ὅτι γυναῖκα τοῦ πατρὸς εἶχεν, ἀλλ' ἐπεφυσίωντο ὅτι εὐπαίδευτος ἦν· τὸ γὰρ πένθος αὐτῶν ἢ ἐχώριζε τὸν πορνεύσαντα ἐπιμένοντα, ἢ τοῦ πράγματος τὴν ἀτοπίαν ἐξώριζεν καὶ ἐπανῆγεν αὐτόν. Οὐχ ἁπλῶς ἐργασάμενον ἀλλὰ κατεργασάμενον· οὐ γὰρ συναρπασθεὶς ἔπεσεν, ἀλλ' ἔργῳ ἐχρήσατο τῷ κακῷ. καὶ πνεύματι δὲ παρεῖναι λέγει συνψηφιζόμενος καὶ συνκατακρίνων– πνεῦμα δὲ τὸ

In epistulam i ad Corinthios Unit 3 opening§u03-open

u03-openUnit 3.

Lemma-led open — χάρισμα λέγει– συναχθέντων σὺν τῇ δυνάμει τοῦ Χριστοῦ. οἱ φυσιούμενοι ἐπὶ τῷ πορνεύσαντι δ

Greek · §u03-open

χάρισμα λέγει– συναχθέντων σὺν τῇ δυνάμει τοῦ Χριστοῦ. οἱ φυσιούμενοι ἐπὶ τῷ πορνεύσαντι διὰ τὴν ἐλλογιμότητα μέρος ἦσαν τοῦ παντός, πάντας δὲ πρὸς τὴν κατάκρισιν τὴν ἐπὶ τῇ πορνείᾳ συναχθῆναι καλεῖ. 244 Τὸ πνεῦμα οὐ τὴν ψυχήν, ἀλλὰ τὸ χάρισμα ἔφασαν. 242,ξολ2Ἵνα μὴ δόξῃ παραλόγως κινεῖσθαι καὶ τὴν αἰτίαν τῆς ὀργῆς 243,ξολ2 ἐπάγει, ὅτι οὐ μόνον πορνεία ἀλλὰ καὶ τοιαύτη ἀκούεται παρ' ὑμῶν οἵα οὐδὲ ἐν τοῖς ἔθνεσιν. καὶ μέγα φρονεῖτε ὅτι τῇ σοφίᾳ τοῦ κόσμου κεκαλλώπισθε. δέον πενθεῖν ἐπ' αὐτὸν ὅτι πορνείαν οὐδὲ τοῖς ἄλλοις συνήθη τετόλμηκεν· τοῦτο γὰρ τὸ πένθος ἢ ἐχώριζεν τὸν πορνεύσαντα ἐπιμένοντα τῇ πορνείᾳ, ἢ αὐτὴν τὴν ἀτοπίαν ἐχώριζεν καὶ αὐτὸν ἐπανήγαγεν τὸν ἄνθρωπον, ἵνα τὸ πνεῦμα σωθῇ. Οὐκ ἀπεργασάμενον εἶπεν ἀλλὰ κατεργασάμενον, κἂν τούτῳ ἵνα ἐμφήνῃ ὅτι πολλῇ παραμονῇ χρησάμενος εἰργάσατο τὸ κακόν, καὶ οὐ συναρπαγεὶς ἥμαρτεν ἵνα σχῇ καὶ ἀπολογίαν. καὶ ἱκανὸς μὲν ἦν καὶ μόνος ὁ ἀπόστολος κατακρῖναι ἐκεῖνον, ἀλλὰ θέλει συμψήφους αὐτῷ γενέσθαι καὶ τοὺς Korινθίους, ὅπως ἂν οὕτω καταρθεῖεν, χωρισθέντες τῆς τοῦ παρανόμου κοινωνίας, καὶ μάλιστα οἱ ἐπὶ παιδεύσει πεφυσημένοι. οὐχ ὡς ὑποβάλλων δὲ αὐτὸν τῇ τοῦ σατανᾶ ἐξουσίᾳ τοῦτο ποιεῖ– ἢ γὰρ ἂν ηὔφρανε τοῦτο ποιῶν τὸν σατανᾶν–ἀλλ' ἐπειδὴ τῷ σατανᾷ εἰώθαμεν ἀνατιθέναι πάντα τὰ κατὰ τὸν βίον χαλεπά, οἷον νόσους, λύπας, πένθη, περιστάσεις ἑτέρας, ὡς καὶ αὐτὸς πού φησιν ὁ ἀπόστολος· ἐδόθη μοι σκόλοψ σατᾶν, ἵνα με κολαφίζῃ. κατὰ τοῦτον δὴ τὸν τρόπον καὶ νῦν παραδοῦναι αὐτὸν κελεύει τῷ σατανᾷ, τοῦτ' ἔστι ταῖς τοῦ βίου δυσκολίαις. 244,ξολ2 Ταῖς τοῦ βίου κακώσεσι παραδίδωσιν· τοῦτο γάρ ἐστιν τὸ εἰς ὄλεθρον τῆς σαρκός, οὐκ εἰς ἀπώλειαν ψυχῆς, ἵνα ἐκ τῶν συμβαινόντων τῷ σώματι διεγερθεὶς μετανοήσῃ καὶ σωθῇ τὸ ἐν αὐτῷ πνεῦμα ὅπερ ἐστὶ τὸ χάρισμα· οὐ γὰρ ὧδε τὴν ψυχὴν λέγει ὡς τῆς σαρκὸς μὲν οὐκ ἀνισταμένης, τῆς δὲ ψυχῆς μόνης σωζομένης. 1 Kor 5,6Ὁρᾷς ὅτι ἐκαυχῶντο ἐπ' ἐκείνῳ, οὐ τῇ ἀτοπίᾳ τοῦ πταίσματος προσέχοντες, ἀλλ' ὑπὸ τῆς ἐλλογιμότητος αὐτοῦ φυσιούμενοι.Ἐκαυχῶντο γὰρ ἐπ' αὐτῷ, οὐ τῷ πταίσματι αὐτοῦ προσέχοντες ἀλλὰ τῇ παιδείᾳ φυσώμενοι. Κελεύει αὐτὸν ἐκβληθῆναι, ἵνα μὴ καὶ οἱ λοιποὶ συνόντες αὐτῷ πρὸς τὸ ἁμαρτεῖν ὁρμήσωσιν ἀναιδῶς. 1 Kor 5,7 Παλαιὰν ζύμην τὴν ἁμαρτίαν καλεῖ, ᾗ ὁ παλαιὸς συνεζυμώθη ἄνθρωπος. Τὸν τύπον μετάγει ἐπὶ τὴν ἀλήθειαν· τὰ γὰρ παρὰἸουδαίοις ἄζυμα μὴ ἀναπεφυρμένα παλαιᾷ ζύμῃ τοὺς νέους ἀνθρώπους προεδήλου μὴ πεφυρμένους ταῖς ἁμαρτίαις τοῦ παλαιοῦ ἀνθρώπου.Ὁ παρὰἸουδαίοις ἀμνὸς θυόμενος τὸ πάθος καὶ πόλον μυστήριον τῆς οἰκονομίας ἐδήλου τοῦ σταυροῦ. τὰ δὲ ἑξῆς φησιν, ἐπεὶ περιεργαστικώτερον πως ἡ ζύμη, ἁπλούστερον δὲ τὸ ἄζυμον. 1 Kor 5,8 Τῇ τροπῇ ἐνέμεινεν ὡσανεὶ ἔλεγεν· μὴ ἐν πονηρῷ βίῳ καὶ κακῷ, ἀλλ' ἐν βίῳ μὴ ἔχοντι ἐπιμιξίαν τῆς παλαιᾶς ἐκείνης ζύμης· τοῦτο γάρ ἐστιν ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. 245 1 Kor 5,9–10 Οὐκ ἐν ἄλλῃ, ἀλλ' ἐν ταύτῃ ἔγραψεν. διὰ δὲ τοῦτο οὐ κωλύει τοῖς ἔξωθεν συνεῖναι, ἐπειδὴ εἰ πάντας ἐξετρέποντο τοὺς τοιούτους, ἐμποδίζεσθαι συνέβαινε τὸ κήρυγμα· τοιοῦτοι γὰρ πάντες ὡς εἰπεῖν ἐν τοῖς ἔθνεσιν οὓς συνέβαινεν ὠφελεῖσθαι ἐκ τῆς συνουσίας τῶν πιστευσάντων. δηλοῖ οὖν τοῖς μὲν οἰκείοις ἁμαρτάνουσιν ἐπιπλήττειν, τοὺς δὲ πεπλανημένους παρακαλεῖν. 1 Kor 5,9. 13 Τὸ ἔγραψα οὐχ ἑτέρας ἐστὶν ἐπιστολῆς ἀλλὰ ταύτης, λέγει γάρ· νῦν δὲ ἔγραψα ὑμῖν. τὸ δὲ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν, Μωϋσέως ἐστὶ φωνὴ ἣν δευτεροῖ Παῦλος. Μέμνηται ῥήσεως ἐν τῇ παλαιᾷ κειμένης, δεικνὺς ὅτι οὐ μόνον αὐτοὶ ὠφελοῦνται ὥσπερ λοιμοῦ τινος ἀπαλλαγέντες, ἀλλ' οὔτε καινοτομία τὸ τοιοῦτον, ἀλλ' ὅτι καὶ τῷ νομοθέτῃ τοῦτο ἐδόκει, τὸ τοὺς τοιούτους ἐκτέμνεσθαι. 1 Kor 5,12 Εἰκότως τοῦτο εἶπεν· τῶν γὰρ

Unit 3 rem early§u03-rem-early

u03-rem-earlyRem early: Unit 3; lemma and argument toward the thesis.

Greek · §u03-rem-early

οἰκείων γίνεται κριτής, οὐ τῶν ἀλλοτρίων. ὁ θεὸς δὲ πάντων κριτής, ἐπεὶ πάντων δεσπότης. 1 Kor 6,1Ἐγκαλεῖ αὐτοῖς ὅτι ὄντων ἁγίων τῶν δυναμένων δικάζειν αὐτοῖς ὑπ' ἀπίστων ἐκρίνοντο. 1 Kor 6,2Ἄνω εἰπών· τοὺς ἔσω ὑμεῖς κρίνετε, τοὺς δὲ ἔξω ὁ θεὸς κρινεῖ, νῦν τὸν πάντα κόσμον τῇ τῶν ἁγίων ὑποβάλλει κρίσει· ἐνταῦθα μὲν γὰρ τὸν βίον ἀνακρίνουσι τῶν πιστῶν πρὸς ἐπανόρθωσιν αὐτῶν, ἐκεῖ δὲ τοῦ κόσμου τὴν κρίσιν ἐμπιστεύονται, οὐ πρὸς ἐπανόρθωσιν τῶν ἡμαρτηκότων τρόπων, ἀλλὰ πρὸς ἔλεγχον καὶ κατάκρισιν αὐτῶν. οἱ μὲν οὖν δώδεκα ἀπόστολοι τὰς δώδεκα φυλὰς κρινοῦσιν ὡς ἐξἸουδαίωνἸουδαίους ἐξ ὧν αὐτοῖς τοῖς προφήταις ἐπίστευσαν. εἰ δὲ ἠπίστησαν καὶ διὰ τοῦτο ἀπώσαντο τὸν Χριστόν. οἱ δὲ ἄλλοι ὅσιοι, τοῦτ' ἔστι τὰ ἔθνη, κατακρινοῦσι τοὺς μὴ ἀποστάντας τῶν εἰδώλων καὶ πιστεύσαντας εἰς τὸν ἀληθῆ θεόν. ὥστε οὐδεμία διαφωνία τοῦ εὐαγγελιστοῦ καὶ τοῦ 246 ἀποστόλου–ἐν ἀμφοτέροις γὰρ ἐλάλει ὁ Χριστός–· γέγραπται γάρ· βασίλισσα νότου ἐγερθήσεται καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην, καὶ ἄνδρες Νινευῗται ἀναστήσονται καὶ κατακρινοῦσιν ὑμᾶς. 1 Kor 6,3 Οὐκ εἶπεν· καὶ ὑφ' ὑμῶν κρίνεται ὁ κόσμος; νῦν δὲ ἀγγέλους οὐ τοὺς κατὰ φύσιν ἀγγέλους λέγει, ἀλλὰ τοὺς ὑπηρέτας ἱερέας, τοὺς διδασκάλους τοῦ λαοῦ, οὓς εἰκὸς ὑπὸ τῶν ἁγίων κρίνεσθαι ὡς παραδιδάσκοντας περὶ τοῦ Χριστοῦ· εἰπὼν γὰρ μήτιγε βιωτικά; ἔδειξεν ὅτι οὐ περὶ τῶν φύσει ἀγγέλων εἴρηκεν, ἀλλὰ περὶ τῶν τάξιν ἀγγελικὴν ἐχόντων καὶ τὰ πνευματικὰ πραττόντων. εἰ δὲ κυρίως τοὺς ἀγγέλους εἶπεν, δηλονότι τοὺς ἀποστάντας καὶ ἐκπεπτωκότας τοῦ θεοῦ εἶπεν. ἐκλήθησαν μέντοι οἱ ἱερεῖς ἄγγελοι κατὰ τὸν Μαλαχίαν λέγοντα· χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, ὅτι ἄγγελος κυρίου τῶν δυνάμεών ἐστιν. τούτους οὖν τοὺς ἱερέας κρίνομεν τοὺς πλανήσαντας τὸν λαόν, ὡσαύτως καὶ τοὺς αἱρεσιαρχήσαντας καὶ παρατρέψαντας τοῦ Χριστοῦ τὴν διδασκαλίαν. 1 Kor 6,4 Αἱρετώτερος τοῦ ἀπίστου ὁ τῆς ἐκκλησίας ἐλάχιστος. ὅμως δοκεῖ τοῦτο παραλελοιπέναι ὁ ἀπόστολος, ὅπερ ἐστιν σαφές, ὅτι τὰ μείζονα τῶν ἐγκλημάτων δεῖ τοῖς τελείοις φυλάττεσθαι. 1 Kor 6,7 Φαίνεσθε ἡττηθέντες τῷ διαβόλῳ οὐ μόνον τῷ κρίνεσθαι ἐπ' ἀπίστων, ἀλλὰ καὶ αὐτῷ τῷ κρίματα ἔχειν μετ' ἀλλήλων. 1 Kor 6,11 Μίαν τὴν ἐνέργειαν τῆς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος εἶπεν ἐν τοῖς δικαίοις, τὸ ἓν τῆς οὐσίας διδάσκων. 1 Kor 6,12–13 Οὐ προσώπου λέγει, ἀλλὰ πράγματος ἀπὸ τοῦ ὑπό τινος· περὶ τούτων γὰρ ὁ λόγος· τὰ 247 βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. 246,ξολ2 Οὐ περὶ προσώπου λέγει τὸ ὑπό τινος, ἀλλὰ περὶ πράγματος ἀτόπου καὶ πάθους. περὶ δὲ 247,ξολ2 ἑαυτοῦ λέγων τοὺς ἄλλους εἰς ἐγκράτειαν προτρέπει. εἰδὼς δὲ ὅτι τῆς πλεονεξίας αὐτῶν ἡ γαστὴρ αἰτία–οἱ γὰρ πολλοὶ πάντα τολμῶσιν διὰ τὰς τῆς γαστρὸς ἡδονάς–διδάσκει ὡς ἀσύμφορόν ἐστι δουλεύειν τῇ κοιλίᾳ. Οἴδαμεν ὅτι τὰ βρώματα τῇ κοιλίᾳ. ἀφώρισται καὶ αὐτὴ τούτοις, ἀλλ' ὅμως πρόσκαιρα ταῦτα καὶ καταπαύσει αὐτὰ ὁ θεός· μετὰ γὰρ τὴν ἀνάστασιν ἀθανασίας διδομένης περιττὴ τῶν βρωμάτων ἡ χρεία. τί οὖν περὶ τὰ πρόσκαιρα σπουδάζετε ἐξ ὧν πορνεῖαι καὶ ἡδοναὶ ἄτοποι; 1 Kor 6,14Ὅτι τὰ βρώματα καὶ τὸ ἐσθίειν πρόσκαιρον δῆλον. τὸ μέντοι σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ ἀφώρισται, καὶ ὁ κύριος τῷ σώματι· καὶ οὐκ ἂν εἴη τὸ σῶμα πρόσκαιρον, ἀλλ' ἐγερθήσεται εἰς ἀειδιότητα κατὰ τὸν τύπον τοῦ Χριστοῦ. 1 Kor 6,15 Σῶμα καὶ μέλη λέγει Χριστοῦ, τὸ σῶμα τῶν πιστευσάντων καὶ βαπτισθέντων. 1 Kor 6,16–19Ὅπερ ἄν τις ἁμάρτῃ πρὸς τὸ τρέφειν ἢ ἀμφιεννύναι τὸ σῶμα, ποιεῖ καὶ κατακοσμεῖν καὶ τὴν χρείαν αὐτῷ πληροῦν καὶ πρὸς τιμὴν τοῦ σώματος· ὁ μέντοι τῇ πόρνῃ κολλώμενος, ἓν σῶμα αὐτῇ ποιῶν τὸ ἴδιον σῶμα, ὑβρίζει αὐτὸ καὶ ἀτιμάζει. Τὰ ἱμάτια καὶ ὁ κόσμος ἐκτὸς τοῦ σώματός εἰσιν· διὸ καὶ ὁ ταῦτα ποιῶν ἔξω τοῦ σώματος ἁμαρτάνει, ἤτοι ὁ μὲν λοιδορῶν ἢ καὶ ψευδόμενος ἄλλους ζημιοῖ καὶ ἁρπάζει, καὶ τὴν ἑτέρου τις γυναῖκα μοιχᾶται, ὁ δὲ πορνεύων ἑαυτὸν ὑβρίζει οὐκ εἰς ἄλλον τινὰ διαβαινούσης τῆς ἀπὸ τοῦ πράγματος βλάβης. πᾶν οὖν ὃ ἐὰν ἁμαρτήσῃ ἄνθρωπος, ἥμαρτεν μέν, οὐ μὴν εἰς τὸ αὐτοῦ σῶμα οὐδὲ τὴν ἑαυτοῦ ἠτίμωσε σάρκα ὡς ὁ πορνεύσας. 248 Καὶ μὴν καὶ ἀνδροφόνος τὴν χεῖρα μολύνων τῷ αἵματι εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει, καὶ ὁ λοίδορος τὴν γλώττην ὥσπερ αἱμάττων ταῖς λοιδορίαις, ἀλλ' ὁ προνεύων, φησίν, ὅλον ἑαυτὸν βαπτίζει τῷ

Unit 3 rem mid§u03-rem-mid

u03-rem-midRem mid: Unit 3; lemma continues; reading with the letter.

Greek · §u03-rem-mid

τῆς πορνείας βορβορῷ. ὁ τοίνυν Παῦλος τῇ τῶν πολλῶν ὑπονοίᾳ συναπεχρήσατο φήσας τἄλλα ἁμαρτήματα ἐκτὸς τοῦ σώματος εἶναι. ἕτεροι δέ φασι ταύτην ἔχειν τὸ ῥητὸν τὴν διάνοιαν, ὅτι ὁ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει, τοῦτ' ἔστιν εἰς τὴν τοῦ ἰδίου σώματος σύστασιν καὶ εἰς αὐτήν, ὡς ἂν εἴποι τις, τὴν τοῦ ἀνθρώπου κατασκευὴν καὶ εἰς τὰς ἀρχὰς τῆς ἡμετέρας γενέσεως, ὡσανεὶ ἔλεγεν· παύσαιο οὕτως διὰ τῆς παρανόμου μίξεως ὑβρίζων εἰς τὸ τῆς φύσεως ἐργαστήριον ἐξ οὗ καὶ τὸ σὸν σῶμα βεβλάστηκεν. ἕτεροι δὲ ὡς σπουδὴ τῷ Παύλῳ, φασί, συγγνώμης κρεῖττον δεῖξαι τὸ τῆς πορνείας ἁμάρτημα. καὶ εἰπὼν ἀνωτέρω· οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν καὶ τὰ ἑξῆς, καὶ δείξας ἐκ τούτου ὡς ὁ πορνεύων περὶ τὰ μέλη τοῦ Χριστοῦ πλημμελεῖ, οὕτως ἐπιφέρει πᾶν ἁμάρτημα καὶ ἑξῆς· ὁ μὲν γὰρ λοίδορος ἢ ἅρπαξ ἢ πλεονέκτης εἰς ἄνθρωπον ἐπλημμέλησεν ὃν ἐλοιδόρησεν ἢ ἠδίκησεν, ὁ δὲ πορνεύσας εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει, ὅπερ ἐστὶ μέλη Χριστοῦ. ἡνίκα γὰρ διὰ τῆς υἱοθεσίας τοῦ πνεύματος εἰς σῶμα τελεῖ τοῦ Χριστοῦ, οὐ πορνείαν μόνον ἀλλὰ καὶ ἀσέβειαν ἂν ἐγκληθήσεται ὡς τὰ μέλη τοῦ Χριστοῦ ποιῶν πόρνης μέλη, καὶ εἰς τὸ ἴδιον σῶμα ὡς εἰς ναὸν ὑβρίζων Χριστοῦ. διὸ καὶ ἐπάγει· ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ καὶ τὰ ἑξῆς; τὸ γὰρ τῆς πορνείας ἁμάρτημα περὶ τὸ σῶμα ὡς περὶ θεοῦ ναὸν ἁμαρτάνετε, καὶ φυγαδεύει τὸ πνεῦμα τὸ ἅγιον, οὐχ ὅτι τὰ λοιπὰ τῶν ἁμαρτημάτων ἀνεύθυνα–πάντα γὰρ ἔκπτωσιν ἔχει τῆς βασιλείας–ἀλλ' ὅτι πρὸς τὸ προκείμενον ἐσπούδασε χαλεπωτέραν ἀποφῆναι τὴν πορνείαν ἁπάντων, πρόρριζον τὸ πάθος ἀνασπᾶσαι βουλόμενος ὡς ἀσεβέστερον παρὰ Korινθίων ἁμαρτανόμενον· ὅλως γάρ, φησίν, ἐν ὑμῖν ἀκούεται πορνεία καὶ τὰ ἑξῆς. 1 Kor 6,Ὁ πορνεύσας καὶ ἀσεβείας ἐστιν ὑπεύθυνος· τὸ γὰρ ἑαυτοῦ σῶμα ἐνυβρίσας τὸν ναὸν τοῦ ἁγίου πνεύματος ἐμόλυνεν. ταῦτα δὲ λέγει, ἐπειδή τινες καταφρονήτως ἐπόρνευον, μικρόν τι πταῖσμα ἢ οὐδὲ 249,ξολ2 πταῖσμα ἡγούμενοι τὴν πορνείαν, μηδὲ Μωϋσέως ἐν τῇ δεκαλόγῳ αὐτοῦ μνημονεύσαντος. τιμὴ δὲ τὸ σωτήριον αἷμα τοῦ Χριστοῦ ὃ δέδωκεν λύτρον ὑπὲρ ἡμῶν. δοξάσατε οὖν τὸν θεὸν μὴ μόνον ἐν τῷ χαρίσματι ἀλλὰ καὶ ἐν τῷ σώματι, ἵνα καὶ φύσις καὶ προαίρεσις καὶ χάρισμα δοξάσῃ τὸν θεόν. ∆οξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν. μὴ μόνον ἐν τῷ χαρίσματι ἀλλὰ καὶ ἐν τῷ σώματι, ἵνα καὶ φύσις καὶ προαίρεσις καὶ χάρις διὰ συμφωνίας δοξάσῃ τὸν εὐεργέτην. ἄλλοι δὲ τὸ πνεῦμα τὴν ψυχὴν ἐξειλήφασιν. 1 Kor 7,1 Ταῦτα τῷ κλήρῳ ἀντέγραψεν· παρ' αὐτοῦ γὰρ καὶ ἐγράφετο τῷ ἀποστόλῳ. τὴν μὲν οὖν πορνείαν ἐκώλυσεν ὡς παράνομον, τὴν δὲ κοινωνίαν τοῦ γάμου ὡς εὐσεβῆ καὶ πορνείας ἀπαλλακτικὴν συνεχώρησεν, τὴν δὲ ἐγκράτειαν ὡς τελειοτέραν ἐπῄνεσεν. 1 Kor 7,2– 4 ∆ιδάσκει ὅτι οἱ συνεζευγμένοι γάμῳ μᾶλλον ἀλλήλων ἢ ἑαυτῶν δεσπόζουσιν. καλὸν ὀφείλημα τοῖς συνοικοῦσιν, ὅταν πρὸς τῇ ἄλλῃ συμφωνίᾳ ταύτην ὡς χρέως ἀλλήλοις ἀποδιδόναι γινώσκουσιν. οἰκονομικῶς δὲ τοσαύτῃ συγκαταβάσει ἐχρήσατο ὁ ἀπόστολος, ἵνα τὴν πορνείαν ἐκκόψῃ, τὴν κακίστην νόσον, διδάξας ὅτι οἱ συνεζευγμένοι γάμῳ μᾶλλον ἀλλήλων ἢ ἑαυτῶν δεσπόζουσιν. 1 Kor 7,5Ἐπειδὴ ἀλλήλων εἶπεν εἶναι δούλους, ἀκολούθως λέγει ὅτι οὐ χρὴ ἀλλήλους ἀποστερεῖν ἑαυτῶν, εἰ μὴ ἄρα κατὰ συμφωνίαν εὐσεβῆ, ἵνα μήτε πορνείας ἀλλήλων αἴτιοι γένωνται, μηδὲ τὴν ἐπ' ἀλλήλοις δεσποτείαν διαφθείρωσιν παρὰ γνώμην ἀλλήλων διϊστάμενοι. 1 Kor 7,6–7 Συγγινώσκων τῇ φύσει τοῦ σώματος λέγω ὡς χρὴ ὑμᾶς πάλιν συνελθεῖν, ἐπεὶ οὐ πάντως τοῦτο λέγω ἀποκλείων ὑμῶν τὴν ἐγκράτειαν· θέλω γὰρ πάντας ἐν ἐγκρατείᾳ εἶναι ὡς καὶ ἐμαυτόν. 1 Kor 7,8–9 Ταῖς χήραις καὶ τοῖς ἀγάμοις ἀνδράσι τοῖς μὴ παρθενίαν ἀσκήσασιν συμβουλεύει ἐγκρατεύεσθαι· εἰ δὲ ἡττῶντο τῆς σαρκός, γαμεῖν δείξας, ὅτι μέγα ἡ ἐγκράτεια. ὅμως συγχωρεῖ τὸν γάμον ὡς δεσμὸν καλόν. 250 1 Kor 7,10–11 Τὸ γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι οὐκ ἂν εἶπεν περὶ τῶν διὰ τὸ ἀποτάσσεσθαι καὶ ἀνακεῖσθαι τῷ Χριστῷ χωριζομένων.Ἢ τῷ ἀνδρὶ καταλλαγήτω ἢ μενέτω ἄγαμος περὶ τῶν διά τινα μάχην διϊσταμένων δείκνυται.Ἄνω περὶ χωρισμοῦ εἶπεν τοῦ διὰ ἐγκράτειαν, ὧδε περὶ τοῦ διὰ ἐρεσχελίας γινομένου. εἶτα εἶπεν· οὐκ ἐγὼ ἀλλ' ὁ κύριος· ἔστι γάρ τι ὃ ἀφ' ἑαυτοῦ λέγει ὁ ἀπόστολος, οὐχὶ πάντα δὲ ὁ κύριος δι' ἑαυτοῦ. φησὶ δὲ ὅτι παραγγέλλω ὑμῖν ἤδη ἃ ὁ κύριος παρήγγειλεν ἐν τοῖς Εὐαγγελίοις περὶ τῶν γεγαμηκότων εἰπὼν ἃ ὁ θεὸς

Unit 3 rem close§u03-rem-close

u03-rem-closeRem CLOSEOUT: Unit 3 CLOSEOUT.

Greek · §u03-rem-close

ἔζευξεν ἄνθρωπος μὴ χωριζέτω. σύμφωνα δὲ καὶ ταῦτα, τὸ ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος τοῖς εἰρημένοις τῷ κυρίῳ ἐὰν ἀπολελυμένην τις γαμήσῃ, μοιχᾶται κἀκείνη ἐὰν γαμηθῇ ἄλλῳ. 1 Kor 7,12 Οὐχ ὡς ἀντινομοθετῶν λέγει· ἐγώ, οὐχ ὁ κύριος, ἀλλ' ὅτι τινὰ μὲν δι' ἑαυτοῦ εἶπεν ὁ κύριος, τινὰ δὲ νῦν πρῶτον εἴρηται παρὰ τοῦ ἀποστόλου περὶ τῆς διαστάσεως τοῦ ἀπίστου, καὶ διδάσκει ὅτι οὐχ ἡ ἀπιστία κρατεῖ τῆς πίστεως, ἀλλ' ἡ πίστις τοῦ συνόντος ἁγιάζει καὶ τὸν ἄπιστον. 1 Kor 7,13 Οὐ τὸ λαμβάνειν ἄπιστόν φησιν, ἀλλὰ τὸ ἀνέχεσθαι ἀπίστου. 1 Kor 7,14 Ἅγιά ἐστι τὰ τέκνα καθαρὰ καὶ οὐ μεμολυσμένα καὶ ὑπὸ τῆς ἀπιστίας· νικᾷ γὰρ ἐπ' αὐτῶν ἡ πίστις τῶν γονέων ἤπερ ἡ ἀπιστία. 1 Kor 7,17 Τῷ μὲν ἐμέρισεν ὁ θεὸς τὸ σῶσαι, τῷ δὲ σωθῆναι, ἑκάστῳ ἀπονείμας τὸ ἐπάξιον αὐτοῦ. τὸ δὲ ἑκάστῳ ὡς ἐμέρισεν ὁ θεὸς οὐ τὸ ἔχειν ἄπιστόν φησιν, ἀλλὰ τὸ ἀνέχεσθαι ἀπίστου. 251,ξολ2 1 Kor 7,18–24 Οὐ δι' ἑαυτὴν ἡ περιτομὴ καλή, ἀλλ' ὅτι ἐντολὴ θεοῦ, καὶ ἡ ἀκροβυστία δημιουργία θεοῦ, οὐ μισθὸς τῶν ἀκροβύστων. εἶτά φησι περὶ τοῦ δούλου· μὴ σπουδάσῃς περὶ τὴν πρόσκαιρον ἐλευθερίαν, ἀλλ' εἰ καὶ δύνασαι, μᾶλλον χρῆσαι τῇ δουλείᾳ· μείζων γὰρ ὁ μισθός, ὅταν καὶ περὶ τὴν τῶν ἀνθρώπων δουλείαν ἠσχολημένος οὐκ ἀμελεῖ τοῦ εὐαρεστῆσαι θεῷ. ἕκαστος δὲ ἐν ᾧ ἐκλήθη μενέτω, καὶ δοῦλος ἐπὶ τῇ δουλείᾳ μὴ ἀχθόμενος, καὶ ἐλεύθερος μὴ ἐπαιρόμενος· οὐδεμία γὰρ παρὰ θεῷ διαφορά.Ὁ πιστὸς δοῦλος οὐδὲν ἔλαττον ἔχει κατὰ τοῦτο τοῦ ἐλευθέρου· παρὰ γὰρ τῷ θεῷ καὶ δοῦλος ὡς ἐλεύθερος ὁρᾶται καὶ παρ' αὐτῷ ἠλευθέρωται. τοῦτο γὰρ δηλοῖ τὸ ἀπελεύθερος κυρίου ἐστίν, τοῦτ' ἔστι παρ' αὐτοῦ ἠλευθέρωται τοῦ κυρίου, καὶ ὁ κληθεὶς ἐλεύθερος εἰς τὴν πίστιν οὐδὲν πλέον ἕξει τοῦ δούλου, ἀλλ' ὁμοίως ἐκείνῳ δοῦλός ἐστιν Χριστοῦ.Ἀντὶ τοῦ μὴ διὰ τὰς χρείας δουλοπρεπῶς καὶ ἀνελευθέρως διάγετε θεραπεύοντες ἀνθρώπους, τὸν δὲ ἀληθῆ δεσπότην καταλιμπάνετε, οὗ τῷ αἵματι ἠγοράσθητε. Οὐκ οἶδεν ἡ χάρις δουλείας καὶ δεσποτείας διαφοράν. μὴ φύγῃς τοίνυν ὡς ἀναξίαν τῆς πίστεως τὴν δουλείαν· οὐδενὸς γὰρ ἔλαττον ἔχεις τῶν ἐν πίστει διὰ τοῦτο. εἰ δέ σοι καὶ τοῦ τυχεῖν τῆς ἐλευθερίας εἴη δυνατόν, φροντὶς ἔστω σοι μᾶλλον ὅπως ἂν εἰς δέον χρήσασθαι δυνηθῇς πλείονα, ὡς ἐν ἐλευθερίᾳ τοῦ κακοῦ τὴν ἐπιμέλειαν ποιησάμενος. καὶ δεικνὺς ὅτι οὔτε ὁ ἐλεύθερος παρὰ Χριστῷ ἔχει πλέον διὰ τοῦτο, οὔτε μὴν ὁ δοῦλος ἐλαττοῦται, τούτου γε ἕνεκεν ἐπάγει· ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν· ὁμοίως ὁ ἐλευθερὸς κληθεὶς δοῦλός ἐστιν Χριστοῦ. 1 Kor 7,25–26 Πῶς ἐν ἑτέροις λέγων· εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, νῦν λέγει· ἐπιταγὴν κυρίου οὐκ ἔχω; τίς δ' ἂν δέξαιτο, εἴπερ λέγει ἃ μὴ ὁ κύριος αὐτῷ ἐπέταξεν; ἀλλὰ δῆλον ὡς οὐ τοῦτο λέγει ὅτι οὐκ ἐπιταγὴν περὶ παρθενίας διδάξαι, ἀλλ' ὅτι οὐκ ἔλαβεν παρὰ θεοῦ τὸ ἐπιτάξαι ὑμῖν παρθενεύειν, ἀλλὰ μᾶλλον 252 γνώμην δοῦναι καὶ συμβουλεῦσαι ὡς καλὸν ἡ παρθενία καὶ χρήσιμον. διὸ καὶ ὡς συμβουλεύων φησὶ νομίζω καὶ καλὸν ὀνομάζει, καὶ τὴν αἵρεσιν τοῦ αἱρήσασθαι αὐτὴν ἐπὶ τοῖς ἀκούουσι τίθεται. ἀρέσκον δὲ τὸ πρᾶγμα θεῷ ὡς καὶ ὁ κύριος εἶπεν ὅτι εὐνούχισαν ἑαυτούς τινες διὰ τὴν βασιλείαν, εὐνουχισμὸν τὴν παρθενίαν καλῶν διὰ τὸ ἀνενέργητον. ἐπιταγὴν οὖν λέγει μὴ ἔχειν, ἀλλὰ τῇ γνώμῃ συνεχώρησε λέγων· ὁ δυνάμενος χωρεῖν χωρείτω. εἶτα εἰπὼν ἑαυτὸν πιστόν, ἐμφαίνει ὅτι καὶ πιστὰ λέγει καὶ ἄξια ἐπιτάγματος. τὸ δὲ νομίζω οὐ διστάζων λέγει ὅτι καλὸν ἡ παρθενία, ἀλλ' ἀσφαλιζόμενος μὴ ἐπίταγμα νομισθῇ. 1 Kor 7,28Ἔδειξεν ὅτι τὴν παρθενίαν εἰσάγει οὐ κατηγορίαν γάμου, ἀλλ' ὅτι διὰ φειδῶ τῶν ἁγίων εἰσηγεῖται τὴν παρθενίαν, ὡς τὴν σάρκα ὠδίνων καὶ καμάτων πληροῦντος τοῦ γάμου.Ἔδειξεν ὅτι τὴν παρθενίαν εἰσάγει οὐ κατηγορίαν γάμου, ἀλλὰ τῶν βιωτικῶν φροντίζων ἀπαλλαγήν. εἶτα εἰπὼν ἐγὼ δὲ ὑμῶν φείδομαι, φειδῶ τῶν ἁγίων εἰσηγεῖται τὴν παρθενίαν, οὐ κατηγορίαν γάμου. 1 Kor 7,29– 31Ἄλλην αἰτίαν λέγει δι' ἣν προτιμᾷ τὴν παρθενίαν, πανταχοῦ δεικνὺς ὅτι κατηγορεῖ γάμου τὴν ἁγιωσύνην προτιμῶν· ὅτι πρὸς τῷ τέλει ὁ κόσμος, καὶ δεῖ εἰδέναι ὅτι ἃ ἔχομεν οὐκ ἔχομεν–ἀφίεμεν γὰρ αὐτά–ἵνα καὶ οἱ ἔχοντες ὡς μὴ ἔχοντες. εἰ καλόν ἐστι τοῖς ἔχουσιν οὕτως ἔχειν ὡς μὴ ἔχουσιν, πῶς οὐ μᾶλλον τῇ παρθένῳ μηδὲ προσελθεῖν γάμῳ; καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι· τὴν ἄμετρον ἀπόλαυσιν ἐκβάλλει διὰ τούτου, τὴν μέντοι χρείαν

In epistulam i ad Corinthios Unit 4 opening§u04-open

u04-openUnit 4.

Lemma-led open — καταλιμπάνει. τὸ παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου δείκνυσιν ὅτι οὐχ ὁ κόσμος παρέρχε

Greek · §u04-open

καταλιμπάνει. τὸ παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου δείκνυσιν ὅτι οὐχ ὁ κόσμος παρέρχεται, ἀλλὰ τὸ σχῆμα τοῦ παρόντος βίου μετα253 βάλλεται, ἡ φθορὰ εἰς ἀφθαρσίαν, αἱ πόλεις, τὰ τείχη, οἱ νόμοι, αἱ γεωργίαι, αἱ τέχναι· ταῦτα γὰρ ὥσπερ μορφή τις ἐπίκειται τῷ βίῳ τούτῳ ἥτις λαμβάνει μεταβολήν. 252,ξολ2 ∆ιὰ τούτου τὸ ὀλιγοχρόνιον τῶν ἀνθρώπων δηλοῖ, ἵνα εἰς μετάνοιαν χωρήσωσιν ὡς φθάσαντες τοῦ βίου τὸ τέλος τῶν προσκαίρων καταφρονήσαντες. εἰ δὲ καλόν ἐστι τοῖς ἔχουσιν οὕτως ἔχειν ὡς μὴ ἔχουσιν, πῶς οὐ βέλτιον ἡ παρθενία; Τοῦτ' ἔστι μήτε τὰ λυπηρὰ τοῦ βίου τούτου ὑμᾶς καταβαλλέτω, μήτε τὰ δοκοῦντα χαρᾶς ἄξια ὑπερευφραινέτω· πάντα γὰρ τὰ ἐνταῦθα πρόσκαιρα καὶ οὐχ ἑστηκότα. Σχῆμα καὶ μορφή τις ὥσπερ τοῦ κόσμου πολιτεῖαι, νόμοι, γεωρ253,ξολ2 γίαι, τέχναι, ἐμπορεῖαι, ὧν περισσὴ ἡ χρεία τῆς φθορᾶς μεταβληθείσης εἰς ἀφθαρσίαν· δείκνυσιν οὖν ὅτι οὐχ ὁ κόσμος παρέρχεται, ἀλλὰ τὸ παρὸν σχῆμα τοῦ κόσμου. 1 Kor 7,32Ἔδειξε διὰ τί εἶπε τὸ ἐγὼ δὲ ὑμῶν φείδομαι· ἵνα μὴ ἐν τοῖς μὴ μένουσι κενώσητε τὰς φροντίδας. καὶ τὰ ἑξῆς τοῦτο μᾶλλον δείκνυσιν.Ἀπέδωκε τὴν αἰτίαν δι' ἣν τοῦ γάμου προτιμοτέρα ἡ παρθενία· οὐ παρὰ τὴν κοίτην ἢ τὴν ἀποχὴν τῆς κοίτης, ἀλλὰ παρὰ τὸ τὸν γάμον γέμειν φροντίδων τὸ κατὰ θεὸν ἀσχολεῖν εἰς τὴν εὐσέβειαν τὸν νοῦν. Θέλω ὑμᾶς ἀμερίμνους εἶναι, ἵνα μὴ ἐν τοῖς μὴ μένουσι κενώσητε τὰς φροντίδας ταῖς βιωτικαῖς περισπώμενοι χρείαις. διὸ καὶ τοῦ γάμου προτιμοτέρα ἡ παρθενία, οὐ διὰ τὴν ἀποχὴν τῆς κοίτης, ἀλλ' ὅτι ἀπασχολεῖ τῆς εὐσεβείας τὸν νοῦν. 1 Kor 7,36–38 Νομίζουσί τινες ὅτι αὐτόν τινα περὶ ἑαυτοῦ ἀσχημονεῖν λέγει, ἀντὶ τοῦ ἐπὶ τῇ ἑαυτοῦ παρθενίᾳ εἴ τις ἀσχημονεῖν νομίζοι. οὐκ ἔστι δὲ οὕτως. καὶ τὰ ἑξῆς δείκνυσιν· λέγει γάρ· ὥστε καὶ ὁ ἐκγαμίζων καλῶς ποιεῖ, ὁ δὲ μὴ ἐκγαμίζων κρεῖσσον ποιεῖ. οὐδεὶς δὲ ἑαυτὸν ἐκγαμίζει, ἀλλ' ὑφ' ἑτέρου δίδοται. 1 Kor 7,40 Τὸ τοῦ μακαρίου τούτου κρεῖττον τὸ οὕτω μεῖναι· τὸ μὲν γὰρ σωματικῆς ἐστιν ἀναπαύσεως, τὸ δὲ τελειοτέρας εὐσεβείας. Πρὸς σύγκρισιν εἴρηται τοῦτο· μακαρία μὲν γάρ ἐστιν, ἐὰν γαμῆται καὶ ἔχῃ προστασίαν ἀνδρός, μακαριωτέρα δέ, ἐὰν πρὸς εὐσέβειαν ἀποβλέπουσα μὴ γαμῆται, ἀλλ' ἀπασχολήσῃ ἑαυτὴν τῷ θεῷ. 1 Kor 8,1–3Ἐπειδὴ οἱ Korίνθιοι τὰ εἰδωλόθυτα ἤσθιον, λέγοντες ὅτι ἡμῖν οὐκ ἔστιν εἰδωλόθυτον–ἁγιάζω 254 γὰρ αὐτὰ τῇ ἐπονομασίᾳ τοῦ Χριστοῦ καὶ ἐσθίω–, δείκνυσιν αὐτὸς ὅτι οὐκ αὐτοὶ μόνοι ὡς σοφοὶ ἴσασι τοῦτο, καὶ λέγει· οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. ὥστε ὃ οἴδατε οἶδα, ὃ δὲ πάσχετε οὐ πάσχω. Τοῦτο μέν, ὃ οἴδατε καὶ οἶδα, οὐ δεῖ σκοπεῖν· ὃ δὲ οἶδα, ὅτι δεῖ διὰ τὸν ἀσθενῆ μὴ ἐσθίειν, τοῦτο οὐκ οἴδατε ὑμεῖς, ἐγὼ δὲ οἶδα. τί οὖν φυσιοῦσθε ὑπὸ τῆς γνώσεως τῆς οὐ τοσοῦτον ἐχούσης ὅσον ἡ ἐμὴ γνῶσις; ἐπάγει γοῦν· εἰ δέ τις δοκεῖ εἰδέναι τι ἐν ὑμῖν, οὐδέπω ἔγνωκεν καθὼς δεῖ γνῶναι. αὐτίκα ὃ ἐγὼ οἶδα, σὺ οὐδέπω οἶδας. εἰ δέ τις ἀγαπᾷ τὸν θεόν, οὗτος ἔγνωσται ὑπ' αὐτοῦ. ἡμεῖς μὲν ὅπερ ὡς ἄνθρωποι οἰηθῶμεν εἰδέναι, οὐδέπω οὐδὲν οἴδαμεν. τί δέ ἐστι τὸ μακάριον; τὸ ἀγαπᾶν τὸν θεὸν καὶ γινώσκεσθαι ὑπ' αὐτοῦ, οὐκ ἐπειδὴ ἀγνοεῖ τοὺς μὴ ἀγαπῶντας, ἀλλ' ὅτι οἰκειοῦται τοὺς ἀγαπῶντας· λαμβάνεται γὰρ τὸ τῆς γνώσεως καὶ ἐπὶ οἰκειώσεως, ὥσπερ τὸ τῆς ἀγνοίας καὶ ἐπὶ ἀλλοτριώσεως, οἷόν ἐστι τὸ ὑπὸ τοῦ κυρίου ῥηθὲν τὸ ἀπέλθετε, οὐδέποτε ἔγνων ὑμᾶς. 253,ξολ2Ἐπειδὴ οἱ Korίνθιοι ἔλεγον· οὐδὲν εἴδωλόν ἐστιν, διὸ καὶ οὐ λογοῦμεν τὰ ἱερόθυτα μᾶλλον ἐν 254,ξολ2 τῇ ὀνομασίᾳ τοῦ Χριστοῦ ἐσθίοντες ἢ βλαπτόμεθα, δείκνυσιν ὅτι οὐκ αὐτοὶ μόνοι ὡς σοφοὶ ἴσασι τοῦτο ἀλλὰ καὶ ἄλλοι, ὅτι οὐκ ἔστι τι ἱερόθυτον· ὥστε ὃ μὲν οἴδατε οἶδα, ὃ δὲ πάσχετε οὐ πάσχω. ἡ μὲν οὖν τοιαύτη γνῶσις φυσιοῖ καὶ βλάπτει, ἐὰν τὸ ἑαυτῶν οἴδητε, οὐ μὴν καὶ τὸ ἄλλο ὅτι ἡ ἀγάπη οἰκοδομεῖ, καὶ δεῖ γάρ σε διὰ τὴν ἀγάπην τοῦ

Unit 4 rem early§u04-rem-early

u04-rem-earlyRem early: Unit 4; lemma and argument toward the thesis.

Greek · §u04-rem-early

ἀσθενοῦς ἀδελφοῦ μὴ ἐσθίειν ἐν εἰδωλείῳ, ἵνα μὴ ἐκεῖνος πληγῇ. Οὐδὲν οἶδεν ὁ δοκῶν τι εἰδέναι ἐν ὑμῖν· οὐ γὰρ ἐγίγνωσκεν ἑτέρους βλάπτεσθαι τῇ τούτων γνώσει. Κἂν οἰηθῶμέν τι εἰδέναι, οὐδέπω ἴσμεν οὐδέν. τὸ δὲ μακάριον τὸ ἀγαπᾶν τὸν θεὸν καὶ γινώσκεσθαι ὑπ' αὐτοῦ, τοῦτ' ἔστι τὸ οἰκειοῦσθαι αὐτῷ· οὐδένα γὰρ ἀγνοεῖ, ἀλλὰ τοὺς ἀσεβεῖς λέγεται ἀγνοεῖν. 1 Kor 8,6 Προειπὼν οὐδεὶς θεὸς εἰ μὴ εἷς, ἵνα μὴ δόξῃ ἐκβάλλειν τῆς θεότητος τὸν υἱόν, ἐπήγαγεν ὁ πατήρ· καὶ γὰρ ἀληθῶς πατὴρ ἄλλος οὐκ ἔστιν εἰ μὴ εἷς. οὐκοῦν καὶ υἱὸς θεὸς ἄλλος οὐκ ἔστιν εἰ μὴ εἷς. εἰ δὲ ἑνὸς λεγομένου κυρίου τοῦ υἱοῦ, οὐχ ἥττω κύριος ὁ πατήρ, δηλονότι καὶ ὡς ἑνὸς λεγομένου θεοῦ τοῦ πατρός. οὐκ ἐλάττω θεὸς 255 οὐδὲ υἱός. τὸ δὲ ἐξ αὐτοῦ τὰ πάντα οὐ τὴν οὐσίαν δηλοῖ–οὐ γὰρ ἐκ τῆς οὐσίας τοῦ θεοῦ τὰ δημιουργήματα–ἀλλὰ τὸ ἐξ οὗ τὴν βουλὴν τοῦ πατρὸς δηλοῖ. εἶτα εἰπὼν καὶ ἡμεῖς εἰς αὐτόν, δίδωσιν ἡμῖν νοεῖν τὸ ἐλλεῖπον τῷ λόγῳ, τὸ ἀλλ' ἡμῖν εἷς θεός, καὶ ἡμεῖς εἰς αὐτὸν ἐλπίζομεν. πάλιν δὲ λείπει τῷ λόγῳ τῷ καὶ ἡμεῖς δι' αὐτοῦ–λείπει γὰρ τὸ κεκλήμεθα ἢ σεσώσμεθα–· οὐ γὰρ τοῦτο λέγει ὅτι δι' αὐτοῦ ἡμεῖς ἐγενόμεθα–εἰπὼν γὰρ τὰ πάντα περιέλαβε τὸ καὶ ἡμεῖς–ἀλλὰ πάντα λέγει τὰ γενόμενα, ἡμεῖς δὲ τὰ οἰκονομηθέντα καὶ σωζόμενα. Τὸ μὲν κατορθούμενον ὑμῖν οὐδέν, τὸ δὲ βλάπτον τοὺς ἀσθενεστέρους μέγα. 1 Kor 8,10– 12 Ποία; ὅτι εἷς ἐστιν ὁ θεὸς καὶ οὐδὲν εἴδωλον ἐν τῷ κόσμῳ.Ὁ οὐκ ἔχων ταύτην τὴν γνῶσιν ὅτι εἷς ὁ θεὸς καὶ οὐδὲν εἴδωλον ἐν τῷ κόσμῳ, νομίζων εἰδωλόθυτον ἐσθίειν πλήττεται. καὶ ἡ σὴ γνῶσις τὸν ἀσθενοῦντα βλάπτει· πολλοὶ γὰρ καὶ τῶν πεπιστευκότων οὔπω νενοήκασιν ὅτι οὐκ ἔστιν εἰδωλόθυτον, οὗτοι βλάπτονται ἐκ τοῦ ἐσθίοντος πιστοῦ. καὶ τὸ μὲν κατορθούμενον ἐκ τοῦ ἐσθίειν οὐ μέγα, τὸ δὲ βλάπτον τοὺς ἀσθενεστέρους βαρύ. 1 Kor 8,13–9,1 Οὐ λέγω ἵνα μὴ φάγω εἰδωλόθυτον, ἀλλ' οὐδὲ κρέας, ἐὰν ἐπὶ τούτῳ σκανδαλίζηται ὁ ἀδελφός, ὅτι οὔτε ἐν οἷς ἔσχεν ἐξουσίαν, οἷον ἐν τῷ γραφῆναι παρ' αὐτῶν, ἠνέσχετό τινα βαρῆσαι. διὰ πολλῶν δὲ τοῦτο κατασκευάζει, καὶ πρῶτον τοῦ ἰδίου ἀξιώματος μέμνηται, ἵνα δείξῃ τὰς αἰτίας ὅτι εὐλόγως ἐλάμβανεν, εἰ δ' ἂν ἐβούλετο λαβεῖν, ὥσπερ καὶ τοῖς ἄλλοις ἐξ ὧν λαβεῖν ἔλαβον. κἀγώ, φησίν, ἀπόστολός εἰμι καὶ ἐξουσίαν ἐμαυτοῦ ἔχω καὶ οὐχ ὑπό τινα εἰμὶ τὸν ἀναγκάζοντά με καὶ κωλύοντα λαβεῖν· εἰ γὰρ καὶ ἔχουσιν οἱ ἄλλοι ἀπόστολοι πλείω τι παρ' ἐμὲ τὸ μετὰ Χριστοῦ γενέσθαι, ἀλλ' οὐδὲ τούτου ἐστέρημαι. 1 Kor 9,2 Πρὸς τοὺς διερωτῶντάς με εἰ εἰμὶ ἀπόστολος, αὕτη μοί ἐστιν ἀπολογία, ἡ ὑμετέρα σφραγὶς καὶ διδασκαλία. Οὐκ ἐγὼ διατάττω ὡς ἀπόστολος; οὐκ ἐγὼ νομοθετῶ ταῖς ἐκκλησίαις; μὴ ὑφ' ἑτέροις εἰμὶ διδασκάλοις; ἔχω γοῦν ἐξουσίαν, ἀλλ' οὐ καταχρῶμαι αὐτῇ, ἵνα μὴ σκανδαλίσω ἐπ' ἐμοί τινας ὀλιγοπίστους. 256 1 Kor 9,3Ἡ βεβαίωσις καὶ ἡ ἀπόδειξις. 1 Kor 9,4 ∆είκνυσιν ὅτι τοῖς ὑπηρετουμένοις εἴτε θυσιαστηρίοις εἴτε εὐαγγελίοις ἐκ τούτων διαζῆν νενομοθέτηται. 1 Kor 9,5 Γυναῖκα εἰπὼν καὶ προσθεὶς ἀδελφήν, τὸ πρέπον καὶ σῶφρον καὶ καθαρὸν τῆς συνεκδημούσης ἐδήλωσεν, εἴτε σύζυγος ἦν εἴτε οὔ, δηλονότι ὅτι καὶ Πέτρῳ καὶ ἄλλοις συνεξεδήμησαν γυναῖκες τῆς διδασκαλίας αὐτῶν ὀρεγόμεναι. οὐ διαβάλλων δὲ ταῦτά φησιν–μὴ γένοιτο–ἀλλὰ τῆς αὐτοῦ περὶ τὸν βίον ἀκριβείας τὴν ὑπερβολὴν δεικνύει, δυσωπῶν τοὺς Korινθίους μὴ ἀπαραφυλάκτως ζῆν, ἵνα μὴ ἑτέροις γίνωνται σκάνδαλον. 1 Kor 9,6Ἢ μόνοις ἡμῖν ἀπηγόρευται πράττειν ταῦτα ἅπερ καὶ ἑτέροις; ἐνέθηκε δὲ ὡς συνεργὸν τὸν Βαρνάβαν, ἵνα μὴ δόξῃ μεγαφρονεῖν ὡς μόνος κατορθῶν. 1 Kor 9,8 Μὴ ἐμὰ ῥήματα λέγω. οὐχὶ καὶ ὁ νόμος δὲ ταῦτα λέγει; 1 Kor 9,15 Οὐ διὰ ταῦτο δὲ ἔγραψα, φησίν, ἵνα τι παρ' ὑμῶν ἀπενέγκωμαι, μὴ γένοιτο. 1 Kor 9,19 Οὐδὲν μέγα, εἰ εἰδωλόθυτον ἀπόσχῃ διὰ τὸν ἀδελφόν σου· κἀγὼ γὰρ ἐδούλωσα ἐμαυτὸν οἷς οὐχ ὑπόκειμαι, ἵνα ὠφελήσω πολλούς. 1 Kor 9, Ἰουδαίους λέγει τοὺς φύσει ὄντας ἐκ τοῦ γένους τοῦἸσραηλιτικοῦ, ὑπὸ νόμον δὲ τοὺς μὴ ὄντας τοῦ γένους αὐτῶν, τῷ δὲ νόμῳ τῶνἸουδαίων χρωμένους καὶ γεγονότας προσηλύτους. 257 1 Kor 9,21 Ἀνόμους λέγει τοὺςἝλληνας τοὺς μὴ ὄντας ὑπὸ τὸν Μωϋσέως νόμον. οὐκ εἶπεν δὲ τοῖςἝλλησιν ἐγενόμην ὡςἝλλην, ἐπειδὴ οὔτε ὑποκρίνεσθαι τὸνἙλληνισμὸν ἠνέχετο. ἀνόμους οὖν λέγει τοὺς ἀπ' ἐθνῶν ἐπιστέψαντας. 1 Kor 9,22Ἔδοξα τοῖς ἀπὸἙλλήνων μὴ εἶναι ὑπὸ νόμον καὶ ἔφερον τὴν ὑπόληψιν, ἵνα ῥύσωμαι αὐτοὺς τῶνἸουδαϊκῶν. πᾶσιν οὖν ἐνεδίδου τὸ κατ' ἀρχὴν συνυπάγων ἑαυτόν, ἵνα συνενεχθεὶς αὐτοῖς ὀλίγα πρὸς ἑαυτὸν αὐτοὺς

Unit 4 rem mid§u04-rem-mid

u04-rem-midRem mid: Unit 4; lemma continues; reading with the letter.

Greek · §u04-rem-mid

ἐπισπάσηται· οὐ γὰρ τοῖς ἐν μηδενὶ συμφωνοῦσι συντίθενται ποσῶς οἱ ἄνθρωποι, ἀλλὰ τοῖς ἐκ μέρους αὐτοῖς συντιθεμένοις. 1 Kor 9,23Ἐπειδὴ καὶ τῷ εὐαγγελίῳ δοκεῖ μὴ κεχρῆσθαι νόμῳ, ἐμιμησάμην αὐτοῦ τὴν οἰκονομίαν, ὅπερ ἐκεῖνο βούλεται οἰκονομῶν, ἵνα κατ' αὐτὸ τοῦτο αὐτῷ κοινωνήσω.Ἐπειδὴ καὶ τῷ εὐαγγελικῷ δοκεῖ χρῆσθαι νόμῳ, ἐμιμησάμην αὐτοῦ τὴν οἰκονομίαν· ὅπερ γὰρ ἐκεῖνο εἶπεν, τοῦτο οἰκονομῶ. 1 Kor 9,24 Οὐ τοῦτο λέγει ὅτι εἷς ἐξ ἡμῶν πάντων προκρίνεται–ἢ γὰρ ἂν καὶ ἀπέγνωσαν ἑαυτῶν οἱ ἄνθρωποι εἰς τὸ δυσκατόρθωτον ἀποβλέποντες–ἀλλὰ δηλονότι ἡ εἰκὼν πρὸς τὰ εἰρημένα αὐτῷ ἔθνη εἴληπται. πάντες, φησίν, ὡς ἐν σταδίῳ τῷ βίῳ τούτῳ ἀγωνίζονται,Ἰουδαῖοι μὲν κατὰ νόμον,Ἕλληνες δὲ κατὰ πλάνην, εἷς δέ ἐστιν ὁ τῆς ἀληθείας λόγος, ὁ νικῶν καὶ λαμβάνων τὸ βραβεῖον. διὸ τρέχετε ἵνα μὴ σὺν τοῖς ἄλλοις ἀπολειφθῆτε. 1 Kor 9,25 Τί μέγα, φησίν, ἐὰν ἐγκρατεύσησθε σαρκὶ διὰ τὸν ἀδελφόν; πάντα δεῖ ἐγκρατεύεσθαι τὸν ἀγωνιζόμενον, ἀπὸ θυμοῦ, ἀπὸ δόξης καὶ ἀπὸ πάντων τῶν λοιπῶν· ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. Τοῦτο οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ διορθούμενος τοὺς ἕνεκεν τοῦ 258 γαστρίζεσθαι φιλοσοφεῖν προσποιουμένους, ὅτι τὸ εἰδωλόθυτον οὐκ ἔστιν εἰδωλόθυτον. 257,ξολ2 Οὐχ ἁπλῶς τοῦτο εἶπεν ἀλλὰ διορθούμενος τοὺς ἕνεκεν τοῦ 258,ξολ2 γαστρίζεσθαι ἀδιαφόρως ἐσθίειν τὰ ἱερόθυτα ἐν πίστει προσποιουμένους. 1 Kor 10,1–8 Τοὺς ἐκ τῆς παλαιᾶς τύπους καὶ τὰς ἐκεῖθεν σκιὰς προεικονιζούσας τὴν μέλλουσαν ἀλήθειαν εἰς μέσον ἄγει ὁ θεσπέσιος Παῦλος, ἵνα σωφρονίσῃ τοὺς Korινθίους ἐκ τῆς τῶν παλαιῶν παραθέσεως. εἰ γάρ φησιν· οἱ εἰς τὸν Μωϋσῆν βαπτισθέντες, ὃς ἦν τύπος τοῦ Χριστοῦ, ἐν τῇ νεφέλῃ καὶ τῇ θαλάσσῃ καὶ φαγόντες τὸ μάννα, τὸ πνευματικὸν βρῶμα, καὶ πιόντες ἐκ τῆς πέτρας τὸ πνευματικὸν πόμα κατεστρώθησαν ἐν τῇ ἐρήμῳ, εἰς μέθας καὶ πορνείας καὶ εἰδωλολατρείας τραπέντες, ὅτι τὸν τύπον καὶ τὴν σκιὰν ὕβρισαν, τί οὐκ ἂν πάθοιεν οἱ εἰς αὐτὴν τὴν ἀλήθειαν ἁμαρτάνοντες; 1 Kor 10,9Ἐπειδὴ ἔλεγον· ἐμοὶ εἴδωλον οὐκ ἔστιν· εὐχαριστῶ γὰρ καὶ ἐσθίω, τοῦτο, φησίν, ἐκπειράσαι ἐστίν. ὃ γὰρ μὴ προσέταξενἸησοῦς ὅταν ὡς πιστεύων αὐτῷ ποιῇς, ἐκπειράζεις μᾶλλον ἢ πιστεύεις. Τοῦτο φησι πρὸς τοὺς λέγοντας· ἐμοὶ οὐδὲν εἴδωλόν ἐστιν· εὐχαριστῶ γὰρ καὶ ἐσθίω, ὅπερ ἐστὶν ἐκπειράζειν. ἃ γὰρ μὴ προσέταξεν ὁ κύριος ὅταν ὡς πιστεύων αὐτῷ ποιῇς, ἐκπειράζεις μᾶλλον ἢ πιστεύεις. 1 Kor 10,11 Εἰς ὑμᾶς, φησί, κατήντησεν ἡ τοῦ Χριστοῦ ἐπιδημία, μεθ' ἣν οὐκέτι ἔσται οὐκ ἐντολὴ οὐ νόμος οὐ προφῆται· τέλη γὰρ λέγει οὐ τὴν ἐσχάτην γενεὰν καθ' ἣν συμπλήρωσις ἔσται τοῦ κόσμου, ἀλλὰ τὴν τελευταίαν πολιτείαν τὴν ἐν Χριστῷ ἐφ' ᾗ τῶν αἰώνων ἡ συμπλήρωσις ἀπαντήσει. 1 Kor 10,13 Οὐκ ηὔξατο μὴ πειρασθῆναι, ἐπειδὴ ἀνὴρ ἀπείραστος ἀδόκιμος, ἀλλ' οὕτως πειράζεσθαι ὡς φέρειν. Ἐκ τούτου δηλοῖ ὅτι ὑπέμεινάν τινας ἀηδίας ἐκ τῶν πολιτῶν οἱ ἐν αὐτοῖς πιστεύσαντες. εἶτα οὐκ ηὔξατο αὐτοὺς μὴ πειρασθῆναι, ἐπειδὴ ἀνὴρ ἀπείραστος ἀδόκιμος, ἀλλ' οὕτω πειρασθῆναι ὡς φέρειν. 259 1 Kor 10,14 Ὁρᾷς ὅτι πάντα τὰ προειρημένα αὐτῷ τούτου ἕνεκα κατεσκευάζετο. Ἦλθεν ἐφ' ᾧ κατεσκεύαζεν· πάντα γὰρ ὅσα προεῖπεν πρὸς τὸ ἀποστῆσαι αὐτοὺς τῆς εἰδωλολατρείας ἐλέγετο καὶ κατεσκευάζετο. 1 Kor 10, Μὴ πρὸς τὰ εἴδωλα αὐτῶν ἀποβλέπετε οὐδὲν ὄντα, ἀλλὰ πρὸς τὴν διάνοιαν καθ' ἣν θύουσι δαιμονίοις καὶ οὐ θεῷ· τὸ γὰρ γινόμενον ὥσπερ εἰς ἄρνησιν γίνεται τοῦ θεοῦ. 1 Kor 10,22 Ἐπειδὴ γέγραπται ὁ θεὸς λέγων διὰ Μωϋσέως αὐτοῖς· παρεζήλωσάν με ἐπ' οὐ θεοῖς, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν, οἱ δὲ Korίνθιοι εἰδωλόθυτα ἤσθιον, διὰ τοῦτό φησιν· ἢ παραζηλοῦμεν τὸν κύριον;–ἀντὶ τοῦ παροξύνομεν αὐτόν; –μὴ ἰσχυρότεροι αὐτοῦ ἔσμεν; ἔδειξε διὰ τούτου, ὅτι οὐ θέλει ὁ κύριος εἰδωλόθυτα ἡμᾶς ἐσθίειν. μὴ τοίνυν, φησί, θέλε ἃ μὴ θέλει ὁ κύριος, ὡς ἰσχυρότερος αὐτοῦ καὶ συνετώτερος. Ἢ εἰς ζῆλον αὐτὸν κινοῦμεν καὶ παροξύνομεν; εἴρηται γὰρ παρὰ Μωϋσεῖ· αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ θεοῖς, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν. ταῦτα δέ φησιν, ἐπειδὴ εἰδωλόθυτα οἱ Korίνθιοι ἤσθιον. 1 Kor 10,25 Ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἀκριβολογουμένους μηκέτι τολμᾶν μήτε ὀψωνεῖν φόβῳ τοῦ μὴ ἀκοῦσαι «εἰδωλόθυτον ἠγόρασας», παραμυθεῖται τὸν φόβον. συνείδησιν δὲ λέγει οὐ τὴν τοῦ ἐγνωκότος ὅτι οὐδὲν εἴδωλον, ἀλλὰ τὴν τοῦ ἑωρακότος τὸν ἀγοράζοντα τὸ

Unit 4 rem close§u04-rem-close

u04-rem-closeRem CLOSEOUT: Unit 4 CLOSEOUT.

Greek · §u04-rem-close

εἰδωλόθυτον καὶ νομίζοντος ὅτι ἔστι τι εἰδωλόθυτον. 1 Kor 10,26 Ἃ ἐσθίετε τοῦ κυρίου ἐστίν, ἐπεὶ καὶ ἡ γῆ καὶ πάντα ὅσων πεπλήρωται. 260 1 Kor 10,31 Πάντα πεφυλαγμένως ποιεῖτε, ἵνα δοξάζωσι δι' ὑμᾶς τὸν θεὸν καὶ μὴ σκανδαλίζωνται. 1 Kor 10,32 Μὴ αἴτιοι προσκόμματος γίνεσθε Ἰουδαίοις καὶ Ἕλλησιν ἐν τῷ μὴ προφάσει τῆς κακῆς ὑμῶν ἀναστροφῆς φεύγειν αὐτοὺς τὴν πίστιν, τῇ δὲ ἐκκλησίᾳ τοῦ θεοῦ ἐν τῷ τοὺς ὀλιγοπίστους μὴ σκανδαλίζεσθαι. 1 Kor 11,2 Ἐπαινεῖ νῦν καίπερ διεσφαλμένους, ἵνα κἂν τοῦ λοιποῦ πεισθῶσιν οἷς λέγει. 1 Kor 11,3 Προτρεπόμενος μᾶλλον ἢ ἀποδεχόμενος λέγει, ἵνα ἑξῆς τὴν παραίνεσιν βεβαιώσῃ ἐν αὐτοῖς· θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ Χριστοῦ ὁ θεός. Εἰ ἀσεβῶς ἐκλαμβάνοι τις, κατὰ τὸν τῆς θεότητος λόγον, εἰ δὲ εὐσεβῶς, κατὰ τὸν τῆς οἰκονομίας· οὐ γὰρ περὶ τοῦ γεγενῆσθαι νῦν ὁ λόγος–ἰδοὺ γὰρ ὁ ἀνὴρ τὴν γυναῖκα οὐκ ἐποίησεν–οὐδὲ ἡ τάξις ᾗ ἐχρήσατο Παῦλος εἰς τοῦτο βλέπει, ἀλλ' εἰς μόνην τὴν ὑποταγήν· οὐ διὰ τὴν τῆς φύσεως ἀλλοτρίωσιν– καὶ ὅλως οὐδὲ τοῦ μονογενοῦς ἡ θεότης λαμβάνεται νῦν, ἀλλ' ἡ οἰκονομία ἐγγυτέρω ἔχουσα πρὸς τὸν ἄνδρα καὶ τὴν γυναῖκα κατὰ τὴν φύσιν. Ἐπειδὴ οἱ Ἀρείου λέγουσιν· ὥσπερ κεφαλὴ τοῦ ἀνδρὸς ὁ Χριστός, ἐπειδὴ ποιητὴς αὐτοῦ ἐστιν, οὕτω τοῦ Χριστοῦ ὁ θεὸς ὡς ποιητὴς αὐτοῦ, δοκοῦσι τὰ ἑξῆς ἀγνοεῖν· τῆς γὰρ γυναικὸς κεφαλὴ ὁ ἀνήρ. καὶ οὔτε ποιητὴς αὐτῆς ἐστιν καὶ ὁμοούσιος αὐτῇ ἐστιν, καὶ κατὰ τὸν αὐτὸν λόγον εὑρισκόμεθα ὁμοούσιοι τῷ Χριστῷ. οὕτω πάντα πᾶσι ληροῦσιν. κεφαλὴ γὰρ ὧδε κατὰ τὸ ἀρχοντικὸν εἴρηται, οὐ κατὰ τὸ ποιητικόν· ὥστε ὁ ἔχων ἄρχοντα καὶ κεφαλὴν τὸν Χριστόν, ἐὰν ἁμαρτῇ, τὸν ἑαυτοῦ ἄρχοντα ὑβρίζει. κατὰ τοῦτον τὸν λόγον τῷ Χριστῷ ὑποτεταγμένοι τῷ θεῷ καὶ πατρὶ ὑποτετάγμεθα, ὅτι καὶ τοῦ Χριστοῦ κεφαλὴ ὁ θεός. 261 1 Kor 11,4 Προφητεύειν λέγει τὸ τοὺς προφήτας ἑρμηνεύειν. ἤτοι ἐν τούτῳ ἡ διαφορὰ τῶν πάλαι προφητῶν καὶ τῶν νέων, ὅτι οἱ μὲν παλαιοὶ γενικώτερον ἐπροφήτευον περὶ ἐκπτώσεως Ἰουδαίων καὶ κλήσεως ἐθνῶν καὶ τῆς ἐνσάρκου ἐπιδημίας Χριστοῦ, οἱ δὲ ἰδικῶς ὡς ἐπὶ Ἀνανίου ὁ Πέτρος. 1 Kor 11,7 Ἐκ τούτων φαίνεται ὅτι οὔτε κατὰ τὴν ψυχὴν εἰκὼν θεοῦ ἄνθρωπος, οὔτε κατὰ τὸ σῶμα. εἰ γὰρ ἦν καθ' ἕν τι τούτων, πάντως ἂν καὶ ἡ γυνὴ εἰκὼν θεοῦ ἐκλήθη, καὶ αὐτὴ τὸν τύπον ἔχουσα τὸν τοῦ σώματος καὶ τὴν ψυχὴν ἔχουσα οἵαν καὶ ὁ ἀνήρ. εἰ δὲ τὴν αὐτὴν ἔχουσα ἡ γυνὴ τῷ ἀνδρὶ ψυχὴν καὶ σάρκα εἰκὼν οὐ λέγεται, δηλονότι κατὰ τὸ ἀρχικὸν εἰκὼν θεοῦ ὁ ἄνθρωπος. ὅτε μὲν γὰρ περὶ τῶν ἀλόγων ὁ λόγος, καὶ ἡ γυνὴ εἰκὼν θεοῦ· ὅτε δὲ ἡ ἐξέτασις ἀνδρὸς πρὸς γυναῖκας, μόνος εἰκὼν ὁ ἀνήρ, διότι τὸ ἄρρεν καὶ θῆλυ ἐν ἀνθρώποις πάντων κρατεῖ τῶν ἐν γῇ, τῶν ἐν θαλάσσῃ, τῶν ἐν ἀέρι, γυναικὸς δὲ ὁ ἀνήρ, ἀνδρὸς δὲ οὐδεὶς ἐπὶ τῆς γῆς. ὡς οὖν οὐδεὶς ἄρχει θεοῦ ἐν τοῖς οὖσιν, οὕτως οὐδὲ ἀνδρὸς ἐν τοῖς ἐπιγείοις. φύσιν δὲ νοοῦμεν ἡμεῖς τῶν πραγμάτων αὐτῶν τὴν ἀλήθειαν. Εἰκών ἐστιν ὁ ἀνὴρ τοῦ θεοῦ, οὐ κατὰ σῶμα ἢ ψυχήν, ἀλλὰ κατὰ τὸ ἀρχικόν· ἔχει γὰρ μετὰ τῶν ἄλλων ἐν ὑποταγῇ καὶ τὴν γυναῖκα, καὶ ὥσπερ οὐδεὶς ἄρχει θεοῦ ἐν τοῖς οὖσιν, οὕτως οὔτε ἀνδρὸς ἐν τοῖς ἐπιγείοις. ὥσπερ δὲ καλῶς ὑπακούων ὁ ἀνὴρ τῷ ἀρχηγέτῃ δόξα καὶ ἔπαινος θεοῦ ἐστιν, οὕτως καὶ ἡ γυνὴ δόξα τοῦ ἀνδρός ἐστιν καλῶς αὐτῷ ὑποτεταγμένη. 1 Kor 11,10 Τὸ τραχὺ καὶ δύσεικτον τῶν γυναικῶν συνεωρακὼς ὁ ἀπόστολός φησιν, ὑπομιμνήσκων ὅτι καὶ ἀγγέλους ἐπέστησεν ἡμῖν ὁ θεός. τινὲς δὲ ἀγγέλους τοὺς ἱερέας τῆς ἐκκλησίας εἰρῆσθαί φασιν καὶ δι' αὐτοὺς καλύπτεσθαι ὡς μὴ λαβούσας τοῦ ἄρχειν τὴν ἐλευθερίαν. τοῦτο 262 δὲ ἴσως εἶπεν, ἐπειδὴ καὶ γυναῖκες προεφήτευον ἐκ πνεύματος ἁγίου. τοῦ δὲ πνεύματος ἐνεργοῦντος πᾶσα ἀνάγκη τοὺς λειτουργοὺς ἀγγέλους παρεῖναι, καὶ δεῖ διὰ τοῦτο κατακαλύπτεσθαι τὴν γυναῖκα. 1 Kor 11,14–15 Οὐκ ἀπὸ τοῦ παλαιοῦ ἔθους ἀλλ' ἀπὸ τοῦ κατ' αὐτοὺς ἐδοκίμασε τοῦτο. καὶ οἱ κομῶντες τὸ παλαιὸν ἐκ μέρους ἀποκείροντες ἐπὶ πλεῖον ἢ ἔδει κομῶντες, γυναικὶ δὲ ἀεὶ τὸ κείρεσθαι ἀπεδοκιμάσθη. 1 Kor 11,19 Αἱρέσεις λέγει οὐ τὰς ἐν τοῖς δόγμασιν ἀλλὰ τὰς ἐν ἔθεσι καὶ τύποις. 1 Kor 11,–21 Ἐγκαλεῖ ὅτι συνερχόμενοι ὡς ἐπὶ κοινωνίᾳ τοῦ ἁγίου σώματος οὐκ ἀνέμενον ἀλλήλους, ἀλλά τινων διαπενίαν ἀσχολουμένων καὶ ὑστερούντων προφθάνοντες οἱ εὔποροι οὐκ ἀνέμενον τοὺς ἄλλους, ἀλλ' ὑπὸ γαστριμαργίας τοῦ μὲν κυριακοῦ δείπνου παρημέλουν, ἐπὶ δὲ τὰ

In epistulam i ad Corinthios Unit 5 opening§u05-open

u05-openUnit 5.

Lemma-led open — ἴδια αὐτῶν δεῖπνα ἐπείγοντο, ἅπερ πολυτελῶς ἐποίουν ἐν τῇ ἐκκλησίᾳ ὥσπερ ἐλέγχοντες τῶν οὐ

Greek · §u05-open

ἴδια αὐτῶν δεῖπνα ἐπείγοντο, ἅπερ πολυτελῶς ἐποίουν ἐν τῇ ἐκκλησίᾳ ὥσπερ ἐλέγχοντες τῶν οὐκ ἐχόντων τὴν ἔνδειαν, διότι ἄλλων πεινώντων αὐτοὶ ἐμέθυον· φθάνοντες γὰρ τὴν κοινωνίαν ἀπήλαυον τῶν ἰδίων ὄψων. 1 Kor 12,1–2 Πνευματικὰ λέγει νῦν τὰς τοῦ ἁγίου πνεύματος ἐνεργείας ἃς ἑκάστῳ κατὰ τὴν ἀξίαν διερεῖ, οἷον τῷ μὲν εὐαγγελίζεσθαι, τῷ δὲ προφητεύειν, καὶ ἑτέρῳ ἕτερον. διὰ δὲ τοῦ εἰπεῖν πρὸς τὰ εἴδωλα ἀνήγεσθε δείκνυσι διαφορὰν προφητείας καὶ μαντείας μεγίστην. ἐν μὲν γὰρ τοῖς εἰδώλοις οὐ νήφουσιν οἱ κάτοχοι τῷ ἀκαθάρτῳ πνεύματι, ἀλλ' ἀνάγονται ὑπ' ἀκαθάρτου πνεύματος οὐκ αὐθαιρέτῳ γνώμῃ πορευόμενοι· τοῦτο γὰρ δηλοῖ διὰ τοῦ ἀνήγεσθε ἀπαγόμενοι. φησὶ γοῦν· τὴν μὲν τοῦ ἀκαθάρτου πνεύματος ἐξ ὧν ἐπάσχετε ἴστε ἐνέργειαν, τὰ δὲ τοῦ ἁγίου πνεύματος καθαρὰν ἔχει τὴν ἐνέργειαν. διὸ ὁ μὲν μάντις σκοτοῦται τὴν ψυχὴν καὶ οὐκ οἶδεν ὃ λέγει, τοῦ δὲ προφήτου ἡ ψυχὴ φωτεινοτέρα γίνεται καὶ μαθοῦσα ἃ οὐκ ᾔδει λέγει τὰ ἀποκαλυφθέντα αὐτῇ. ὁ οὖν δαίμων ὡς ἐχθρὸς σκοτεῖ τὴν ψυχήν, τὸ δὲ πνεῦμα ὡς εὐεργετικὸν φωτίζει προσερχόμενον τῇ ψυχῇ, ὅπερ δεικνὺς ἐπάγει. 263 1 Kor 12,3 Πάντων γὰρ τὰ βλάσφημα εἰς Χριστὸν ὑπὸ τοῦ πονηροῦ ἐνεργεῖται τοῦ θολοῦντος τὴν ψυχήν. τοῦτο οὖν λέγει ἀσφαλιζόμενος τοὺς προσποιουμένους θεοφορεῖσθαι καὶ κατὰ Χριστοῦ λαλοῦντας. ἐπειδὴ δὲ καὶ ἡ λεγεὼν καὶ ἡ πυθομάντις ὠνόμαζον τὸν κύριον Ἰησοῦν, οὐ λέγομεν ὅτι ὁ τοῦτο λέγων τελείως λέγει–εἰσὶ γὰρ πολλοὶ κύριοι λεγόμενοι δίκαιοι–ἀλλὰ τὸ ὁμολογῆσαι τὴν ἐπὶ πάντων κυριότητα καὶ δεσποτείαν τοῦ Χριστοῦ. ἴσως δὲ ὅτι καὶ πειρώμενοι τοῦτο ἔλεγον ὡς ὁ διάβολος ἀναγαγὼν αὐτὸν εἰς τὸ ὄρος. διὸ οὔτε ὥσπερ ἀναξίων καὶ πειραζόντων καταδέχεται τὴν ἐξ αὐτῶν μαρτυρίαν. 1 Kor 12,8–10 Λόγος σοφίας τὸ καὶ νοῆσαι τὰ ἐν σοφίᾳ θεοῦ εἰρημένα ἐν προφήταις καὶ εὐαγγελισταῖς καὶ παραστῆσαι τοῖς ἀκούουσιν. λόγος γνώσεως ἡ ἀποκάλυψις τῶν λανθανόντων ἃ μανθάνει τις μὴ εἰδὼς ἐν πρώτοις παρὰ τῆς τῆς χάριτος καὶ λέγει. πίστις τὸ πιστεῦσαι μόνον τῷ κηρύγματι· οὐ γὰρ τὸ ἀκοῦσαι ἁπλῶς τοῦτο πίστις ἀλλὰ τὸ δέξασθαι πιστῶς τὰ εἰρημένα. διάκρισις πνευμάτων, ἐπειδὴ μεμίμηται ἡ μαντεία τὴν προφητείαν ἐν τῷ καὶ αὐτῇ δοκεῖν προλέγειν τὸ πνεῦμα τὸ ἅγιον, καὶ τούτων τὴν διάκρισιν δέδωκεν διὰ τὸ μὴ πλανᾶσθαι. 1 Kor 12,12 Τῷ ὅλῳ σώματι ἐκ πολλῶν συγκειμένῳ μελῶν ἀπεικονίζει τὸν Χριστόν, διὰ τοῦ Χριστοῦ τὴν ἐκκλησίαν δηλῶν· ἐπεὶ γὰρ ὁ Χριστὸς εἴρηται τῆς ἐκκλησίας κεφαλὴ καὶ ἡ ἐκκλησία σῶμα Χριστοῦ, Χριστὸν δὲ ὠνόμασεν τὴν ἐκκλησίαν, ἀπὸ τοῦ κρείττονος τὸ ἔλαττον δηλῶν. 1 Kor 12,14 Τοῦτο λέγει, ἵνα μὴ τοὺς ταπεινοτέρους ἐν τῇ ἐκκλησίᾳ περιορῶσιν· κἂν γὰρ τῇ φύσει ἐλάττω τις ᾖ, ἀλλὰ τῷ κοινῷ τῆς ἐκκλησίας συμβάλλεται. 1 Kor 12,27 Οὐκ εἶπεν μέλη ἐκ μελῶν, ἀλλὰ μέλη πολλὰ ἐκ μέλους ἑνός· μέλος γὰρ ἡ κεφαλὴ τοῦ ὅλου σώματος. Οὐκ εἶπεν ἐκ μελῶν, ἀλλ' ἐκ μέλους· ἓν γάρ ἐστιν μέλος ἡ κεφαλή, ὅς ἐστι Χριστός, ἡ κεφαλὴ τῆς ἐκκλησίας. Ἐπειδὴ μελῶν μέμνηται καὶ σώματος, ἄρχεται ἀπὸ τοῦ τιμιωτέρου τῶν ἄλλων μελῶν τῶν μετὰ τὴν κεφαλήν, τῶν ἀποστόλων. προφήτας δὲ λέγει τοὺς ἐν τῇ ἐκκλησίᾳ, οὐ τοὺς ἐν νόμῳ. τρίτον διδασκάλους. μὴ θαυμάσῃς εἰ πρὸ τῶν τὰς ἰάσεις καὶ τὰς δυνάμεις ἐπιτελούντων τέθειται διδάσκαλος· τὰ γὰρ σημεῖα ἵνα πιστευθῇ ἡ γνῶσις, ἡ δὲ γνῶσις διὰ τῶν διδασκόντων παρίσταται. ἀντιλήψεις. τοῦτο ἀλλαχοῦ λέγει· ὁ προϊστάμενος ἐν σπουδῇ. κυβερνήσεις· αἱ διοικήσεις αἱ ἐκκλησιαστικαί. 264,ξολ2 Κεφαλὴ τῆς ἐκκλησίας Χριστός, μεθ' ὃ μέλος δεύτερα μέλη φησὶ τοὺς ἀποστόλους. Οὐ τοὺς ἐν τῷ νόμῳ λέγει, ἀλλὰ τοὺς τῆς ἐκκλησίας. ∆ιὰ τοῦτο δείκνυσιν ὅτι μέγα ἐφρόνουν ἐπὶ τῷ χαρίσματι τῶν γλωσσῶν, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις χαρίσμασιν. δείκνυσιν οὖν ὅτι τὸ μέγιστον ἡ ἀγάπη ἐστίν· ἐκεῖνα μὲν γὰρ χαρίσματά ἐστιν καὶ

Unit 5 rem early§u05-rem-early

u05-rem-earlyRem early: Unit 5; lemma and argument toward the thesis.

Greek · §u05-rem-early

τοῖς ἀναξίοις διὰ τὴν οἰκοδομὴν τῆς ἐκκλησίας διδόμενα, τὸ δὲ τῆς ἀγάπης κατόρθωμα τοῦ εὐσεβοῦς. τοῦτο οὖν λέγει· ποθεῖτε τὰ χαρίσματα τὰ κρείττονα. καὶ ὁδὸν ὑμῖν δείκνυμι τὴν ἄγουσαν ὑμᾶς ἐπὶ τὴν τῶν κρειττόνων χαρισμάτων ἀπόλαυσιν, ὁδὸν δὲ τὴν ἀγάπην· ὁ γὰρ ἀγαπῶν νόμον πληροῖ. ὁ δὲ νόμον πληρῶν εὐδοκιμεῖ. ὁ δὲ εὐδοκιμῶν λαμβάνει χάρισμα πνευματικόν. Ἐπειδὴ ἑώρα αὐτοὺς ζηλοῦντας τοὺς ἔχοντας τὰ χαρίσματα, τὴν δὲ ἀγάπην οὐ θερμαίνοντας, διδάσκει ὡς Korυφαιότατον ἀγαθὸν ἡ ἀγάπη· ἐκεῖνα γὰρ τὰ χαρίσματα ἐσθ' ὅτε καὶ ἀναξίοις ἐδίδοτο διὰ τὴν οἰκοδομὴν τῆς ἐκκλησίας, τὸ δὲ τῆς ἀγάπης κατόρθωμα ἴδιόν ἐστι τοῦ εὐσεβοῦς. ὁδὸν οὖν λέγει τὴν ἀγάπην τὴν ἄγουσαν ἡμᾶς ἐπὶ τὴν τῶν κρειττόνων ἀπόλαυσιν· τί γὰρ ἀνώτερον τοῦ χαρίσματος τῆς ἀγάπης τῆς πάντα πληρούσης τὸν νόμον; 265 Καὶ τίς γλῶσσα ἀγγέλων, παρ' οἷς οὐ στῆθος, οὐ λάρυγξ, οὐ γλῶσσα, οὐ φωνή; ἀλλ' ἐπειδή, ὡς λέγει Μωϋσῆς ἐν τῷ ∆ευτερονομίῳ, ἔστησεν ὁ θεὸς ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ– τότε δὲ δηλαδὴ ἔστησεν, ὅτε εἰς γλώσσας ἐμέρισεν τοὺς τὸν πύργον οἰκοδομεῖν ἐπιχειρήσαντας–· ἐπειδὴ γὰρ οὐκέτι ἀπὸ τῆς ὁμοφωνίας ἐφυλάττοντο εἰς συμφωνίαν, ἀλλ' ὥσπερ ἠλλοτριώθησαν ἀλλήλων ταῖς τῆς γλώσσης ἐναλλαγαῖς, ἐτέθησαν ἄγγελοι, ἵνα ἕκαστος φυλάσσῃ ὃ ἐπιστεύθη ἔθνος, καὶ μηδὲν παραναλωθῇ καὶ ἀπόληται. διὰ τοῦτο ἀγγέλων γλώσσαις καλεῖ τὴν διαφορὰν τῶν γλωσσῶν. δεῖ δὲ εἰδέναι ὅτι ὥσπερ ἄρτον ἀγγέλων λέγει ὁ ∆αυὶδ οὐχ ὡς ἐσθιόντων, οὕτως καὶ ἀγγέλων γλώσσας οὐχ ὡς λαλούντων· ἐκεῖνό τε γὰρ καὶ τοῦτο ὡς ὑπουργούντων τῇ τοῦ θεοῦ διατάξει. ἀνθρώπων μὲν οὖν γλῶσσα ἡ πεπαιδευμένη–ἐπείσακτος γὰρ αὕτη παρὰ τὴν φυσικὴν ἡ ἔντεχνος–, ἀγγέλων δὲ γλῶσσα ἡ κατὰ φύσιν εἰς πολλὰ μερισθεῖσα. Γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. ἐντεῦθεν φαίνεται ὅτι ἀγγέλων λέγει τὴν ἐναλλαγὴν τῶν γλωσσῶν καὶ τὴν διαφοράν· ὁ γὰρ λαλῶν ἄλλαις γλώσσαις παρὰ τοῖς οὐκ εἰδόσιν αὐτὰς ὥσπερ κύμβαλόν ἐστι μόνον ἦχον ἀποτελοῦν, νόημα δὲ οὐδὲν ἐπιδεικνύμενον. Ἀνθρώπων γλῶσσαν λέγει τὴν ῥητορικήν, γραμματικήν, φιλοσοφικήν, νοητικήν, συγγραφικήν, τεχνικήν, συζητητικήν. ποία δὲ γλῶσσα παρ' ἀγγέλοις παρ' οἷς οὐ στῆθος, οὐ φάρυγξ, οὐ φωνή, οὐκ ἄλλο τι σωματικόν; ἀγγέλων γλώσσας τὰς διαφορὰς τῶν γλωσσῶν αἷς ἐπέστησαν οἱ ἄγγελοι κατὰ τὸ τῆς διασπορᾶς τῆς ἐπὶ τῆς πυργοποΐας, ἵνα ἕκαστος φυλάττῃ ὃ ἐπιστεύθη ἔθνος. ὥσπερ δὲ ἄρτον ἀγγέλων νοοῦμεν τὸν διὰ τῆς ἐπιταγῆς τῶν ἀγγέλων χορηγούμενον–οὐχ ὅτι οἱ ἄγγελοι ἤσθιον, ἀλλ' ὅτι οἱ ἄγγελοι παρέχειν ἐπετάγησαν– οὕτως καὶ ἀγγέλων γλώσσας τὰς διαφορὰς τῶν γλωσσῶν αἷς ἐπέστησαν ἄγγελοι. Χαλκοῦ δὲ ἦχον καὶ κυμβάλου ἀλαλαγμὸν τὰς διαφορὰς τῶν γλωσσῶν εἶπεν· ὅταν γὰρ οὐκ οἶδέν τις τὰ ἐν ἑτέρᾳ γλώσσῃ λαλούμενα, οὕτως ἔχει τὸν λαλοῦντα ὡς κύμβαλον ἄσημον ἀποτελοῦν, νόημα δὲ οὐκ ἐμφαῖνον. 266 1 Kor 13,2 Μυστήριον λέγει πᾶν τὸ ἀγνοούμενον μέν, δυνάμει δὲ πνεύματος ἀποκαλυπτόμενον. ἓν μυστήριόν ἐστι τοῦτο, ὡς καὶ ἀλλαχοῦ λέγει· οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν τὸ μυστήριον τοῦτο καὶ πάλιν ἰδοὺ μυστήριον ὑμῖν λέγω. 1 Kor 13,4 Μετ' ὀλίγα διδάσκει τί ἐστιν ἀγάπη, ὅπου λέγει· ἡ ἀγάπη μακροθυμεῖ καὶ τὰ ἑξῆς. διὸ ἄλλο ἐστὶ τὸ ἐλεεῖν καὶ ἕτερον τὸ ἀγαπᾶν, ὅμως καὶ τὸ δοῦναι τὴν οὐσίαν πτωχοῖς καὶ τὸ ἐκδοῦναι ἑαυτὸν εἰς μαρτύριον· ἐὰν μήπω τῆς ἀγάπης λόγῳ γίνηται, λανθάνει εἰς κενοδοξίαν καὶ φιλοτιμίαν κενὴν ἐκπίπτον. διὸ εἰ καὶ μεταδώσομεν διὰ τὴν περὶ τὸν λαμβάνοντα ἀγάπην, ἢ διὰ τὴν περὶ τὸν ἐντειλάμενον θεὸν μεταδοτέον, καὶ εἰ μαρτυρήσομεν διὰ τὴν περὶ τὸν κύριον ἀγάπην, τοῦτο ἡμῖν ὑπομενετέον. 1 Kor 13,8 Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει, τοῦτ' ἔστιν οὐδέποτε ἐξολισθαίνει εἰς ἁμάρτημα. 1 Kor 13,10 Ἡ ἐκ μέρους καταργεῖται τῆς ὁλοκλήρου γνώσεως δοθείσης· ὀλίγα γὰρ οἴδαμεν τῶν πλειόνων ἔτι λανθανόντων. 1 Kor 13,11– 12 Ὥσπερ, φησίν, ὅτε ἤμην παῖς, νηπίου εἶχον τοὺς λογισμούς, παρελθὼν δὲ εἰς ἄνδρα τέλειον ἔσχον τὸν νοῦν, οὐκέτι ἁπλῶς εἰδὼς τὸν πατέρα ὅτι πατήρ, ἀλλὰ καὶ κατὰ τί πατήρ ἐστιν, οὕτω καὶ ὅτι γιγνώσκω νῦν ἐκ μέρους, τοῦτο ἐν καιρῷ τελείῳ μαθήσομαι. καὶ ὅπερ νῦν ὡς ἐν ἐσόπτρῳ ἀμυδρῶς, τοῦτο ἐν καιρῷ ἐναργῶς γνώσομαι. οὐκ εἶπεν δὲ «γνώσομαι τότε μυστήρια», ὅπερ ἀκόλουθον ἦν, ἀλλὰ ἐπιγνωσθήσομαι· ὁ γὰρ ἐπιγνωσθεὶς παρὰ τοῦ θεοῦ καὶ οἰκειωθεὶς αὐτῷ, οὗτος καὶ τῆς αὐτοψίας τῶν μυστηρίων τυγχάνει. 1 Kor 13,13 Μήπω ἀποκαλυφθείσης ἡμῖν πάσης γνώσεως, μένει ἡμῖν τὸ πιστεύειν ὅτι ἀποκαλυφθήσεται ἡμῖν πᾶσα γνῶσις.

Unit 5 rem mid§u05-rem-mid

u05-rem-midRem mid: Unit 5; lemma continues; reading with the letter.

Greek · §u05-rem-mid

καὶ πιστεύουσι μὲν 267 1 Kor 13,2–14,6 εἰς τὸ ἐλπίζειν, ἐλπίζουσι δὲ ἀναγκαία ἡ ἀγάπη, ἵνα μὴ ἐκπέσωμεν τῆς ἐλπίδος. διὸ εἶπεν· μείζων τούτου ἡ ἀγάπη· διὰ γὰρ τῆς ἀγάπης πληροῦται ὁ νόμος. 1 Kor 14,1–5 Ἐὰν γὰρ μὴ διερμηνεύῃ, μόνον δὲ λαλῇ γλώσσῃ καὶ τὴν δύναμιν μὴ σαφανίζῃ ὡς οὐκ ἔχων τοῦτο τὸ τῆς διερμηνείας χάρισμα, μυστήρια μὲν λαλεῖ–τὸ γὰρ πνεῦμα χορηγοῦν τὰς γλώσσας δηλονότι–καὶ μυστήρια φθέγγεται διὰ τῶν γλωσσῶν, οὐκ οἰκοδομεῖ δὲ τὴν ἐκκλησίαν οὐκ ἐπισταμένην ἃ λέγει. ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ, ἐπιστάμενος ὅτι ἃ μὴ ἤδη ἐφθέγγετο ἐνόει· πνεύματος ἁγίου ἦν χάρις ἐν αὐτῷ καὶ ᾠκοδομεῖτο. Ὥσπερ ὁ γλώσσαις λαλῶν καὶ διερμηνεύοι, οὐκ ἔλαττόν ἐστι τοῦ προφήτου. Ζηλοῦτε, φησί, πλείω τῶν ἄλλων χαρισμάτων τὴν προφητείαν. τοῦτο δὲ εἶπεν· πρὸς γὰρ τὴν πολιτείαν ἑκάστου ἐδίδοτο τὰ χαρίσματα, καὶ ἐν αὐτοῖς ἦν ὃ ἤθελον ζηλῶσαι καὶ λαβεῖν. ὅταν δὲ λαλῶσί τινες γλώσσαις, οὐδεὶς ἀκούων νοεῖ. ἀλλ' ὅμως εἰ καὶ τὰ λαλούμενα ἄδηλα ἀνθρώποις, ἀλλ' ὁ ἐν πνεύματι λαλῶν λαλεῖ μυστήρια–τὸ γὰρ πνεῦμα χορηγοῦν γλώσσαις μυστήρια φθέγγεται–, ὁ δὲ προφητεύων ὠφελεῖ τοὺς ἀκούοντας· κατάδηλα γὰρ αὐτοῖς λαλεῖ. Μείζων ἡ χάρις, ἐὰν ὁ λαλῶν γλώσσαις καὶ τὸ διερμηνεύειν λάβῃ· ἴσως γὰρ ὅτι ἀμφοτέρων οὐκ ἐτύγχανεν. Ὥσπερ ὁ γλώσσαις λαλῶν καὶ διερμηνεύει, οὐκ ἔλαττόν ἐστι τοῦ προφήτου. 1 Kor 14,6 Τί ὑμᾶς ὠφελήσω, φησίν, ἐὰν μὴ δύνωμαι ὑμῖν λαλεῖν ἢ περὶ ὧν ἀπεκαλύφθη μοι παρὰ θεοῦ, ἢ περὶ ὧν αὐτὸς ἔγνων καὶ κατέλαβον, ἢ περὶ ὧν παρὰ προφήταις κατενόησα, ἢ περὶ ὧν ὑμῖν συμβουλεύειν ἔγνωκα ἢ διδάσκειν; ἐὰν περὶ τούτων λαλῶ, ὑμεῖς δὲ μὴ συνίετε, τί ὑμᾶς ὠφελήσω; 268 1 Kor 14,7 Σκοπεῖτε γάρ, φησίν, ὅτι καὶ ἐν τοῖς ἀψύχοις αὐλῷ καὶ κιθάρᾳ ἐὰν μὴ διαστέλλωνται οἱ φθόγγοι, συγχεῖται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον. 1 Kor 14,10 Οὐδὲν ἄφωνον, δηλονότι γένος ἀνθρώπων. 1 Kor 14,12 Πνευματικὰ λαλεῖ τὰ διάφορα χαρίσματα τοῦ ἁγίου πνεύματος. 1 Kor 14,13–14 Ἐάν, φησί, λαλήσω γλώσσῃ τινὶ ἣν οὐκ οἶδα, μηδὲ εἰδὼς αὐτῆς τὴν δύναμιν, πέπεισμαι μὲν ὅτι νοῦν ἄκαρπον ἔχω οὐκ ἔχοντα τῶν εἰρημένων τὴν δύναμιν. Προσευχέσθω ἵνα διπλῆς χάριτος τύχῃ, καὶ γλώσσαις λαλῇ καὶ ταύτας ἑρμηνεύῃ. τὸ δὲ προσεύχεσθαι γλώσσῃ πνεύματος μὲν ἁγίου ἐστὶν ἐνέργεια, τοῦ δὲ νοῦ ἀκαρπία γίνεται διὰ τὸ μηδένα δύνασθαι νοεῖν τὰ λεγόμενα ἢ ὠφελεῖσθαι. διό, φησίν, τοῦτο ποιητέον μοι, σαφηνίζειν τὰ διὰ τοῦ πνεύματος χορηγούμενά μοι πρὸς οἰκοδομὴν τῶν ἀκουόντων, ἵνα μὴ ὁ νοῦς ἄκαρπος ᾖ οὐκ ἔχων τῶν ῥημάτων τὴν δύναμιν. 1 Kor 14,16 ∆ιὰ τὸ μηδένα δύνασθαι ὠφελεῖσθαι ἢ συνιέναι τὰ λεγόμενα, ἐὰν εὐχαριστῶ γλώττῃ, οὐκ ἀποδίδωσί σοι ὁ ἀκροατὴς τὸ ἀμήν. ἰδιώτην δὲ λέγει ὥσπερ τὸν ἀστράτευτον τὸν μηδέπω βαπτισθέντα. 1 Kor 14,19 Τῇ σαφηνείᾳ τοῦ νοῦ καὶ τῇ συνήθει γλώττῃ. 1 Kor 14, Τέλειοι γίνεσθαι σπουδάζετε, νοεῖν τὰς γραφάς. 269 1 Kor 14,21–23 Ἐπισημήνασθαι χρὴ ὅτι ἀπαιτούμενοι Ἰουδαῖοι, ὅπου ὁ θεὸς ἐν πολλαῖς αὐταῖς ἐλάλησε γλώσσαις κἀκεῖνοι ἠπείθησαν, οὐκ ἔχουσι δεῖξαι· ἡμεῖς δὲ δείκνυμεν ὅτι, ὅτε ἦλθε. τὸ πνεῦμα τὸ ἅγιον καὶ ἐμέρισεν γλώσσαις, οἱ Ἰουδαῖοι ἀπειθοῦντες ἔλεγον· γλεύκους μεμεστωμένοι εἰσίν. ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν. ὥστε οἰκοδομοῦσιν αἱ γλῶσσαι, ὅταν μάθῃ ὁ ἀκούων ὅτι ὁ λαλῶν λαλεῖ γλῶσσαν ἣν οὐκ οἶδεν, οὐ μὴν οἰκοδομὴν λαμβάνει τῆς ὠφελείας τῆς πνευματικῆς διδαχῆς διὰ τὸ μὴ νοεῖσθαι μὴ προχωρούσης· ἡ μὲν γὰρ προφητεία μελλόντων, τοῖς δὲ περὶ τούτων λεγομένοις ὁ τυχὼν οὐ πιστεύει ἀλλ' ὁ πιστός. ὁ δὲ ἄπιστος χρείαν ἔχει τοῦ οὐκ εἰδότος τὴν γλῶσσαν ᾗ κέχρηται, καὶ δεικνύντος ὅτι θεοῦ πνεῦμα ἐν αὐτῷ. ὥστε θαῦμα ἦν ἡ γλῶττα, ἡ δὲ προφητεία ἀπὸ τῆς ἐκβάσεως θαῦμα, οὐκ ἐν τῷ λέγεσθαι. διχῶς δὲ λέγεται ἀπιστία ἐν τῇ θείᾳ γραφῇ· καὶ ἡ ἀληθῶς ἀπιστία ἡ τῶν Ἑλλήνων, καὶ ἡ ὀλιγοπιστία ἡ τῶν εὐσεβῶν. Ἄπιστον λέγει τὸν Ἕλληνα, ἰδιώτην δὲ τὸν μήπω βα270 πτισθέντα, τὸν ἀστράτευτον· τότε γὰρ οὐκ ἐλέγοντο κατηχούμενοι ἢ ἀβάπτιστοι. 269,ξολ2 Νόμον λέγει καὶ τὰ τῶν ἄλλων προφητῶν, ἐπειδὴ κατὰ νόμον ἐπολιτεύοντο. τὸ δὲ εἰρημένον τῷ Ἡσαΐᾳ τότε ἀπέβη ὅτε κατῆλθεν ἐπὶ τοὺς ἀποστόλους τὸ πνεῦμα, καὶ ἐλάλουν γλώσσαις καὶ ἐχλεύαζον Ἰουδαῖοι. ∆ηλονότι ὠφελοῦσιν αἱ γλῶσσαι, ὅταν ὁ ἀκούων γνῶ ὅτι ὁ λαλῶν γλώσσῃ λαλεῖ ἣν οὐκ οἶδεν οὐδ' ἔμαθεν παρ' ἀνθρώπων, ὅμως οὐκ ὠφελεῖ τὸ πρᾶγμα τὸν

Unit 5 rem close§u05-rem-close

u05-rem-closeRem CLOSEOUT: Unit 5 CLOSEOUT.

Greek · §u05-rem-close

ἀκροατὴν διὰ τὸ μὴ νοεῖσθαι. ἡ δὲ προφητεία τοῖς πιστοῖς δίδοται, ἥτις περὶ τῶν μελλόντων λαλεῖ οἷς οὐχ ὁ τυχὼν πιστεύει ἀλλ' ὁ πιστός. τὸ δὲ σημεῖον δίδοται τοῖς ἀπίστοις, ἵνα πιστεύσῃ οἷς ὁρᾷ, ἡ δὲ προφητεία, ἵνα καταδέξηται τὸ ῥηθὲν καὶ εὐλογήσῃ τὸν κύριον. ἄπιστον δὲ λέγει τὸν Ἕλληνα, ἰδιώτην δὲ τὸν κατηχούμενον. ἔστι δὲ ὅπου καὶ ὁ ὀλιγόπιστος καλεῖται ἄπιστος. 270 1 Kor 14,26 Ἕκαστος δι' ἧς ἔχει χάριτος παρὰ θεοῦ, διὰ ταύτης τὴν ἐκκλησίαν οἰκοδομείτω. 1 Kor 14,28 Εἰπὼν σιγάτω ἐδίδαξεν ὅτι πνεύματι ἁγίῳ λαλῶν ὅτε θέλει λαλεῖ καὶ σιωπᾷ ὡς καὶ οἱ προφῆται, οὐ μὴν οἱ κατεχόμενοι πνεύματι ἀκαθάρτῳ· ἐκεῖνοι γὰρ καὶ ὅτε οὐ θέλουσι λαλοῦσι καὶ ἃ οὐκ ἴσασιν. 1 Kor 14,29–32 ∆ιὰ τούτων δείκνυσιν ὅτι ταῖς ψυχαῖς τὸ πνεῦμα τὸ ἅγιον ἀπεκάλυπτε τὰ μυστήρια, κἀκεῖναι φωτισθεῖσαι ἀπεκάλυπτον ἀνθρώποις, οὐχ ὡς ἐν ταῖς μαντείαις οὐκ οἶδεν ὁ μάντις τί φθέγγεται. ἀπέδωκεν οὖν ἐκεῖνο τὸ πρῶτον ὃ ἔλεγεν, ὅτι ὅτε ἦτε ἔθνη πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἀνήγεσθε ἀπαγόμενοι. Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, οἱ ἄλλοι δὲ διακρινέτωσαν, οἱ ἔχοντες τὸ χάρισμα τῆς διακρίσεως τῶν πνευμάτων. Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω, ὡς ἐν αὐτοῖς ὂν ποτὲ μὲν σιγᾶν, ποτὲ δὲ λέγειν. καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται. μὴ φοβηθῇς, φησίν, ἐὰν σιγήσῃς, ὡς ἀθετῶν τὸ πνεῦμα· οἶδεν γὰρ τὰ χαρίσματα ἀλλήλοις ὑποτάσσεσθαι. ∆ηλονότι οἱ ἔχοντες χαρίσματα τῆς διακρίσεως τῶν πνευμάτων. Μὴ φοβηθῇς ἐὰν σιωπήσῃς, ὡς ἀθετῶν τὸ πνεῦμα· οἶδεν γὰρ τὰ χαρίσματα ἀλλήλοις ὑποτάττεσθαι, ἵνα καὶ ἡ ἐκκλησία οἰκοδομὴν λάβοι καὶ ταραχὴ μὴ γίνεται πάντων ὁμοῦ λαλούντων. 271 1 Kor 15,1–2 Οὐ ξένον, φησί, λέγω, ἀλλ' ὅπερ ἐκήρυξα. καὶ οὐχὶ ἐγὼ μὲν ἐκήρυξα, ὑμεῖς δὲ οὐκ ἐδέξασθε, ἀλλ' ὃ καὶ παρελάβετε. καὶ οὐχὶ μάταιον παρελάβετε καὶ ἀνόνητον, ἀλλ' ἐν ᾧ σώζεσθε. μέλλων δὲ λέγειν ὅτι ἐγνώρισα ὑμῖν ὡς ὁ κύριος Ἰησοῦς ἀπέθανεν ὑπὲρ ἡμῶν, φησίν· τίνι δὲ λόγῳ τοῦτο τὸ εὐαγγέλιον, ἵνα πιστευθῇ ἡ ἀνάστασις· ἀπαρχὴ γὰρ Ἰησοῦς τῆς ἀναστάσεως ἀποθανὼν ὑπὲρ ἡμῶν. εἰ γὰρ μὴ ἔδει τὸν θάνατον ἀναιρεθῆναι, οὐκ ἂν ἐνηνθρώπησεν ὁ σωτήρ. ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε, ἀντὶ τοῦ πλὴν εἰ μὴ εἰκῇ ἐπιστεύσατε· ἐγὼ γὰρ λέγω ὅτι εἰ μὴ κατέχετε, φανερὸν ὅτι εἰκῇ ἐπιστεύσατε. Ὁ λόγος τοῦ εὐαγγελίου, ἡ ἐκ νεκρῶν ἀνάστασις ἧς ἡ ἀρχὴ ἡ τοῦ Χριστοῦ· εἰ γὰρ μὴ ἠβούλετο τὸν θάνατον ἀναιρεθῆναι ὁ θεός, οὐκ ἂν ἐνηνθρώπησεν. εἰ οὖν μὴ κατέχετε ἃ ἠκούσατε ἀλλ' ἀποβεβλήκατε, δῆλον ὡς εἰκῇ ἐπιστεύσατε. τὸ δὲ ἐκτὸς ἀντὶ τοῦ πλήν. 1 Kor 15,3 Τὸ ἐν πρώτοις εἶπεν ἀντὶ τοῦ πρὸ πάντων τοῦτο ὑμῖν παρέδωκα. Ἐν πρώτοις, πρὸ πάντων. οὐκ ἴδιον δὲ παρέδωκα ἐπιχείρημα ἀλλ' ὃ παρέλαβον ἐκ τῶν γραφῶν. ἐπιστώθη δὲ αὐτοψίᾳ, ὅτι Χριστὸς ἀποθανὼν ἀνέστη καὶ ἐκάλεσεν αὐτὸν ἐξ οὐρανῶν. 1 Kor 15,4 Πῶς ἐτάφη, εἰ σάρκα οὐκ εἶχεν κατὰ τοὺς αἱρετικούς; 1 Kor 15,6 Ἀντὶ τοῦ πλέον ἢ πεντακοσίοις. 272 1 Kor 15,8 Ἔκτρωμα δέ ἐστι τὸ πρὸ τοῦ διαμορφωθῆναι καὶ λαβεῖν τὸν προσήκοντα αὐτῷ χρόνον τὸν ἐν τῇ γαστρὶ ἐκβαλλόμενον, ὃ καὶ ζῆν οὐ δύναται. ἐπειδὴ τοίνυν ὡς ἐν γαστρὶ τὰ βρέφη πλάττεται, ἐν τῷ νόμῳ προεμορφοῦντο αἱ ψυχαὶ πρὸς εὐσέβειαν, ἀνεγεννῶντο δὲ ἐξ ὕδατος καὶ πνεύματος· ὁ δὲ Παῦλος ἐδίωκεν τὴν ἐκκλησίαν οὐ μορφούμενος ἐν νόμῳ εἰς τὸ τέλειον–ἐδίωκε γάρ–, διὰ τοῦτο ἔκτρωμα ἑαυτὸν ἐκάλεσεν, καὶ τοῦτο ἑξῆς ἐπιφέρει· διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ. Τὰ ἐκβαλλόμενα βρέφη πρὶν ἢ διαμορφωθῆναι ἐν τῇ γαστρὶ ἐκτρώματα καλεῖται. ἐπεὶ οὖν ἐν μὲν τῷ νόμῳ προεμορφοῦντο αἱ ψυχαὶ πρὸς εὐσέβειαν, ἀνεγεννῶντο δὲ ἐξ ὕδατος καὶ πνεύματος, ὁ δὲ Παῦλος ὡς οὐ μορφωθεὶς ἐν τῷ νόμῳ ἐδίωκε τὴν ἐκκλησίαν, διὰ τοῦτο ἑαυτὸν εἰκότως ἔκτρωμα ὀνομάζει. 1 Kor 15,9–10α Ἐλάχιστος ἐν τοῖς ἀποστόλοις, ἐπειδὴ ἐκείνων μὴ διωξάντων ἀλλὰ πιστευσάντων ἐγὼ ἐδίωξα. Κατὰ πρόγνωσιν θεοῦ διώκτης ὢν ἔτυχε τοσαύτης χάριτος, διὸ καὶ πλείω τῶν ἄλλων ἐκοπίασεν. 1 Kor 15,10β Οὐ μάτην ἔλαβον πολλὴν χάριν, ἀλλ' ἐχρησάμην αὐτῇ ὑπὲρ τοῦ κηρύγματος, περισσοτέρον αὐτῶν πάντων κοπιάσας. Ἀντὶ τοῦ οὐ μάτην τὴν χάριν ἔλαβον· κεκοπίακα γάρ. 1 Kor 15,12–13 Οὐκ ἐγχωρεῖ Χριστὸν μὲν ἀναστῆναι, τοὺς δὲ λοιποὺς μηκέτι· ἀλλ' ὁμολογουμένως δι' οὐδὲν Χριστὸς ἀπέθανε καὶ ἀνέστη, εἰ μὴ διὰ τὴν ἡμετέραν ἀνάστασιν. 1 Kor 15,14–18 Εἰ μὴ ἐγήγερται, φησίν, ὁ Χριστός, μάτην

In epistulam i ad Corinthios Unit 6 opening§u06-open

u06-openUnit 6.

Lemma-led open — ἐπιστεύσατε ὅτι ἀφίενται ὑμῶν αἱ ἁμαρτίαι αὐτοῦ τοῦ ἀφιέντος μὴ ἐγηγερμένου. εἰ δὲ Χριστὸς

Greek · §u06-open

ἐπιστεύσατε ὅτι ἀφίενται ὑμῶν αἱ ἁμαρτίαι αὐτοῦ τοῦ ἀφιέντος μὴ ἐγηγερμένου. 273 εἰ δὲ Χριστὸς ἐγήγερται, ὥσπερ οὖν καὶ ἐγήγερται, δηλονότι καὶ αἱ ἁμαρτίαι ἀφίενται, καὶ ἡ τῶν νεκρῶν ἀνάστασις ἔσται. 1 Kor 15,19 ∆ιὰ τοῦτο ἐλεεινοί, ὅτι τῆς ζωῆς ταύτης οὐ μετερχόμεθα τὰ ἀγαθά· εἰ γὰρ τῶν τῆς παρούσης ζωῆς ἀγαθῶν καταφρονοῦμεν καὶ ἑκόντες ἑαυτοὺς ταπεινοῦμεν ἐν πενίᾳ ἐν ἐγκρατείᾳ καὶ ἄλλοις ἐλπίζοντες ἄλλα τινά, πῶς οὐκ ἐσμὲν ἐλεεινοὶ τὰ ἐναντία ὧν εὐχόμεθα μετερχόμενοι; τὸ μόνον δὲ προσθεὶς ἔδειξε καὶ τῆς παρούσης ζωῆς ἀγαθὴν εἶναι τὴν εὐσέβειαν. 1 Kor 15,12– Ζητοῦμεν ποῖον θάνατον λέγουσιν ὑπομεμενηκέναι τὸν σωτῆρα, ἢ ποίαν ἀνάστασιν. εἰ μὲν γὰρ δοκήσει ἑκάτερα, εἰς δόκησιν ἡ πίστις τῶν Χριστιανῶν· εἰ δὲ ἀληθὴς ὁ θάνατος, ἀληθὴς δὲ καὶ ἡ ἀνάστασις αὐτοῦ. λεγέτωσαν ποῖος θάνατος ἢ ποία ἀνάστασις· ἆρα θάνατος τὸ σάρκα λαβεῖν; οὐκοῦν σάρκα εἶχεν ὁ κύριος· εἰ δὲ εἶχεν σάρκα, καὶ ἀπέθανεν. εἰ δὲ ἀπέθανεν, καὶ ἀνέστη ἀπαρχὴ τῶν κεκοιμημένων γενόμενος Χριστός· ἐγήγερται ἄρα καὶ τὰ ἡμέτερα σώματα. ἀλλὰ ποῖον θάνατον λογίσομαι; ἆρα τὸ ἁμαρτίαις ἀποθανεῖν; ἀλλ' αὐτὸς λέγει· ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν. εἰ δὲ καὶ ἀπέθανεν ὡς ἁμαρτὼν καὶ τὸν θάνατον τὸν τῆς ἁμαρτίας, ἐπειδὴ ἦρεν τὴν ἁμαρτίαν τοῦ κόσμου, τούτῳ τῷ λόγῳ μέχρι τῆς τήμερον οὐκ ἀνέστη· ἀεὶ γὰρ ἁμαρτωλός ἐστι τῷ αἴρειν τὴν ἁμαρτίαν τοῦ κόσμου. ἀνάστασιν δὲ ποίαν λέγει ὁ Παῦλος τοῦ κυρίου; ἆρα τῆς σαρκὸς ἀπαλλαγήν; οὐκοῦν εἶχεν σάρκα. ἀλλ' ἁμαρτιῶν ἀπαλλαγήν; οὐκοῦν ὁ αὐτὸς ῥηθήσεται λόγος ὁ καὶ πρότερος· ἄλλως τε εἰ ἀπαρχὴ τῶν κεκοιμημένων Χριστός, πᾶσα ἀνάγκη, οἵαν ἂν δῶμεν ἑαυτοῖς ἀνάστασιν, τοιαύτην διδόναι καὶ τῷ σωτῆρι. ποίαν οὖν ἀνάστασιν ἡμεῖς λαμβάνομεν; ἆρα τῆς σαρκὸς τὴν ἀπαλλαγήν; οὐκοῦν καὶ ὁ κύριος εἶχεν σάρκα. ἀλλ' ἁμαρτιῶν ἀπαλλαγήν; οὐκοῦν καὶ ὁ κύριος εἶχεν ἁμαρτίας ὧν ἀπηλλάγη. οὕτω πανταχόθεν τῶν ἀποστολικῶν ῥητῶν ἀκολουθίας καὶ δυνάμεως. Εἰ ψυχῆς ἡ ἀνάστασις, ἀνάστασις δὲ αὐτῆς νοεῖται ἤτοι σαρκὸς ἀπαλλαγὴ ἢ ἁμαρτιῶν, πῶς οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο, εἴ γε δίκαιοι ἦσαν; εἰ γὰρ ἐν Χριστῷ, οὐχ ἁμαρτωλοί· καὶ εἰ σαρκὸς ἀπαλλαγή, ἀθάνατος δέ ἐστιν, οὐκ ἀπώλετο. ὁρᾷς ὅτι περὶ τῆς σαρκὸς τῆς ἡμετέρας λέγει τῆς ἐν Χριστῷ κοιμωμένης ὅταν ἀποθάνωμεν· χρηστὸς ᾖ ὁ ἀπελθών. Προσθεὶς τὸ μόνον ἔδειξε καὶ παροῦσαν καλὴν ζωήν· καὶ γὰρ ἐν ταύτῃ τῇ ζωῇ εὐσεβοῦμεν, ἐν ἐκείνῃ δὲ τοὺς μισθοὺς ἀπολαμβάνομεν. 274 1 Kor 15,21–22 Οἱ δεχόμενοι ταῦτα τὰ ῥήματα λεγέτωσαν διὰ ποίου ἀνθρώπου ὁ θάνατος ἢ ποῖος θάνατος. ἆρα διὰ τοῦ Ἀδάμ; ἀλλ' ἥμαρτεν μὲν ἡ ψυχή, κατεκρίθη δὲ τὸ σῶμα. εἶτα· ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσι καὶ τὰ ἑξῆς. κατὰ τὴν ἀπόφασιν λέγει ἐπὶ τῷ πράγματι· οὔτε πάντες ἀποτεθνηκέναι λέγονται, ζῆν δὲ τὸν Ἐνὼχ καὶ τὸν Ἡλίαν, καὶ εὑρίσκονταί τινες ζῶντες ἐπὶ τῇ

Unit 6 rem early§u06-rem-early

u06-rem-earlyRem early: Unit 6; lemma and argument toward the thesis.

Greek · §u06-rem-early

παρουσίᾳ τοῦ σωτῆρος. Πάντες εἶπεν διὰ τὴν ἀπόφασιν καὶ τὸ ἐνδεχόμενον, ἐπεὶ οὐ πάντες ἀπέθανον οἷος Ἐνὼχ καὶ Ἡλίας· εὑρεθήσονται δέ τινες καὶ ἐν τῇ παρουσίᾳ ζῶντες. ἐν τῷ Ἀδὰμ δὲ λέγει ἀντὶ τοῦ διὰ τὸν Ἀδάμ, ὥσπερ καὶ ἐν Χριστῷ διὰ τὸν Χριστόν. ἐν τῷ Ἀδὰμ οὖν ἀποθνῄσκομεν, δηλονότι κατὰ τὸ σῶμα, καὶ ἐν τῷ Χριστῷ ζωοποιηθήσονται, δηλονότι κατὰ τὸ σῶμα· εἰ γὰρ πρὸ Χριστοῦ αἱ ψυχαὶ ζῶσιν, καὶ μετὰ Χριστὸν αὗται μόναι πάλιν ζῶσιν, τί τὸ περισσὸν τῆς οἰκονομίας; 1 Kor 15,23– 25 Τάγμα λέγει δικαίων καὶ ἀδίκων, οὐκ ἰδικῶς δὲ τοὺς τοῦ Χριστοῦ ὧδε τοὺς πιστοὺς λέγει ἀλλὰ πάντας, ὅτι πάντες εἰσὶ Χριστοῦ. ἐν δὲ τῇ παρουσίᾳ αὐτοῦ ἔσται πάντων ἡ ἀνάστασις, ὅτε καὶ τὸ τέλος, τὸ καταβαπτισθῆναι καὶ τὸν θάνατον καὶ τὸν διάβολον· τοῦτο γὰρ τοῦ κόσμου τὸ τέλος. Τὴν βασιλείαν λέγει οὐ τὴν ἑαυτοῦ, ἀλλ' ἣν ἥρπασεν ὁ πονηρὸς καταβαλὼν τὸν Ἀδὰμ καὶ τοὺς ἀπ' αὐτοῦ. ταύτην δὲ παραδιδοὺς τῷ πατρὶ οὐκ ἀλλότριος αὐτῆς ἔσται· συμβασιλεύει γὰρ ὁ υἱὸς τῷ πατρί. οὐ προθεσμίας δέ ἐστι δηλωτικὸν τὸ ἄρχειν ἀλλ' ἐπιτάσεως, ὥσπερ εἴ τις λέγει· δεῖ με ἐναρετῶς ζῆν ἕως ἂν κατορθώσω δικαιοσύνην. οὐ γὰρ τοῦτο λέγει ὅτι κατορθώσας οὐκέτι ζήσομαι ἐν δικαιοσύνῃ, ἀλλ' ὅτι τὴν δικαιοσύνην δι' ἐναρέτου μοι σπουδῆς κατορθωτέον. καὶ ἐν προφήταις δὲ τὸ ἕως οὐ πάντως προθεσμίας ἐστὶν ἀλλ' ἐπιστάσεως, ὡς καὶ ἐν παλαιᾷ ἔνθα φησίν· ἐγώ εἰμι ἐγώ, εἰμὶ ἕως ἂν καταγηράσητε. οὐ γὰρ ὅρον τοῦ εἶναι αὐτὸν τὸ γῆρας τῶν γηρόντων λέγει, ἀλλ' ὅτι κἂν ὑμεῖς γηράσητε, ἐγὼ εἰμί, οὐ συγγήρων ὑμῖν ἀλλ' ἀεὶ ὤν. οὕτω καὶ νῦν τὸ ἄχρις οὗ πέρας σημαίνει. ὃ δὲ λέγει τοῦτό ἐστιν· οὐ διακοπήσεται αὐτοῦ μεταξὺ ἡ βασιλεία οὐδ' ἐπιλήψουσιν οἱ πιστεύοντες ἕως ἂν κατορθωθῇ ἃ προέθετο, καὶ κατορθώσας καὶ βασιλεύσει διηνεκῶς. 275 1 Kor 15,29 Εἰ τὰ σώματα, φησί, νεκρὰ μένει καὶ οὐκ ἀνίσταται, τί ὑπὲρ τούτων τῶν νεκρῶν ὡς ἀνισταμένων καὶ κριθησομένων βαπτιζόμεθα, ἄφεσιν λαμβάνοντες ἁμαρτημάτων ὑπὲρ τοῦ μὴ κριθῆναι; 1 Kor 15,32 Ὅσον, φησίν, ἐπ' ἀνθρώπῳ ἐθηριομάχησα, ὁ δὲ θεὸς ἔσωσέν με. 1 Kor 15,35–38 Οἱ Ἕλληνες ἀντιλέγουσιν ὅτι σπέρμα διχασθὲν οὐκέτι βλαστάνει. ἄρα οὖν καὶ ἄνθρωπος ἀποκοπεὶς τὸν πόδα ἢ ὄλως ἀκρωτηριασθεὶς τὸ σῶμα οὐκέτι ἐγείρεται. ἀγνοοῦντες ὅτι οὐ φύσις φύσει παρετέθη, ἀλλ' ἡ δύναμις τοῦ πεποιηκότος, τοῦτ' ἔστι τοῦ σπέρματος τὴν βλαστητικὴν φύσιν καὶ τὴν σπερματικὴν δύναμιν τίς ἔδωκεν; οὐχ ὁ θεός; τίς ὁ ποιῶν ἀποθανεῖν πρῶτον τὸν σπόρον, εἶτα ἀνίστασθαι; οὐχ ὁ θεός;

Unit 6 rem mid§u06-rem-mid

u06-rem-midRem mid: Unit 6; lemma continues; reading with the letter.

Greek · §u06-rem-mid

ἄρα ὁ τῷ κόκκῳ δεδωκὼς τὴν σπερματικὴν δύναμιν, ἔδωκε καὶ τοῖς ἡμετέροις σώμασι τὴν τῆς ἀναστάσεως ἰσχύν. Οὐχ ὡς ὅμοιον τῷ τῶν καρπῶν καὶ τῶν ἀνθρώπων παρέλαβον σῶμα, ἀλλ' ἵνα τὴν δημιουργικὴν δύναμιν παραστήσω. 1 Kor 15,40–42 Οὐχ ὡς ἀνισταμένων τῶν ἄλλων σαρκῶν· ὑποδείγματι γὰρ κέχρηται. καὶ σώματα ἐπουράνια τὸν ἥλιον λέγει καὶ τὴν σελήνην, καὶ τὰ ἑξῆς δείκνυσιν. οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. ὁρᾷς ὅτι ὑπόδειγμα ἦν τὰ πρῶτα· ἀποδέδοται δὲ νῦν οὗ ἐστι τὸ ὑπόδειγμα. Σώματα δὲ οὐράνια ἥλιος καὶ σελήνη. 1 Kor 15,44 Σῶμα ψυχικὸν λέγει τὸ τῇ ἁμαρτίᾳ τῆς ψυχῆς θανατωθέν, πνευματικὸν δὲ τὸ τῇ δυνάμει τοῦ πνεύματος ἐγειρόμενον, ὅπερ οὐκέτι κατὰ τὴν τῆς ψυχῆς ἀσθένειαν ζήσεται ἥτις οὐκ ἐξαρκεῖ φυλάττειν τὴν τοῦ σώματος σύστασιν, ἀλλὰ κατὰ τὴν τοῦ πνεύματος δύναμιν ἥτις εἰς ἀθανασίαν αὐτὸ μεθίστησιν. 276 1 Kor 15,45 Τοῦτο Μωϋσῆς φησι τὸ καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Ὁ δεύτερος ἄνθρωπος εἰς πνεῦμα ζωοποιοῦν. τοῦτο τὸ Εὐαγγέλιον λέγει· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. 1 Kor 15,47 Ἐκ γῆς ὁ ἄνθρωπος κατὰ φύσιν, χοϊκὸς δὲ κατὰ τὴν προαίρεσιν. ἐξ οὐρανοῦ δὲ τὸν Χριστὸν λέγει· οὐ καθ' ὁμοιότητα ἢ ἐξ ἀναστάσεως ἀϊδιότης γίνεται. 1 Kor 15,47–49 Ἐπιτρέχουσι τούτῳ καὶ οἱ περὶ Οὐαλεντῖνον καὶ Μαρκίωνα καὶ οἱ ἀπὸ Φωτεινοῦ καὶ οἱ Ἀπολιναρίου, πάντας δὲ ἐλέγχει τὸ ῥητόν. ἐρωτῶ γάρ· ὁ ἐκ γῆς χοϊκὸς εἶχεν ψυχὴν ἢ οὔ; οὐκ ἀρνήσονται. καὶ ὁ ἐξ οὐρανοῦ κύριος εἶχεν σῶμα ἀπὸ γῆς. πάλιν ἐρωτῶ· διὰ τί τὸν μὲν πρῶτον ἄνθρωπον ἐκ γῆς χοϊκὸν λέγει, τὸν δὲ κύριον ἐξ οὐρανοῦ; μετὰ ταῦτα· οἷος ὁ χοϊκός–καὶ οὐκέτι γῆς μέμνηται ἀλλ' ὅτι– τοιοῦτοι καὶ οἱ χοϊκοί; ἢ δηλονότι ἐπειδὴ τὸ μὲν ἐκ γῆς τῆς φύσεως, τὸ δὲ χοϊκὸς τῆς προαιρέσεως. ἐλθὼν εἰς τὸ οἷος ὁ χοϊκός, καὶ κατηγορῶν τῶν οὐ καλῶς βιωσάντων, οὐκέτι τῆς φύσεως μνημονεύει οὐδὲ τοῦ ἐκ γῆς, καὶ τὸν κύριον οὐκέτι ἐξ οὐρανοῦ λέγει ἀλλ' ἐπουράνιον· πάλιν ἦσαν ἐκ γῆς καὶ οἱ πνευματικοί. οἷος δὲ ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. καὶ πᾶσα ἀνάγκη, εἰ ἀρνοῖντό τινες τὸ σάρκα ἀνειληφέναι τὸν ἐξ οὐρανοῦ κύριον, ἐπειδὴ ἐξ οὐρανοῦ καὶ τοὺς ἐπουρανίους, μὴ συγχωρεῖν ἀνειληφέναι σῶμα, ἐπειδὴ οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οὕτως οὐδαμόθεν ἵσταται τοῦτο νοούμενον

Unit 6 rem close§u06-rem-close

u06-rem-closeRem CLOSEOUT: Unit 6 CLOSEOUT. SERIES CLOSEOUT.

Greek · §u06-rem-close

ἑτέρως ἢ οὕτως· εἶπε τὴν φύσιν, ὅθεν ἐκ γῆς ἐκ ταύτης καὶ οἱ ἐπουράνιοι καὶ οἱ λεγόμενοι χοϊκοί· ἀλλ' οὐκέτι χοϊκοὶ ἑκάτεροι. δεῖ τοίνυν προσέχειν ὅτι ὁ μὲν κύριος ἐξ οὐρανοῦ λέγεται οὐχ οἱ ἐπουράνιοι, οἱ δὲ οὐράνιοι ἀπὸ γῆς οὐχ ὁ ἐξ οὐρανοῦ κύριος. εἰκόνα χοϊκοῦ λέγει τὴν ἀναστροφὴν τὴν χοϊκήν, εἰκόνα ἐπουρανίου τὴν ἐπουράνιον πολιτείαν, ἀντὶ τοῦ ἐμιμησάμεθα τὴν παρακοὴν τοῦ Ἀδάμ, μιμησώμεθα καὶ τοῦ υἱοῦ τοῦ θεοῦ τὴν ὑπακοὴν ὑπακούσαντες. 277 1 Kor 15,50 Κατὰ τῆς ἀναστάσεως τοῦτο ἕλκουσι πολλοὶ τῶν αἱρετικῶν ὑπὸ πολλῆς ἀνοίας· οὐ γὰρ εἶπεν ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀνίσταται, ἀλλὰ βασιλείαν θεοῦ οὐ κληρονομήσει. τῆς βασιλείας τοῦ υἱοῦ τοῦ θεοῦ ἀπέκλεισεν, οὐ τῆς ἀναστάσεως τὴν χάριν. ὃ οὖν λέγει τοιοῦτόν ἐστιν, ὅτι σὰρξ σὰρξ οὖσα οὐ κληρονομεῖ, καὶ αἷμα αἷμα ὂν οὐ κληρονομεῖ· ἕως γὰρ ἡ σὰρξ σάρξ ἐστι, φθαρτή ἐστιν· λοιπὸν δὲ ἐνδυσαμένη ἀφθαρσίαν τῆς σαρκὸς ἀποθεμένη τὴν ἀσθένειαν ἕτερόν τι γίνεται, τοῦτ' ἔστιν ἄφθαρτον. Ἀπέδειξεν ὃ ἔλεγεν πρὸ τούτου· ἀφθαρσίαν γὰρ καλεῖ τὴν βασιλείαν, φθορὰν δὲ τὴν ἐν τῷ αἰῶνι τούτῳ θνητότητα. τὰ οὖν ἐναντία τῶν ἐναντίων οὐ γίνεται κληρονόμα. 1 Kor 15,52 Ἐδήλωσεν ὅτι πολλαί εἰσι σάλπιγγες· ἐσχάτης γὰρ μνημονεύσας καὶ τὰς πρώτας συνέθηκεν. Καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. εἰ ἄφθαρτοι οἱ νεκροί, καὶ αὐτοὶ ἀλλαγήσονται δηλονότι. τίς χρεία καὶ ἡμεῖς ἀλλαγησόμεθα; ἢ πάντως που τὸ μὲν ἄφθαρτον κοινὸν εἶπεν πάντων, τὸ δὲ ἀλλαγησόμεθα τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν αἰνίττεται νῦν· διὸ καὶ ἡμεῖς εἶπε περὶ τῶν δικαίων. Εἰπὼν τοῦτο καὶ δείξας τὸ σῶμα περιέκλεισε τοὺς αἱρετικοὺς τοὺς λέγοντας μὴ εἶναι ἀνάστασιν σαρκὸς ἀλλὰ ψυχῆς· οὗτοι γὰρ καὶ περὶ αὐτὴν τὴν θείαν οἰκονομίαν ἀσεβοῦσιν οἰόμενοι μὴ ἀληθείᾳ ἀλλὰ φαντασίᾳ ἀνειληφέναι τὸν Χριστὸν τὴν σάρκα, ὅπερ ἀνόητον. εἰ γὰρ σάρκα οὐκ εἶχεν, τί τὸ ἀποθανὸν καὶ ταφὲν καὶ ἀναστάν; εἰ δὲ φαντασίᾳ ταῦτα, οὐκοῦν καὶ ἡμεῖς φαντασίᾳ ἀποθνῄσκομεν. τὸ μὲν οὖν ἄφθαρτον κοινὸν τῶν ἐγερθησομένων, τὸ δὲ ἀλλαγῆναι μόνον ἴδιον τῶν ἁγίων, ὅπερ τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν ἐμφαίνει. τὸ δὲ ἡμεῖς περιττόν, εἰ μή που βούλεται σημᾶναι περὶ τῶν ἁγίων, ἀντὶ τοῦ οἱ περὶ ἡμᾶς δίκαιοι, ὡς καὶ ἀλλαχοῦ εἰπὼν ὅτι ἡμεῖς οἱ ζῶντες, τοὺς περὶ αὐτὸν ἁγίους ἐσήμανεν. 1 Kor 16,1 Λογία λέγεται ἡ κατὰ συλλογὴν γενομένη συνεισφορὰ εἰς παραμυθίαν πενήτων.

Contents ↑