Unit 3 rem close
Rem CLOSEOUT: Unit 3 CLOSEOUT.
Greek
ἔζευξεν ἄνθρωπος μὴ χωριζέτω. σύμφωνα δὲ καὶ ταῦτα, τὸ ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος τοῖς εἰρημένοις τῷ κυρίῳ ἐὰν ἀπολελυμένην τις γαμήσῃ, μοιχᾶται κἀκείνη ἐὰν γαμηθῇ ἄλλῳ. 1 Kor 7,12 Οὐχ ὡς ἀντινομοθετῶν λέγει· ἐγώ, οὐχ ὁ κύριος, ἀλλ' ὅτι τινὰ μὲν δι' ἑαυτοῦ εἶπεν ὁ κύριος, τινὰ δὲ νῦν πρῶτον εἴρηται παρὰ τοῦ ἀποστόλου περὶ τῆς διαστάσεως τοῦ ἀπίστου, καὶ διδάσκει ὅτι οὐχ ἡ ἀπιστία κρατεῖ τῆς πίστεως, ἀλλ' ἡ πίστις τοῦ συνόντος ἁγιάζει καὶ τὸν ἄπιστον. 1 Kor 7,13 Οὐ τὸ λαμβάνειν ἄπιστόν φησιν, ἀλλὰ τὸ ἀνέχεσθαι ἀπίστου. 1 Kor 7,14 Ἅγιά ἐστι τὰ τέκνα καθαρὰ καὶ οὐ μεμολυσμένα καὶ ὑπὸ τῆς ἀπιστίας· νικᾷ γὰρ ἐπ' αὐτῶν ἡ πίστις τῶν γονέων ἤπερ ἡ ἀπιστία. 1 Kor 7,17 Τῷ μὲν ἐμέρισεν ὁ θεὸς τὸ σῶσαι, τῷ δὲ σωθῆναι, ἑκάστῳ ἀπονείμας τὸ ἐπάξιον αὐτοῦ. τὸ δὲ ἑκάστῳ ὡς ἐμέρισεν ὁ θεὸς οὐ τὸ ἔχειν ἄπιστόν φησιν, ἀλλὰ τὸ ἀνέχεσθαι ἀπίστου. 251,ξολ2 1 Kor 7,18–24 Οὐ δι' ἑαυτὴν ἡ περιτομὴ καλή, ἀλλ' ὅτι ἐντολὴ θεοῦ, καὶ ἡ ἀκροβυστία δημιουργία θεοῦ, οὐ μισθὸς τῶν ἀκροβύστων. εἶτά φησι περὶ τοῦ δούλου· μὴ σπουδάσῃς περὶ τὴν πρόσκαιρον ἐλευθερίαν, ἀλλ' εἰ καὶ δύνασαι, μᾶλλον χρῆσαι τῇ δουλείᾳ· μείζων γὰρ ὁ μισθός, ὅταν καὶ περὶ τὴν τῶν ἀνθρώπων δουλείαν ἠσχολημένος οὐκ ἀμελεῖ τοῦ εὐαρεστῆσαι θεῷ. ἕκαστος δὲ ἐν ᾧ ἐκλήθη μενέτω, καὶ δοῦλος ἐπὶ τῇ δουλείᾳ μὴ ἀχθόμενος, καὶ ἐλεύθερος μὴ ἐπαιρόμενος· οὐδεμία γὰρ παρὰ θεῷ διαφορά.Ὁ πιστὸς δοῦλος οὐδὲν ἔλαττον ἔχει κατὰ τοῦτο τοῦ ἐλευθέρου· παρὰ γὰρ τῷ θεῷ καὶ δοῦλος ὡς ἐλεύθερος ὁρᾶται καὶ παρ' αὐτῷ ἠλευθέρωται. τοῦτο γὰρ δηλοῖ τὸ ἀπελεύθερος κυρίου ἐστίν, τοῦτ' ἔστι παρ' αὐτοῦ ἠλευθέρωται τοῦ κυρίου, καὶ ὁ κληθεὶς ἐλεύθερος εἰς τὴν πίστιν οὐδὲν πλέον ἕξει τοῦ δούλου, ἀλλ' ὁμοίως ἐκείνῳ δοῦλός ἐστιν Χριστοῦ.Ἀντὶ τοῦ μὴ διὰ τὰς χρείας δουλοπρεπῶς καὶ ἀνελευθέρως διάγετε θεραπεύοντες ἀνθρώπους, τὸν δὲ ἀληθῆ δεσπότην καταλιμπάνετε, οὗ τῷ αἵματι ἠγοράσθητε. Οὐκ οἶδεν ἡ χάρις δουλείας καὶ δεσποτείας διαφοράν. μὴ φύγῃς τοίνυν ὡς ἀναξίαν τῆς πίστεως τὴν δουλείαν· οὐδενὸς γὰρ ἔλαττον ἔχεις τῶν ἐν πίστει διὰ τοῦτο. εἰ δέ σοι καὶ τοῦ τυχεῖν τῆς ἐλευθερίας εἴη δυνατόν, φροντὶς ἔστω σοι μᾶλλον ὅπως ἂν εἰς δέον χρήσασθαι δυνηθῇς πλείονα, ὡς ἐν ἐλευθερίᾳ τοῦ κακοῦ τὴν ἐπιμέλειαν ποιησάμενος. καὶ δεικνὺς ὅτι οὔτε ὁ ἐλεύθερος παρὰ Χριστῷ ἔχει πλέον διὰ τοῦτο, οὔτε μὴν ὁ δοῦλος ἐλαττοῦται, τούτου γε ἕνεκεν ἐπάγει· ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν· ὁμοίως ὁ ἐλευθερὸς κληθεὶς δοῦλός ἐστιν Χριστοῦ. 1 Kor 7,25–26 Πῶς ἐν ἑτέροις λέγων· εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, νῦν λέγει· ἐπιταγὴν κυρίου οὐκ ἔχω; τίς δ' ἂν δέξαιτο, εἴπερ λέγει ἃ μὴ ὁ κύριος αὐτῷ ἐπέταξεν; ἀλλὰ δῆλον ὡς οὐ τοῦτο λέγει ὅτι οὐκ ἐπιταγὴν περὶ παρθενίας διδάξαι, ἀλλ' ὅτι οὐκ ἔλαβεν παρὰ θεοῦ τὸ ἐπιτάξαι ὑμῖν παρθενεύειν, ἀλλὰ μᾶλλον 252 γνώμην δοῦναι καὶ συμβουλεῦσαι ὡς καλὸν ἡ παρθενία καὶ χρήσιμον. διὸ καὶ ὡς συμβουλεύων φησὶ νομίζω καὶ καλὸν ὀνομάζει, καὶ τὴν αἵρεσιν τοῦ αἱρήσασθαι αὐτὴν ἐπὶ τοῖς ἀκούουσι τίθεται. ἀρέσκον δὲ τὸ πρᾶγμα θεῷ ὡς καὶ ὁ κύριος εἶπεν ὅτι εὐνούχισαν ἑαυτούς τινες διὰ τὴν βασιλείαν, εὐνουχισμὸν τὴν παρθενίαν καλῶν διὰ τὸ ἀνενέργητον. ἐπιταγὴν οὖν λέγει μὴ ἔχειν, ἀλλὰ τῇ γνώμῃ συνεχώρησε λέγων· ὁ δυνάμενος χωρεῖν χωρείτω. εἶτα εἰπὼν ἑαυτὸν πιστόν, ἐμφαίνει ὅτι καὶ πιστὰ λέγει καὶ ἄξια ἐπιτάγματος. τὸ δὲ νομίζω οὐ διστάζων λέγει ὅτι καλὸν ἡ παρθενία, ἀλλ' ἀσφαλιζόμενος μὴ ἐπίταγμα νομισθῇ. 1 Kor 7,28Ἔδειξεν ὅτι τὴν παρθενίαν εἰσάγει οὐ κατηγορίαν γάμου, ἀλλ' ὅτι διὰ φειδῶ τῶν ἁγίων εἰσηγεῖται τὴν παρθενίαν, ὡς τὴν σάρκα ὠδίνων καὶ καμάτων πληροῦντος τοῦ γάμου.Ἔδειξεν ὅτι τὴν παρθενίαν εἰσάγει οὐ κατηγορίαν γάμου, ἀλλὰ τῶν βιωτικῶν φροντίζων ἀπαλλαγήν. εἶτα εἰπὼν ἐγὼ δὲ ὑμῶν φείδομαι, φειδῶ τῶν ἁγίων εἰσηγεῖται τὴν παρθενίαν, οὐ κατηγορίαν γάμου. 1 Kor 7,29– 31Ἄλλην αἰτίαν λέγει δι' ἣν προτιμᾷ τὴν παρθενίαν, πανταχοῦ δεικνὺς ὅτι κατηγορεῖ γάμου τὴν ἁγιωσύνην προτιμῶν· ὅτι πρὸς τῷ τέλει ὁ κόσμος, καὶ δεῖ εἰδέναι ὅτι ἃ ἔχομεν οὐκ ἔχομεν–ἀφίεμεν γὰρ αὐτά–ἵνα καὶ οἱ ἔχοντες ὡς μὴ ἔχοντες. εἰ καλόν ἐστι τοῖς ἔχουσιν οὕτως ἔχειν ὡς μὴ ἔχουσιν, πῶς οὐ μᾶλλον τῇ παρθένῳ μηδὲ προσελθεῖν γάμῳ; καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι· τὴν ἄμετρον ἀπόλαυσιν ἐκβάλλει διὰ τούτου, τὴν μέντοι χρείαν
About this text
Severianus of Gabala, In epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s In epistulam i ad Corinthios — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.