In Genesim Unit 1 opening
Unit 1.
Lemma-led open — Εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε· καὶ ἰδοὺ καλὰ λίαν·
Greek
In Genesim (sermo 1) (olim sub auctore Joanne Chrysostomo) Λόγος εἰς τὸ, "Εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε· καὶ ἰδοὺ καλὰ λίαν·" καὶ ὅτι τὰ θεῖα λόγια τιμιώτερα πάντων ἡδέων. αʹ. Καλοὶ τῆς εὐσεβείας οἱ λειμῶνες, οὐ προσκαίροις χροιαῖς κομῶντες, ἀλλ' οὐρανίοις ἄνθεσι βρύοντες. Ἄνθη δέ εἰσι τῆς εὐσεβείας, οἱ καρποὶ τῆς ἐνθέου πολιτείας. Αἱ γὰρ ἀρεταὶ ἀνάγουσιν ἡμᾶς εἰς τὸ θαυμαστὸν καὶ πρωτότυπον ἐκεῖνο κάλλος τὸ κατ' εἰκόνα Θεοῦ γεγενημένον καὶ καθ' ὁμοίωσιν. Αὕτη τοίνυν ἡ κατ' ἀρετὴν ὁμοίωσις ἵππον ἀντὶ ἀνθρώπου οὐκ ἐᾷ λέγεσθαι. Ταύτην οὖν ὅταν μεταδιώκωμεν, οὐκ ἔτι λύκος καὶ δράκων καὶ ὄφις καὶ σκορπίος ὀνομαζόμεθα, πρὸς τὴν τῶν ἀλόγων ὕβριν καταφερόμενοι· ἀλλ' εἰκὼν Θεοῦ θαυμαστὴ καὶ τιμία, τὸ πρωτότυπον κάλλος τοῦ χαρακτῆρος σώζουσα, καὶ ἐσμὲν, καὶ λεγόμεθα, καὶ πιστευόμεθα. ∆εσπότης ἐγένου τῶν ἀλόγων· μὴ μιμοῦ τῶν οἰκετῶν τὰ ἤθη· οὐκ ἐπειδὴ φαῦλα τὰ ἄλογα· οὐδὲν γὰρ παρὰ τοῦ ἀγαθοῦ κακὸν ἐκτίσθη. Μὴ γάρ τις νομιζέτω ἐν χώρᾳ κακίας τὰ ἄλογα τάττεσθαι, διὰ τὸ εἰκόνα κακίας παρῆχθαι τῶν μὴ κατ' ἀρετὴν βιούντων. Εἰ γὰρ τοῦτο, πῶς εἶπεν ἡ Γραφὴ, Καὶ εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ, καὶ οὐχ ἁπλῶς καλὰ, ἀλλὰ καὶ καλὰ λίαν; Ὁπότε οὖν τὰ γεγονότα εἰς εἰκόνα κακίας παρήχθησαν (ὁ γὰρ λέων εἰκὼν τοῦ τυράννου, καὶ ὁ ὄφις τοῦ σκολιοῦ καὶ τοῦ πονηροτάτου τὸν τρόπον, καὶ ὁ σκορπίος τοῦ πλήκτου, καὶ ὁ λύκος τοῦ ἁρπακτικοῦ), ποῦ ἂν εἴη καλὰ τὰ γενόμενα, φησὶν, οὕτω προφανῶς εἰς εἰκόνα κακίας παραλαμβανόμενα; ∆εῖ δὲ εἰδέναι τοὺς φιλομαθεῖς, ὅτι ταῦτα τῇ οἰκείᾳ φύσει κακὰ οὔτ' ἔστιν, οὔτε λέγεται, ἀλλὰ τοῖς ἀλόγοις πρέπουσα κατάστασις· ἐπειδὰν δὲ ἔλθῃ εἰς τὴν λογικὴν φύσιν, ὑβρίζει τὴν θέαν, καὶ ἀμβλύνει τὴν λογικὴν ἐλευθερίαν. Ἔλαβες, ἄνθρωπε, τὴν δεσποτικὴν ἀξίαν· μὴ τὴν ἄτιμον καὶ δουλοπρεπῆ τῶν ἀλόγων μεταδίωκε τάξιν· ὑβρίζεις γὰρ σαυτὸν, μιμούμενος τῶν ἀλόγων τὴν θηριωδίαν· οὐχ ὡς τῶν ἀλόγων κακῶν ὄντων, ἢ λεγομένων, ἀλλ' ὡς τῆς ἀτίμου καὶ δουλοπρεποῦς εἰκόνος οὐ πρεπούσης τοῖς ἐλευθέροις. Ὥσπερ γάρ τις ἀνὴρ ἐπίσημος καὶ ἐπίδοξος, ἐὰν ἐνδύσηται ἢ περιβάληται δούλου στολὴν, ὑβρίζεται, καὶ καταισχύνεται, οὐχ ὡς τῆς ἐσθῆτος οὔσης φαύλης καὶ ῥυπαρᾶς, ἀλλ' ὡς δούλῳ μὲν πρεπούσης, ἐλευθέρῳ δὲ μὴ ἁρμοττούσης· οὕτως ἐὰν ἦθος σκορπίου καὶ λύκου ἀναλάβῃς, οὐχ ἡ φύσις τῶν ἀλόγων διαβάλλεται, ἀλλ' ἡ σὴ κατάστασις ὑβρίζεται ἡ δεσποτείαν λαχοῦσα, καὶ τὰ δούλου μεταδιώκουσα. Ταῦτα δέ μοι ἀναγκαίως παρῆκται, ἵνα μηδεὶς εἰς ὕβριν τῆς δημιουργίας ἐκλάβῃ τὰ εἰρημένα, ὡς τοῦ Θεοῦ φαῦλόν τι πεποιηκότος· πάντα γὰρ ἀληθῶς καλὰ, καὶ καλὰ λίαν, ἐὰν τὴν οἰκείαν φυλάττῃ τάξιν, καὶ τὸν οἰκεῖον μεταδιώκῃ νόμον. Ἵνα δὲ μάθῃς, ἀγαπητὲ, ὅτι οὐδὲν φαῦλον γεγένηται παρὰ τοῦ Θεοῦ κατὰ φύσιν, ἐδίδαξεν ἡμᾶς ὁ Θεὸς καὶ τῶν ἀλόγων τούτων εἰκόνα λαμβάνειν. Ὑπέθηκε γάρ τινα μιμεῖσθαι τῶν ἀλόγων πλεονεκτήματα, ἵνα μὴ διαβάλλωμεν εἰς κακίαν τὰ γεγονότα, οὐ καθόλου τὴν φύσιν, ἀλλ' ὅσα ἁρμόζει λογικῇ καταστάσει. Ἢ οὐκ ἤκουσας σήμερον τοῦ Παροιμιαστοῦ λέγοντος, Πορεύθητι πρὸς τὸν μύρμηκα, ὀκνηρὲ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ; Οὐ συνῆκας πῶς τὴν τοῦ μύρμηκος φιλοπονίαν ὑποθέμενος, εἰς ἄοκνον ἡμῶν προθυμίαν ἐπαιδαγώγησεν; Οὐκ ἐδιδάξαμέν σε ῥητῶς ἀπὸ μὲν τοῦ
About this text
Severianus of Gabala, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s In Genesim — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.