In Genesim · §u01-rem-early

Unit 1 rem early

Rem early: Unit 1; lemma and argument toward the thesis.

Greek

μύρμηκος τὸ ἄοκνον, ἀπὸ δὲ τῆς μελίσσης τὸ φιλότεχνον; Ἔστι γὰρ, ἔστιν, ὡς ἔφθην εἰπὼν, ἀπανθήσασθαί τινα καὶ τῶν ἀλόγων πλεονεκτήματα ἁρμόζοντα λογικῇ καταστάσει· πλήν γε ταῦτα πρὸς ἡμετέραν λέγονται αἰσχύνην καὶ ὄνειδος. Ἐπειδὴ γὰρ Θεὸν οὐκ ἐμιμήσω, μίμησαι, φησὶ, τὸν μύρμηκα. Οὐκ εἶδές ποτε πατέρα γνήσιον ἐπιτιμῶντα τὰ τέκνα, καὶ μετὰ πολλὴν παιδείαν εἰς μίμησιν αὐτὰ οἰκετῶν ἀνάγοντα, καὶ ταῦτα προφανῶς λέγοντα· Μίμησαι κἂν τὸν οἰκέτην, ὑποδεέστερον μὲν τῇ ἀξίᾳ, ὑπερέχοντα δὲ τῇ ἐπιστήμῃ; Ὅθεν ὁ 56.520 φιλάνθρωπος Θεὸς εἰς ἔνδειξιν τῆς ἡμετέρας ἀγνωμοσύνης προσφέρει τὸν μύρμηκα ἐλέγχοντα ἡμῶν τὸν ὄκνον, καὶ τὴν μέλιτταν ἐλέγχουσαν ἡμῶν τὴν ῥᾳθυμίαν. Καὶ δῆλον ἐκ τούτων, ὅτι οὐδὲν κακὸν ἐγένετο παρὰ τοῦ Θεοῦ, ἀλλ' ἔδωκέ σοι αἴσθησιν καὶ νοῦν διακριτικὸν, φεύγειν μὲν τῶν ἀλόγων τὰ ἤθη, ἁρπάζειν δὲ αὐτῶν τὰ πλεονεκτήματα. ∆ύναται γὰρ καὶ ὁ λέων εἰκὼν εἶναι ἀρετῆς, ὅταν μὴ εἰς τυραννίδα τὴν εἰκόνα, ἀλλ' εἰς ἀνδρείαν ἐκλάβῃς· ἄλλο γάρ ἐστι τυραννὶς, καὶ ἕτερον ἀνδρεία. ∆ιὰ τοῦτο καὶ ἡ Γραφὴ τὸν ἐκ τοῦ Ἰούδα μέλλοντα ἀνατέλλειν εὐαγγελιζομένη Σωτῆρα, φησί· Σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος. Ὅρα πηλίκην ὁ θεῖος λόγος ὁμοιότητα κατασκευάζει ἐκ τῶν τοῖς ἀλόγοις προσόντων πλεονεκτημάτων. Ἔστι τοίνυν μιμεῖσθαι λέοντα μετὰ συνέσεως· ἔστι δὲ μιμεῖσθαι καὶ ὄφιν, οὐκ ἐν τῷ ἰοβολεῖν, ἀλλ' ἐν τῷ σύνεσιν ἀναλαμβάνειν· καθὼς καὶ ὁ Σωτὴρ τοῖς ἀποστόλοις φησί· Γίνεσθε φρόνιμοι, ὡς ὁ ὄφις. Ὅθεν, εἰ φαῦλον ἦν τὸ κτίσμα, οὐκ ἂν εἰς μίμησιν τοῦ φαύλου προσεκαλεῖτο τὴν ἑαυτοῦ εἰκόνα, Γίνεσθε, λέγων, φρόνιμοι ὡς ὄφις· μίμησαι τοῦ ὄφεως μὴ τὸν ἰὸν, μὴ τὸν θυμὸν, ἀλλὰ τὴν σύνεσιν. Ἐὰν γὰρ τὸν ἰὸν μιμήσῃ, καταβοᾷ σου ∆αυῒδ κατηγορῶν καὶ λέγων· Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως· ἐὰν δὲ τὴν σύνεσιν αὐτοῦ μιμήσῃ, μαθητὴς γίνῃ Χριστοῦ τοῦ εἰπόντος· Γίνεσθε φρόνιμοι ὡς ὁ ὄφις. Ἐπειδὴ γὰρ ὁ ὄφις φρονιμώτερός ἐστι πάντων τῶν θηρίων, ὡς ἀρτίως ὑπανεγνώσθη, ἀντέθηκε τῇ φρονήσει φρόνησιν, οὐχ ἵνα μάθῃς δόλον ποιεῖν, ἀλλ' ἵνα μάθῃς δόλον ἐκκλίνειν. βʹ. Βούλεται γὰρ ἡμᾶς ὁ φιλάνθρωπος Θεὸς οὐχὶ κακούργους εἶναι, ἀλλὰ πανούργους· ἕτερον δέ ἐστι τὸ πανοῦργον, καὶ ἕτερον τὸ κακοῦργον. Πανοῦργος τοίνυν ἐστὶν οὐκ εἰς τὸ μελετᾷν κακίαν, ἀλλ' εἰς τὸ φεύγειν κακίαν· καὶ κέχρηται τῇ πανουργίᾳ οὐκ εἰς τὸ μηχανοῤῥαφεῖν καθ' ἑτέρων, ἀλλ' εἰς τὸ τὰ ὑφ' ἑτέρων πλεκόμενα διαφεύγειν· κακοῦργος δέ ἐστιν ὁ φονεὺς, ὁ δόλιος, ὁ ἑτέροις κακὰ τεκταινόμενος. Τοιοῦτος φρόνιμος ὁ Ἰακὼβ, φρόνιμος ὡς ὁ ὄφις, οὐκ ἰοβόλος ὡς ὁ ὄφις. Ὅτε γὰρ ἔμελλε συμβάλλειν τῷ ἀδελφῷ αὐτοῦ Ἡσαὺ κακίας γέμοντι καὶ φονοκτονίας, παρεκάλει τὸν Θεὸν λέγων, Κύριε, ῥῦσαί με ἀπὸ τοῦ ἀδελφοῦ μου Ἡσαὺ, ὅτι φοβοῦμαι αὐτὸν

About this text

Severianus of Gabala, In Genesim (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Severianus of Gabala’s In Genesim — new OET from PG 65 Greek.

Witnesses

  • Copy-text PG 65 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.