In Genesim · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

πάνυ· καὶ ἱκέτευε τὸν Θεὸν, ὡς κατὰ πονηροῦ τὴν εὐχὴν τιθέμενος. Ὅτε δὲ συνήντησε τῷ ἀδελφῷ, ἠθικότητι καὶ κολακείᾳ τὸν θυμὸν ἡμέρωσε, καὶ τὴν πονηρίαν ἔσβεσε. Τί γάρ φησι πρὸς τὸν Ἡσαύ; Εἶδόν σου τὸ πρόσωπον, ὡς εἴ τις ἴδοι πρόσωπον Θεοῦ. Καὶ εἰ μὲν ἔλεγεν ὁ Ἰακὼβ ταῦτα, ἵνα διὰ τῆς ἀπάτης νικήσῃ τὸν ἀδελφὸν, κακῶς ἐλάλει· εἰ δὲ εἶπεν, ἵνα τὸν φόβον ἐκφύγῃ, καλῶς ἐχρήσατο τῇ πανουργίᾳ. Γίνεσθε οὖν φρόνιμοι ὡς ὁ ὄφις· μὴ θυμώδεις, μὴ ἰοβόλοι, ἀλλὰ φρόνιμοι, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Ἔστι δὲ τὴν περιστερὰν καὶ εἰς κακίαν καὶ εἰς ἀρετὴν ἐκλαβεῖν· καὶ ὅπως, ἄκουε· Ἐὰν ᾖς ἀλόγιστος καὶ ἀδιάκριτος, καὶ κακίας ἔμπειρος μόνον, διαβάλλει σε ἡ Γραφὴ ὡς ἀσύνετον. Ἐφραῒμ γὰρ, φησὶν, ὡς περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν. Ἐὰν οὖν τὸ ἄνουν φυγὼν, τὸ ἀκέραιον κατορθώσῃς, ἔχεις τὴν σύνεσιν τελείαν, οὐ συμμιγνὺς αὐτῇ λ. αὐτὴν τῇ κακίᾳ· καὶ ἀκούεις παρὰ τοῦ Κυρίου, Γίνεσθε φρόνιμοι ὡς ὁ ὄφις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Μὴ τοίνυν ἁπλῶς, ἀδελφὲ, τὰς Γραφὰς ἀναγίνωσκε, καὶ τὰς εἰκόνας εἰς κακίας ἐκλάμβανε παρ' αὐτῆς, μερίζουσα λ. μεριζούσης τούτῳ μὲν τοῦτο, τούτῳ δὲ ἕτερον. Θέλεις οὖν μαθεῖν; πρόσεχε ἀκριβῶς τοῖς 56.521 λεγομένοις· Καλεῖ λέοντα ἡ Γραφή· Σκύμνος γὰρ, φησὶ, λέοντος Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων. Ὧδε τὸ, Ὡς λέων, τὸ ἀνδρεῖον σημαίνει· καὶ γὰρ καὶ περὶ τοῦ δικαίου τὴν αὐτὴν τίθησιν εἰκόνα· ∆ίκαιος γὰρ, φησὶν, ὡς λέων πέποιθεν. Ἀνδρεῖος τοίνυν ὁ δίκαιος, οὐκ ἐν τῷ δρᾷν κακῶς, ἀλλ' ἐν τῷ διαπτύειν τὰ παρὰ τῶν πονηρῶν ἐπαγόμενα. Καλεῖ καὶ τὸν Σωτῆρα λέοντα, διὰ τὸ ἐκ βασιλικῆς εἶναι φυλῆς. Ὥσπερ γὰρ τῶν τετραπόδων ὑπάρχει βασιλεὺς ὁ λέων, οὕτω καὶ τῶν Ἰουδαίων ἐβασίλευσεν ἡ Ἰούδα φυλὴ, ἐξ ἧς ὁ Σωτὴρ ἀνέτειλε. Καὶ μὴ νομίσῃς, ἀγαπητὲ, ἀνάξιον εἶναι τοῦ Χριστοῦ τὸ εἰκόνι λέοντος ἀπεικάζεσθαι· σχηματίζει γὰρ ἡ Γραφὴ τὴν εἰκόνα ταύτην καὶ ἐπ' αὐτῆς τῆς Θεότητος. Ἄκουε γοῦν οἷα ὁ προφήτης φησί· Λέων ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται; Κύριος ὁ Θεὸς ἐλάλησε, καὶ τίς οὐ προφητεύσει; Κατὰ τὸ δυνατὸν τοίνυν, καὶ τὸ φοβερὸν, καὶ τὸ βασιλικὸν, λέοντι ἀπεικάζεται ὁ Χριστός. Καλεῖται δὲ καὶ ὁ διάβολος λέων, οὐχ ὡς δυνατὸς, οὐδ' ὡς φοβερὸς, ἀλλ' ὡς πλήκτης, ὡς τύραννος, ὡς ἀφανιστικός. Λέγει δὲ περὶ τούτου ὁ μακάριος Πέτρος ὁ ἀπόστολος· Ἰδοὺ ὁ ἐχθρὸς ὑμῶν διάβολος περιέρχεται, ὡς λέων, ζητῶν καταπιεῖν ψυχήν. Μέριζε τοίνυν τῶν ἀναγνωσμάτων τὰς θεωρίας, μήποτε ἐναντία δοκοῦντα τῇ λέξει συγχέῃ σου τὴν διάνοιαν. Εἶπεν ἡ Γραφὴ λέοντα καὶ λέοντα· ἀλλὰ τὸν μὲν κατὰ τὸ βασιλικὸν καὶ δυνατὸν, τὸν δὲ κατὰ τὸ ἀφανιστικὸν καὶ δηλητήριον. Οὕτω καὶ τὸν δίκαιον καὶ τὸν ἀσεβῆ διὰ μιᾶς εἰκόνος σχηματίζει ἡ Γραφή· ∆ίκαιος, φησὶν,

About this text

Severianus of Gabala, In Genesim (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Severianus of Gabala’s In Genesim — new OET from PG 65 Greek.

Witnesses

  • Copy-text PG 65 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.