In illud Quando ipsi subiciet omnia · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

Τὸ γὰρ Ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε ὑποταγήσεται καιρὸν εἶχεν ἄν, εἰ ἐν τῷ παρόντι· οὐκ ἦν ὑποτεταγμένος· εἰ δὲ κατὰ τὸν σὸν λόγον, αἱρετικέ, πάντοτέ ἐστιν ἐν ὑποταγῇ καὶ οὐδέποτε ἀνθίσταται τῷ πατρί, περιττὸν τὸ Ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε ὑποταγήσεται· διὰ μυρίων λέξεων προφέρεις αὐτῷ τὴν ὑποταγὴν καὶ εἰς ἕτερον καιρὸν ταμιεύῃ πάλιν δευ156 τέραν αὐτοῦ ὑποταγήν; Ἐὰν ἀκούσῃς τοῦ Χριστοῦ λέγοντος· Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τοῦ πέμψαντός με, εὐθέως προφέρεις τὸ κέρας τῆς ἀσεβείας καὶ λέγεις· Ὁρᾷς, ὡς ὑποτέτακται τῷ πατρί; Ἐὰν ἀκούσῃς αὐτοῦ λέγοντος· Ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ὁ πατήρ μοι ἐντολὴν ἔδωκε, τί εἴπω καὶ τί λαλήσω, εὐθέως ἐπιλαμβάνῃ τῆς λέξεως διϊσχυριζόμενος, ὡς αὐθεντίαν Χριστὸς οὐκ ἔχει, ἀλλ' ὑποτέτακται. Ἐὰν ἀκούσῃς αὐτοῦ λέγοντος· Ἐγὼ οὐδένα κρίνω, ἔστιν ὁ ζητῶν καὶ κρίνων, εὐθὺς ἁρπάζεις διὰ τῆς λέξεως τὴν ὑποταγήν. ∆ιὰ πάντων τοίνυν δεικνὺς αὐτὸν ὑποτεταγμένον, τίνος ἕνεκεν ἀγνωμονοῦσαν εἰςάγεις ὑπόθεσιν καὶ λέγεις· Ἀκολουθῶ τῇ λέξει καὶ οὐ τῇ ἐννοίᾳ, ὅτι τότε ὑποταγήσεται ὁ πάντοτε ὑποτεταγμένος; Τί οὖν βούλεται ἡ ἔννοια; Πανταχοῦ σκοπὸς τῷ ἀποστόλῳ τὴν πολύθεον ἀφανίσαι πλάνην καὶ τὴν στάσιν τῆς ἀστάτου φύσεως ἐκβαλεῖν καὶ τὴν ὑπόνοιαν τῶν κακῶς νοούντων ἐξορίζειν. ∆είκνυσι τοίνυν ὑποταγὴν οὐ βεβιασμένην, οὐκ ἠναγκασμένην, οὐ δουλοπρεποῦσαν, ἀλλὰ τὴν ὁμόνοιαν τῆς ἀξίας ἁρμόζουσαν. Ἀλλὰ μηδέν σε, ἀδελφέ, ἐπιλάβῃ τῶν προειρημένων ὅτι Ἀπ' ἐμαυτοῦ τοῦτο οὐ λαλῶ, ἐντολήν μοι δέδωκεν ὁ πατήρ, τί εἴπω καὶ τί λαλήσω· φοβοῦμαι, μὴ τὰ κατὰ τῶν αἱρετικῶν ἀγωνιστικῶς λεγόμενα εἰς δόγμα ἐκλάβῃς ἐκκλησιαστικὸν παραγραψάμενος τὴν ἔννοιαν τοῦ κηρύγματος. Ὥςπερ ὁ λόγος ἡμῖν τῇ προτέρᾳ διϊσχυρίζετο περὶ τῆς ἀποστολικῆς ἐννοίας ἀπολογούμενος, ὅτι οὐ πάντα δογματικῶς κηρύττουσιν οἱ ἀπόστολοι, ἀλλὰ τὰ μὲν δογματικῶς, τὰ δὲ οἰκονομικῶς ὑποτίθενται, οὕτως εὑρίσκω καὶ αὐτὴν τὴν πηγὴν τῆς ἀληθείας τὸν δεσπότην τῶν ἀποστόλων καὶ προφητῶν οὐ πρὸς τὴν ἀξίαν τὴν ἑαυτοῦ δογματικῶς φθεγγόμενον, ἀλλ' 157 οἰκονομικῶς πρὸς τὴν ἀσθένειαν τοῦ λαοῦ συγκατιόντα. Ἆρα γάρ, εἰπέ μοι ἀδελφέ, ὅταν λέγῃ ὁ τῆς ἀληθείας δεσπότης· Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής, ἀκολουθήσω τῇ λέξει· Ἀκολουθήσω τῷ ῥήματι; Ὑβρίσω τὴν ἀξίαν διὰ τὴν οἰκονομίαν; Ἀλλ' οὐδὲ βουλομένῳ μοι ἀγνωμονεῖν συγχωρεῖ μοι ὁ δεσπότης· ἀποκλείσει γάρ μου τὴν κακὴν ἔννοιαν, ἐὰν κακῶς ἀκολουθήσω τῇ λέξει, κἀμοῦ τῆς φωνῆς ἐπιλαμβάνεται ὡς ἄλλως θεολογούσης τὰ ἅγια, ὡς ἁπλῶς συγχεούσης καὶ ὑβριζούσης τὴν ἀξίαν· ἐπειδή, φησί, συγκατέβην τοῖς Ἰουδαίοις καὶ εἶπον ὅτι Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, οὐκ ἔστιν ἡ μαρτυρία μου ἀληθής, ἥρπασας τὴν λέξιν εἰς βλασφημίαν; Οὐκ ἤκουσάς μου ἀλλαχοῦ λέγοντος· Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν· Τί οὖν, ἀδελφοί; Ἐναντία ἑαυτῇ προφέρει ἡ ἀλήθεια; Μὴ γένοιτο· ἀλλ' ἑτέρως μὲν πρὸς τοὺς συντρόφους τῆς ἀληθείας, ἑτέρως δὲ πρὸς τοὺς ἀπεσχοινισμένους τῆς ἀληθείας φθέγγεται οὐκ αὐτὴ μεταβαλλομένη, ἀλλὰ πρὸς τὰς προαιρέσεις ἁρμοζομένη. ∆ιὰ τί οὖν λέγει Ἰουδαίοις· Ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ὁ πατήρ μοι ἐντολὴν δέδωκε, τί εἴπω καὶ τί λαλήσω; Ἐπειδὴ ἐνόμισαν αὐτὸν ἐχθρὸν εἶναι τῷ μωσαϊκῷ νόμῳ καὶ ὑπεναντία διατάττεσθαι τῷ πατρὶ τῷ διὰ τοῦ νόμου τὸ σάββατον τιμῶντι καὶ ἐδόκει εἰς ὄψιν ἀντιπολιτεύεσθαι ἡ νέα διαθήκη τῇ παλαιᾷ καταστάσει· βουλόμενος οὖν δεῖξαι, ὡς οὐκ ἀντιπολιτεύεται τῷ θεῷ οὐδὲ ἐναντίον κηρύττει τῷ νόμῳ, λέγει, Ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ὡς ὑμεῖς ὑπονοεῖτε, ἀλλ' αὐτός μοι ἐντολὴν ἔδωκεν ὁ παρ' ὑμῶν προςκυνούμενος, μονονουχὶ διδάσκων αὐτούς, ὅτι ἐὰν αὐτὰ παραγράψησθε, οὐ τὴν ἐμὴν διδασκαλίαν παραγράφεσθε, ἀλλὰ τῷ παρ' ὑμῖν ὁμολογουμένῳ θεῷ προςκρούετε· 158 ἐπεί, ἀδελφοί, οὕτως οἰκτρῶς, οὕτως ταπεινῶς, οὕτως χαμαιπετῶς ἐκλαμβάνω τοῦ Χριστοῦ τὸν λόγον, ὡς ἐν δουλικῇ τάξει παραλαμβάνειν τὴν φωνὴν λέγουσαν· Ἀπ' ἐμαυτοῦ οὐδὲν ποιῶ, ὁ πατὴρ ἐντολάς μοι δέδωκε, τί εἴπω καὶ τί λαλήσω· ἀλλ' ὁρᾷς, εἰς ὅσον βάθος ἀσεβείας ἔρχομαι οὕτως ὑπολαμβάνων; Ποιῶ γὰρ αὐτὸν οὐ μόνον τοῦ πατρὸς κατώτερον, ἀλλὰ καὶ τῶν ἀποστόλων ἐλάττονα· καὶ ὅπως, ἄκουε. Παῦλος λέγει· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι. Παῦλος ἄνευ ἐπιταγῆς φθέγγεται, ὁ Χριστὸς οὐδὲν λαλεῖν ἀφ' ἑαυτοῦ δύναται; Περὶ δὲ τῶν παρθένων

About this text

Severianus of Gabala, In illud Quando ipsi subiciet omnia (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Severianus of Gabala’s In illud Quando ipsi subiciet omnia — new OET from PG 65 Greek.

Witnesses

  • Copy-text PG 65 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.