Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT.
Greek
ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι. Παύλῳ ἐπιτρέπεις καὶ ἄνευ ἐπιταγῆς γνωμοδοτεῖν, Χριστὸν δὲ ἀποκλείεις ὑπὸ ζυγὸν δουλείας καὶ τῇ λέξει ἀκολουθεῖς τῇ λεγούσῃ· Ἀπ' ἐμαυτοῦ οὐδὲν λαλῶ; Εἶτα οὖν, ὡς ἔφθην εἰπών, ὅτι ἄλλως τοῖς συντρόφοις τῆς ἀληθείας διαλέγεται, ἄλλως τοῖς ἀπεσχοινισμένοις, μὴ γὰρ Ἰουδαῖοι ὑπενόουν αὐτὸν εἶναι υἱὸν θεοῦ; Μὴ γὰρ Ἰουδαῖοι εἰς ἔννοιαν ἐλάμβανον θεὸν λόγον; Οὐκ ἤκουσας, οἷα περὶ αὐτοῦ φασιν; Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι τοῦ θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. Ἄνθρωπον θεοῦ οὐχ ὑπελάμβανον, καὶ ἀξίαν μονογενοῦς ἐνενόουν; Ἔλεγον γ' οὖν πάλιν οἱ αὐτοὶ περὶ τοῦ σωτῆρος· Οἴδαμεν, ὅτι οὗτος ἁμαρτωλός ἐστιν, ὅτι τὸ σάββατον οὐ τηρεῖ· περὶ ἁμαρτωλοῦ δόξαν ἔχοντες καὶ περὶ ἀνθρώπου ἀπεσχοινισμένου ἀληθείας, ὅλως θεότητος κἂν εἰς τὴν τυχοῦσαν φαντασίαν ἐχώρουν; Πρὸς μὲν τοὺς οὕτω διακειμένους ὑποβαίνων τῇ φωνῇ καὶ διδάσκων αὐτούς, μὴ ἀντιλέγειν τῷ φαινομένῳ σχήματι νομιζομένῳ κατ' αὐτοὺς διεστάναι τῆς τοῦ θεοῦ βουλῆς, ἔλεγεν· Ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, αὐτός μοι ἐντολὴν δέδωκε, τί εἴπω καὶ τί 159 λαλήσω· πρὸς δὲ τοὺς υἱοὺς τῆς πίστεως ὅρα πῶς ἀποτίθεται τὴν ὑποπίπτουσαν φωνήν, ἐνδύεται δὲ αὐθεντίαν τῆς θεϊκῆς ἀξίας καὶ λέγει· Ἠκούσατε, ὅτι ἐρρήθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις· ὁ ἰδὼν τὴν γυναῖκα τοῦ πλησίον εἰς τὸ ἐπιθυμῆσαι ἤδη ἥμαρτεν· ἐγὼ δὲ λέγω. Ὁρᾶς, ὅπως ὅπου πιστός, γυμνὴ αὐθεντία, ὅπου ὕποπτος ἀκροατής, ἐσχηματισμένη πρὸς οἰκονομίαν ἡ διδασκαλία; Παιδὸς δὲ μικροῦ ἐν τῷ ὄχλῳ θλιβέντος εἶπεν· Ἐπιφύεται πάντοτε τῇ ἀκροάσει τοῦ θείου λόγου ταραχή. Ὁ γὰρ ἐχθρὸς τῶν ψυχῶν ὁ διάβολος, ἐπειδὴ βλέπει τὸν λόγον κατὰ τῆς ἑαυτοῦ πλάνης ἠκονημένα τὰ βέλη πέμποντα, συνεχῶς ἐπιθολοῖ τοὺς ἀκροατάς, ἵνα διαφεύγῃ τὸν ἔλεγχον τῆς ἀληθείας. Εὔτυχός τις νέος ἐθόλωσε τὴν Παύλου διδασκαλίαν καὶ ἐνταῦθά τις νέος ἐθόλωσε τοῦ λαοῦ τὴν ἀκρόασιν, ἵνα πλέον γυμνάσῃ τῶν ἀκροατῶν τὴν πρόθεσιν· ἡμεῖς δέ, ἀδελφοί, τῶν κυμάτων τὴν ζάλην φεύγοντες ἐπὶ τὸν εὔδιον λιμένα τῆς ἀληθείας τὸ σκάφος ὁρμήσωμεν. Οὐ γὰρ βούλομαι τὴν παρέκβασιν μηκύνουσαν ἐμποδίσαι τοῖς προκειμένοις. Ὅπου ὕποπτος ἀκροατής, ἐσχηματισμένη πρὸς οἰκονομίαν ἡ διδασκαλία, ὅπου ἀληθὴς σύντροφος τῆς εὐσεβείας, γυμνὴ ἡ αὐθεντία· πρὸς Ἰουδαίους λέγει· Ἀπ' ἐμαυτοῦ οὐδὲν λαλῶ· πρὸς τοὺς οἰκείους τῆς πίστεως· Ἠκούσατε, ὅτι ἐρρήθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις. Ἐγὼ δὲ λέγω. Τὸ Ἐγὼ τὴν αὐθεντίαν δείκνυσι τοῦ λαλοῦντος· πανταχοῦ γὰρ τὸ Ἐγὼ αὐθεντίαν μαρτυρεῖ τῷ λέγοντι, ὡς ὅταν λέγῃ· Ἐγώ εἰμι, ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε, ἐγώ εἰμι. Καὶ πάλιν πρὸς Ἰουδαίους λέγει· Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα 160 τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Ἡ γενομένη σήμερον τῶν εὐαγγελίων ἀνάγνωσις λύει τὴν ἀπορίαν τῆς αἱρετικῆς ὑπονοίας. Ὅτε γὰρ ὁ λεπρὸς αὐτῷ προςῆλθεν ἐκεῖνος ὁ τὸ σῶμα λεπρός, τὴν δὲ ψυχὴν λαμπρός, λέγει αὐτῷ· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Ἐνταῦθα ζήτησον τὸν κανόνα τῶν αἱρετικῶν· ἐχρῆν τοίνυν ἀκόλουθα τῆς ἑαυτοῦ φωνῆς εἰπεῖν· Οὐ θέλω ἐγώ, θέλει ὁ πατήρ, καθαρίσθητι· οὐκ ἦλθον γὰρ ποιῆσαι τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με· οὐκ ἤκουσάς μου λέγοντος· Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμόν; Εἰ τοίνυν βιάζει θέλημα ὑποκείμενον ἐξουσία–κατὰ τὸν τῶν ἀσεβῶν λόγον–διὰ τί δὲ αὐθεντίαν ἀπαιτεῖς παρὰ τοῦ ὑποκειμένου τῇ τοῦ πατρὸς αὐθεντίᾳ; Ἀλλ' οὐδὲν τούτων ὁ σωτὴρ εἶπε πρὸς τὸν γνησίως αὐτῷ προςελθόντα, ἀλλ' ἀποδεξάμενος αὐτοῦ τὸ εἰλικρινὲς τῆς πίστεως εἰλικρινῆ καὶ γνησίαν αὐτῷ δίδωσι τὴν σωτηρίαν· προςῆλθες ἐμοὶ πιστῶς, δέχου πιστῶς τὸ φάρμακον· θελήματι τῷ ἐμῷ ἐπιγράφεις τὴν εὐεργεσίαν, ἐκ τοῦ θελήματός μου κομίζου τὴν σωτηρίαν. Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι· θέλω, καθαρίσθητι. Μὴ ἕστηκε τοῖς αἱρετικοῖς τῆς ἀσεβείας ὅρος; Ὁρᾷς, ὅτι λόγῳ ὑπόκειται, ἐξ οἰκείου δὲ θελήματος αὐθεντεῖ; Ταῦτα δὲ ὅταν εἴπω, οὐκ ἀπεσχοινισμένον εἰςάγω τοῦ υἱοῦ τὸ θέλημα τοῦ πατρικοῦ θελήματος. Ὃ γὰρ ἐὰν εἴπῃς βούλημα τοῦ υἱοῦ, βούλημα λέγεις πατρός, καὶ ὅπερ ἂν λέγῃς βούλημα πατρός, αὐθεντίαν κηρύττεις υἱοῦ, καὶ ἐὰν εἴπῃς αὐθεντίαν τοῦ υἱοῦ, τὴν ἐξουσίαν δηλοῖς τοῦ ἁγίου πνεύματος· μία γὰρ ἡ ἐξουσία, ἀμέριστος ἡ βασιλεία. Ἀλλὰ παρῆκας, φησί, τὸν περὶ πνεύματος λόγον· ἐγὼ γὰρ ἐκ τῆς ἀποστολικῆς φωνῆς εὑρίσκω τὸ πνεῦμα ὑποτεταγμένον τῷ Χριστῷ· 161 εἶπε γὰρ ὁ Παῦλος· Ὅταν δὲ εἴπῃ, ὅτι πάντα αὐτῷ
About this text
Severianus of Gabala, In illud Quando ipsi subiciet omnia (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s In illud Quando ipsi subiciet omnia — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.