In illud Quando ipsi subiciet omnia · §u02-rem-early

Unit 2 rem early

Rem early: Unit 2; lemma and argument toward the thesis.

Greek

διανοίας ὁ λεπρὸς μὲν τὸ σῶμα, καθαρὸς δὲ τῇ ψυχῇ· οὐ γὰρ μεμέριστο ἡ ψυχὴ χρώμασι διαφόροις· ὥςπερ γὰρ ἀηδὴς ἡ λέπρα ἐν 163 σώματι μερίζουσα τὴν χρόαν, οὕτω ἀηδὴς ἐν ψυχῇ διπλῆ καρδία μεριζομένη πρὸς πίστιν καὶ ἀπιστίαν· ὅσην φέρει ἀηδίαν ὄψει ἡ λέπρα ὀφθαλμοῖς ἀνθρώπων, τοσαύτην φέρει ἀηδίαν ὀφθαλμοῖς θεοῦ μεμερισμένη ψυχή· διὰ τοῦτό φησιν ἡ γραφή· Οὐαὶ καρδίᾳ δισσῇ καὶ ψυχῇ παρειμένῃ καὶ ἁμαρτωλῷ βαίνοντι ἐπὶ δύο τρίβους. Ἀλλ' οὖν τοῦ προκειμένου πάλιν ἐχώμεθα. Θέλω, καθαρίσθητι. Ὦ τοῦ θαύματος. Θέλω, καθαρίσθητι. Ἔστιν, ἀδελφοί, ῥῆμα πολλάκις ἐξ αὐθεντίας, πολλάκις δὲ καὶ ἀπὸ ἀλαζονείας προφερόμενον· τὸ μὲν οὖν ἀποφθέγγεσθαι καὶ τοῦ τυχόντος, τὸ δὲ ἔργον ἀκολουθῆσαι τῇ αὐθεντίᾳ μόνου τοῦ δυναμένου. Εἰ τοίνυν εἶπε· Θέλω, καὶ οὐκ ἠκολούθησε τὸ ἔργον, ἀλαζονεία ἦν· νῦν δὲ τῇ φωνῇ ἔργον ἠκολούθησε· καὶ τὸν λόγον μὴ δυςώπει, τὸ ἔργον αἰδέσθητι. Βλέπε, ὅση διαφορὰ ἀναμέσον παλαιοῦ νόμου καὶ καινῆς χάριτος πρὸς πᾶσαν κατάστασιν. Μωϋσῆς ἐκ τοῦ ὄρους κατελθὼν πρώτῃ νομοθεσίᾳ καὶ πρώτῳ νόμῳ κελεύει τοὺς λεπροὺς ἀφορίζεσθαι τῆς παρεμβολῆς· Χριστὸς κατελθὼν ἐκ τοῦ ὄρους λεπρὸν εὐθέως καθαίρει. Ὁ μὲν γὰρ τὰ πάθη ἐξορίζει, ὁ δὲ τὰ πάθη θεραπεύει. Ἀνῆλθε Χριστὸς εἰς ὄρος, ἀνῆλθε καὶ Μωϋσῆς· ὁ μὲν ἵνα λάβῃ, ὁ δὲ ἵνα δῷ νόμον. Ἀνῆλθε Μωϋσῆς καὶ εὗρε τὸ ὄρος πεπληρωμένον σαλπίγγων, νεφέλης, βροντῶν, ἀστραπῶν, θυέλλης, γνόφου, οὐκ ἐπειδὴ ταῦτα ἔπρεπε τῇ δόξῃ τοῦ ἐπιφανέντος, ἀλλ' ἐπειδὴ ταῦτα ἐπαιδαγώγει τὸν λαὸν εἰς εὐλάβειαν· ἡ δὲ χάρις, ἀδελφοί, τοῦ Χριστοῦ ἀποτίθεται τὸν φόβον, ἐκβάλλει τὴν δουλείαν· οὐ γὰρ ἐλάβομεν πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβομεν πνεῦμα υἱοθεσίας. Καὶ Μωϋσῆς μὲν δέδωκε δέκα ἐντολάς, Ἰησοῦς δὲ ὁ δεσπότης Μωϋ164 σέως ἐννέα μακαρισμούς. Ὅσοι τῶν γραφῶν ἔμπειροι, ἴσασι τὴν ἀψευδίαν τῶν εἰρημένων. Πρῶτος μακαρισμός· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι καθ' ὑμῶν πᾶν πονηρὸν ῥῆμα ψευδόμενοι. ∆ιὰ τί οὖν ὁ νόμος ἔχει δέκα ἐντολάς, ἡ δὲ χάρις ἐννέα μακαρισμούς; Ὁ ἀριθμὸς τῶν δέκα ἐντολῶν ἰσάριθμός ἐστι

About this text

Severianus of Gabala, In illud Quando ipsi subiciet omnia (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Severianus of Gabala’s In illud Quando ipsi subiciet omnia — new OET from PG 65 Greek.

Witnesses

  • Copy-text PG 65 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.