In illud Quando ipsi subiciet omnia Unit 2 opening
Unit 2.
Lemma-led open — ὑποτέτακται, δῆλον, ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα· εἰ δὲ ἐκτὸς τοῦ ὑποτάξαντος,
Greek
ὑποτέτακται, δῆλον, ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα· εἰ δὲ ἐκτὸς τοῦ ὑποτάξαντος, οὐκοῦν τὸ πνεῦμα ὑποτέτακται; Μόνον γὰρ τὸν πατέρα εἶπε μὴ ὑποτετάχθαι τῷ Χριστῷ. Τὸ Πάντα τὴν κτίσιν δηλοῖ, οὐ τὴν ἄκτιστον φύσιν ὑβρίζει. Περὶ ὑποταγῆς ἐχθρῶν διαλέγεται· Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Τί οὖν ἐν τῇ τῶν ὑποτεταγμένων ἐχθρῶν χώρᾳ τιθεῖς τὸ πνεῦμα τὸ ἅγιον; Μὴ γὰρ ὑποταγὴν τῶν φίλων ὁ πατὴρ εἰςήγαγε; Μὴ γὰρ ὑποταγῆς ἀγγέλων ἐμνημόνευσε; Μὴ γὰρ ὑποταγῆς ἀρχαγγέλων ἥψατο; Ὑποταγῆς ἐχθρῶν. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Ἐν τοῖς ὑποτεταγμένοις ἐχθροῖς οὐκ ἔστι τὸ πνεῦμα τὸ ἅγιον. Εἰ ἡμεῖς οἱ πιστοὶ πιστεύοντες ἐν Χριστῷ συμβασιλεύσομεν, τὸ δὲ πνεῦμα τὸ ἅγιον οὐδὲ τῆς αὐτῆς ἀξίας τεύξεται τοῖς ὑπηκόοις; Ἐν τῇ ἐπιφανείᾳ τοῦ σωτῆρος καθήσονται υἱοὶ Ζεβεδαίου, Ἰάκωβος καὶ Ἰωάννης, καὶ ὁ χορὸς τῶν ἀποστόλων ἐπὶ δώδεκα θρόνων, τὸ δὲ πνεῦμα ἔσται περὶ τὸ ὑποπόδιον μετὰ τῶν ὑποτεταγμένων; Ἀπόστητε τῆς ἀσεβείας. Περὶ τῆς κτίσεως ὁ λόγος, ἄνθρωπε, οὐ περὶ τῆς ἀκτίστου φύσεως, οὐ περὶ τῆς προςκυνητῆς ἀξίας. Καὶ ἵνα ἀκριβῆ λάβῃς καὶ ἐξητασμένον εὐσεβείας λόγον, ἐννόησον, ὡς ὁ μακάριος ∆αυὶδ ὑμνοῦντα τὸν χορὸν τῆς κτίσεως εἰςάγων φησίν· Αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις καὶ τὰ ἑξῆς, ἄγγελοι, δυνάμεις, οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Μὴ ἐμνημόνευσε πνεύματος; Μὴ τὴν ἄκτιστον φύσιν τῇ κτίσει συγκατηρίθμησεν; Οἱ τρεῖς παῖδες οἱ περὶ τὸν Ἀνανίαν ἐν τῇ καμίνῳ εἰςήγαγον καὶ αὐτοὶ τὴν χοροστασίαν τῆς κτίσεως, 162 Ὑμνεῖτε, λέγοντες, ἄγγελοι κυρίου, οὐρανοὶ κυρίου, δυνάμεις κυρίου, ἥλιος καὶ σελήνη καὶ τὰ ἑξῆς. Μὴ τοῦ ἁγίου πνεύματος ἐμνήσθησαν; Μὴ τῇ κτίσει τὸν ἄκτιστον συγκατηρίθμησαν; Ὁ Παῦλος πάλιν μερίζων τὰ ἀόρατα ἀπὸ τῶν ὁρωμένων λέγει που διδάσκων· Ὅτι ἐν Χριστῷ ἐκτίσθη τὰ πάντα τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, καὶ εὐθέως ἀριθμεῖται τὰ ἀόρατα λέγων· Εἴτε θρόνοι, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι, εἴτε κυριότητες. Ἐπειδὴ γὰρ τὰ μὲν ὁρώμενα ἅπαντα ὡμολογημένην ἔχει τὴν δουλείαν, ἐν δὲ τοῖς ἀοράτοις ἀγγέλοις καὶ δυνάμεσι καὶ πνεῦμα ἅγιον καὶ υἱὸς καὶ πατήρ, ἵνα μὴ ἀγνοίᾳ τῆς τῶν οὐρανῶν διακοσμήσεως ὑπὸ ζυγὸν δουλείας ἑλκύσῃς τὸ δεσποτικὸν ἀξίωμα τοῦ θείου πνεύματος, τὰ μὲν ὁρώμενα οὐ διαιρεῖ οὐδὲ λέγει· Εἴτε ἥλιος, εἴτε σελήνη, εἴτε ἄστρα, πάντα δοῦλα· ταῦτα γὰρ ὁμολογουμένην ἔχει τὴν κατάστασιν, ὅτι τὰ σύμπαντα δοῦλα σά· ἐπειδὴ ἐν τοῖς ἀοράτοις ἦσαν ἀρχαὶ καὶ ἄγγελοι, ἦν δὲ ἀόρατον καὶ τὸ προςκυνητὸν πνεῦμα, ἵνα μή τις αὐτὸ συμπεριλάβῃ τοῖς ἀοράτοις, ἀπαριθμεῖται τὰ πάντα ἄνω, ἵνα ἐκβάλῃ τοῦ οἰκετικοῦ τάγματος τὸν κύριον, ἀπαριθμεῖται τὰ προςκυνοῦντα, ἵνα ἀφορίσῃ τὸ προςκυνούμενον, εἴτε θρόνοι, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι· οὐκ εἶπεν· Εἴτε πνεῦμα. Ἀλλ' ἔλθωμεν εἰς τὸ προκείμενον. Ἐὰν θέλῃς, κύριε, δύνασαί με καθαρίσαι. Εἶδεν ὁ λεπρὸς τὴν πηγάζουσαν εὐεργεσίαν, εἶδε βρύουσαν τὴν σωτηρίαν, εἶδε πολλοὺς κακῶς ἔχοντας καὶ δαιμονιζομένους περιεστοιχισμένους τὴν πηγὴν τῆς σωτηρίας καὶ ἀποτίθεται τὸν μερισμὸν τῆς
About this text
Severianus of Gabala, In illud Quando ipsi subiciet omnia (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s In illud Quando ipsi subiciet omnia — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.