Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
τοιοῦτον ποιῆσαι· Ἐπιβάλλει πῦρ ἐξ ἀέρος, ἵνα δόξῃ τὸ πῦρ ἐξ οὐρανοῦ καταπέμπεσθαι, καὶ ἵνα νομίσας, ὅτι ὁ Θεὸς ἐξ οὐρανῶν αὐτὸν πολεμεῖ, βλασφημήσῃ τὸν Θεὸν, τὸν οὕτω δίχα τινὸς ἁμαρτήματος ἀδίκως αὐτὸν πολεμοῦντα· Πῦρ, φησὶν, ἐκ τοῦ οὐρανοῦ ἔπεσε, καὶ κατέφαγε τὰ πρόβατά σου καὶ τοὺς ποιμένας. Ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος, καὶ εἶπε τῷ Ἰώβ· 56.566 Οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς, καὶ ἐκύκλωσαν τὰς καμήλους, καὶ ᾐχμαλώτευσαν αὐτὰς, καὶ τοὺς παῖδας ἀπέκτειναν μαχαίραις. Ἀλλὰ καὶ ἐν πᾶσι τούτοις ἔμενεν ὁ μακάριος Ἰὼβ, ὥσπερ στῦλος ἀσάλευτος, ὥσπερ πύργος ἄσειστος, ὥσπερ ἀγωνιστὴς ἀήττητος, ἀκαμπὴς, ἀνένδοτος, βάλλων μᾶλλον, ἢ βαλλόμενος. Ὅταν γάρ τις ἀνόνητα κάμνῃ, πολλὰ πολεμῶν, καὶ μηδὲν ὠφελῶν, πολλάκις μαχόμενος, καὶ μηδ' ὅλως περιγινόμενος, αὐτὸς μᾶλλόν ἐστιν ὁ τὰς μάστιγας κατὰ τῶν ματαίων αὐτοῦ πόνων ὑποδεχόμενος. Ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος. Συνεχὴς ὁ πόλεμος, ἀλλὰ μάταιος τῷ κάμνοντι· πυκνότερα τὰ βέλη, ἀλλὰ φαιδρότερα τὰ βραβεῖα. Οὐκ ἀφίησιν αὐτὸν οὐδὲ πρὸς ὥραν ἀναπνεῦσαι, ἵνα μή τι κατὰ τὴν ἔμφυτον εὐσέβειαν τοῦ παλαιστοῦ σοφόν τι λογίσηται. Ἔπεμψεν ὅλα τὰ βέλη, καὶ οὐκ ἐνίκησε τὸν ἀθλητήν· ἐκένωσεν αὑτοῦ τὴν φαρέτραν, καὶ οὐκ ἐκενώθη τῆς ἀλγηδόνος. Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διὰ κενῆς. Ἐπεὶ οὖν κἀκεῖνος ἀπεστράφη τεταπεινωμένος, κατῃσχυμμένος, ὁ πολλὰ παλαίσας, καὶ διὰ πάντων ἡττηθείς. Ἔπεμψε γὰρ κατὰ ποιμένων, κατὰ βουκολίων, κατὰ τῶν προβάτων, κατὰ τῶν καμήλων, κατὰ τῶν υἱῶν, κατὰ τῶν θυγατέρων, κατὰ τῆς οἰκίας, κατὰ τοῦ σώματος, διὰ τῶν φίλων, διὰ τῶν οἰκετῶν, διὰ τῶν σκωλήκων, διὰ τῶν τραυμάτων, διὰ τῶν ἰχώρων. Πᾶντα ἐξεκένωσε, καὶ τὴν εὐσέβειαν οὐκ ἔλυσε. Τὸν τοῖχον διώρυξε, καὶ τὸν θησαυρὸν οὐκ ἐξεκένωσεν. Ὅσας εἶχεν ὁ τῆς οἰκουμένης τύραννος ῥομφαίας ἐκίνησε, διὰ πυρὸς, διὰ ξιφῶν, διὰ χώματος, δι' αἰχμαλωσίας, δι' αἵματος. Πάντα διέτεινε, καὶ τὸν ἀθλητὴν μᾶλλον ἀνδρειότερον ἐποίησε. ∆ι' ὃ δὴ καὶ ὁ προφήτης ἀνεβόα λέγων· Τοῦ Ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος. Τάχα δὲ καὶ πρὸς αὐτὸν λέγει· Σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Ἔλαβε πάντα τὰ χρήματα, τὰ κτήματα, τὴν ὕπαρξιν. Καὶ τί ὁ τελευταῖος ἄγγελος; Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων εἰς τὸν οἶκον τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου, ἐξαίφνης ἦλθε πνεῦμα ἐκ τῆς ἐρήμου, καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ κατέπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἀπέθανον. Καὶ ἵνα μάθῃς, ἀγαπητὲ, ὅτι οὐκ ἦν ἄνθρωπος ὁ ταῦτα διαγορεύων τῷ Ἰὼβ, ἀλλ' αὐτὸς ἦν ὁ διάβολος ἐσχηματισμένος ἐν ἀνθρώπου μορφῇ, μάθε μετὰ πάσης ἀκριβείας· Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ, ἐξαίφνης ἦλθε πνεῦμα ἐκ τῆς ἐρήμου, καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἀπέθανον. Πόθεν οἶδας, εἰπέ μοι, ὅτι ἦλθεν ἐκ τῆς ἐρήμου, καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας; Ἄνθρωπος εἶ, καὶ πῶς εἶδες τὸ πνεῦμα; ποίοις ὀφθαλμοῖς ἐθεάσω αὐτό; πῶς δὲ καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τὸ πνεῦμα; Εἰ ἄνθρωπος εἶ, καὶ ἔνδον ἦς ἐν τῇ οἰκίᾳ, πάντως ὅτι καὶ σὲ περιελάμβανεν ἡ οἰκία· εἰ δὲ ἔξω ἦς, πῶς ἔβλεπες τὰ ἔσω γιγνόμενα; Εἰ δὲ πνεῦμα εἶ, δεῖξον ὅστις εἶ, μὴ σχηματίζου εἰς ἀνθρώπου μορφήν. Τῶν υἱῶν σου, φησὶ, καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ. Βλέπε πῶς πάσης συνέσεως καὶ σοφίας πεπληρωμένος ἦν ὁ μακάριος Ἰὼβ, καὶ πῶς ἠσφαλίζετο τὴν φιλίαν τῶν τέκνων. Ἐλογίσατο γὰρ, ὅτι Κάϊν καὶ Ἄβελ δύο ἦσαν ἀδελφοὶ, μόνοι κατὰ τὴν οἰκουμένην τυγχάνοντες, οὐδεμίαν ἔχοντες ἀφορμὴν πολέμου· πᾶσα γὰρ ἡ γῆ κοινῶς ἀμφοτέροις ἐπ' ἐξουσίας προέκειτο· καὶ οὕτω διὰ τὴν τιμὴν τοῦ Ἄβελ φθονήσας ὁ Κάϊν, ἀναστὰς ἐφόνευσε τὸν ἀδελφόν. ∆ιὰ τοῦτο ὁ μακάριος Ἰὼβ περὶ μὲν τῶν ἀδήλων θυσίαν καθ' ἑκάστην ἡμέραν προσέφερε τῷ Θεῷ, ἀνιστάμενος τὸ πρωΐ, καὶ λέγων· Μήποτε κακὰ ἐνενόησαν οἱ υἱοί μου ἐν τῇ καρδίᾳ αὐτῶν πρὸς τὸν Θεόν· περὶ δὲ τῶν συμβαινόντων αὐτοῖς, ἢ εἰς λόγον, ἢ εἰς φιλονεικίαν, ἐποίει αὐτοὺς καθ' ἑκάστην ἡμέραν μετ' ἀλλήλων ἐσθίειν, ἐνθυμούμενος, ὅτι κἄν τινα πρὸς ἀλλήλους ἔχωσι μικροψυχίαν, ἡ τράπεζα καὶ ἡ διάθεσις τῶν ἄρτων ποιεῖ αὐτοὺς εἰς φιλίαν μεταποιηθῆναι, καὶ τὴν κακίαν τὴν προσπεσοῦσαν ἐξορίσαι, εἰδὼς ὅτι διὰ τῆς
About this text
Severianus of Gabala, In Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s In Job — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.