Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT.
Greek
τραπέζης τῆς συνεχοῦς πάντα λύεται αὐτοῖς τὰ προσπεσόντα μοχθηρά. Ἀλλ' ὁ μισόκαλος διάβολος ἐν τοιούτῳ καιρῷ παρετήρει ἀπολέσαι τὰ μηδὲν ἡμαρτηκότα παιδία· ἐν καιρῷ τῆς μεσημβρίας, 56.567 ὅτε πάντες ἦσαν συγκεκροτημένοι, ὅτε πρὸς εἰρήνην ἐκεῖνοι συνήπτοντο, τότε τὸν ἄσπονδον πόλεμον κατ' αὐτῶν ἠφίει. Ἐκεῖνοι φιλίαν, οὗτος μάχαιραν ἠκόνει· ἐκεῖνοι ἀγάπην ᾠκοδόμουν, καὶ οὗτος τὸν οἶκον κατέστρεφε. Καὶ ἐγένετο κατ' αὐτὴν τὴν ὥραν ὁ οἶκος τάφος, καὶ ἡ τράπεζα συμφορᾶς σκάφος, καὶ ναυάγιον μάνδρα ποιμενικὴ, καὶ πάντα θηριάλωτα. Τί οὖν ὁ γενναῖος ἐκεῖνος; Οὐ συνεχύθη, οὐ κατέπεσε. Τί αὐτοῦ ἐπαινέσω; ποῖος ἐπαρκέσει λόγος; ποῖος ἐξαρκέσει πόνος πρὸς τὴν τοιαύτην διήγησιν; Ὢ γενναίας καὶ μακαρίας ψυχῆς! ὢ μεγάλης ὑπομονῆς ὑπερβολὴν οὐκ ἐχούσης! Ὄντως, ἀγαπητοὶ, συγκέχυμαι τὴν ψυχὴν, διαταράττομαι τὸ συνειδὸς, καίγε στεφανούμενον βλέπων τὸν Ἰώβ. Ἀλλὰ συγκέχυμαι τῇ ψυχῇ νῦν μᾶλλον ἐγὼ, τὸν στεφανίτην ὁρῶν, ἤπερ ἐκεῖνος τότε τὴν συμφορὰν τῶν τέκνων ἐπ' ὄψεσι βλέπων· συγκέχυμαι τῇ ψυχῇ· νομίζω δὲ καὶ ὑμᾶς οὕτω διακεῖσθαι. Πῶς οὖν ἐξείπω τὴν τοσαύτην τραγῳδίαν, οὐκ ἐπίσταμαι, καίγε τὴν κορωνίδα τῶν ἐγκωμίων ἐπὶ γλώσσης φέρων. Οἱ κατὰ σάρκα γονεῖς, ὅταν ἔχωσιν υἱὸν ταῖς ἐσχάταις ἀναπνοαῖς συνεχόμενον, περικαθέζονται, λόγων τελευταίων ἀκροῶνται, χεῖρας αὐτοῦ περιπτύσσονται, συνταγὰς περὶ τῶν ἀδοκήτων συνάπτουσι, στόμα φιλοῦσι, τὰ τελευταῖα τῶν πατέρων φιλήματα. Εἶτα ἀποδέδωκε τὴν ψυχὴν ὁ παῖς, ὡς ὁ δεδωκὼς ἐκέλευσεν, οἱ γονεῖς σχηματίζουσι, χεῖρας ἀποτείνουσιν, ὀφθαλμοὺς ἀποκλείουσι, τὴν κεφαλὴν διορθοῦσι, τοὺς πόδας ἀποτείνουσιν, ἀπολούουσι, τοῖς ἀξίοις ἀμφιάζουσιν ἐνταφίοις, καὶ τὴν ἰδίαν συμφορὰν παραμυθοῦνται. Ἀλλὰ τί πρὸς τὸν γενναῖον τοῦτον ἀθλητήν; Ἀπῆλθεν εἰς τὸν οἶκον τὸν κατὰ ταὐτὸ καὶ μίαν καὶ τὴν αὐτὴν ὥραν οἶκον καὶ τάφον, συμπόσιον καὶ χῶμα, ἑορτὴν καὶ πένθος γενόμενον. Περιέσκαπτε καὶ ἐζήτει τῶν τέκνων τὰ μέλη, καὶ ηὕρισκεν οἶνον καὶ αἷμα, ἄρτον καὶ χεῖρα, ὀφθαλμὸν καὶ κόνιν. Καὶ ἐλάμβανε ποτὲ μὲν χεῖρα, ποτὲ δὲ πόδα, ἄλλοτε κεφαλὴν ἀνέσπα μετὰ τοῦ χώματος, καὶ τῶν λίθων, καὶ τῶν ξύλων· καὶ ποτὲ μὲν μέρος κοιλίας, ἄλλοτε τῶν ἐντέρων τὰ σπλάγχνα μετὰ τῶν χωμάτων ἀναφυρόμενα. Ἐκαθέζετο δὲ ὁ οὐρανομήκης ἐκεῖνος ἀγωνιστὴς, διεσπαραγμένα βλέπων τὰ μέλη τῶν τέκνων. Ἐκαθέζετο συντιθεὶς μέλη πρὸς μέλη, χεῖρα πρὸς βραχίονα· ἀναπλάττων κεφαλὴν πρὸς στῆθος, γόνατα πρὸς τοὺς μηρούς. Οὐ γὰρ ἦν μία τῶν συμβάντων ἡ συμφορὰ, ἀλλ' ἐκ διαβολικῆς ἐνεργείας καὶ τυραννίδος ἡ πάντα λόγον ὑπερβαίνουσα καταστροφή. Ἐκαθέζετο Ἰὼβ τοίνυν, ὁ ἀληθῶς καρτερικὸς ἀδάμας, ὁ μακάριος, διακρίνων τῶν τέκνων αὐτοῦ τὰ μέλη, μήπου τῶν θηλειῶν τὰ μέλη κατὰ τῶν ἀρσενικῶν διαπλάσῃ μελῶν, μήπου τὸ ἀρσενικὸν σχῆμα εἰς τὰ τῆς θηλείας μέλη συναρμοσθῇ. Ὢ γενναίας ψυχῆς, τὴν τῶν ἀγγέλων εὐφημίαν ὑπερβαινούσης! ∆ιὰ τί; Ὅτι ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον Κυρίου, ἀλλ' ἀντὶ τούτων ἁπάντων ὁλόκληρον εὐχαριστίαν ἀντὶ θυσίας ἤνεγκε τῷ Θεῷ, λέγων· Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εἰς τὸν δίκαιον καὶ μακάριον Ἰὼβ, Λόγος βʹ. αʹ. Τὰ μεγάλα τῶν πραγμάτων μεγάλων δεῖται διηγημάτων, καὶ αἱ λαμπραὶ τῶν δικαίων ἱστορίαι λαμπρᾶς δέονται καὶ γλώττης καὶ διανοίας· διανοίας μὲν εἰλικρινῶς τὰς θείας Γραφὰς θεωρούσης, γλώττης δὲ τρανῶς τὰ θεῖα ἑρμηνευούσης, καὶ μάλιστα ἐπὶ τῆς προκειμένης ὑποθέσεως, λέγω δὲ τῶν τῷ μακαρίῳ Ἰὼβ πεπονημένων, ἃ διὰ πάσης φοιτῶντα τῆς ὑπ' οὐρανὸν, τὸν τῆς ὑπομονῆς ἀπαστράπτει λόγον. Πλὴν εἰ καὶ νικᾷ τὴν ἡμετέραν ἀσθένειαν ὁ τῆς ὑποθέσεως λόγος, ἀλλ' εὖ οἶδα, ὅτι παρέχει ἡ τοῦ Θεοῦ χάρις λόγον, οὐ διὰ τὴν τοῦ λέγοντος ἀξίαν, ἀλλὰ διὰ τὴν τῶν Πατέρων πρεσβείαν. Ἀλλ' ἐπ' αὐτὴν ἔλθωμεν τὴν διήγησιν· Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι. Ἀναγκαῖόν ἐστι πρῶτον σκοπῆσαι τὸ προοίμιον ποίαν ἔχει δύναμιν, καὶ τίνος ἕνεκεν ἀπὸ ταύτης τῆς λέξεως τὸ προοίμιον πεποίηται ὁ ἱστοριογράφος, Ἄνθρωπός τις ἦν. Ἐπειδὴ ἔμελλε βίον ἐνάρετον διηγήσασθαι, καὶ πολὺ τὴν ἡμετέραν κατάστασιν νικῶντα, ἵνα μή τις εἰς τὴν ὑπερβολὴν τῶν ἀγώνων ἀποβλέψας, νομίσῃ ξένην εἶναι φύσιν, καὶ οὐκ ἀνθρωπίνην, προλαβὼν ἔδειξε τὴν φύσιν, ἵνα θαυμάσῃς τὴν πρόθεσιν, ὅτι ἄνθρωπος ὢν ὑπὲρ ἄνθρωπον ἐπολιτεύσατο, καὶ μὲν κοινῆς φύσεως ἅπασι κοινωνήσας,
About this text
Severianus of Gabala, In Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s In Job — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.