In Job Unit 2 opening
Unit 2.
Lemma-led open — ἀνωτέραν δὲ τοῦ κόσμου τὴν ψυχὴν ἀναγαγών. Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι. Κηρύττει α
Greek
ἀνωτέραν δὲ τοῦ κόσμου τὴν ψυχὴν ἀναγαγών. Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι. Κηρύττει αὐτὸν καὶ ἀπὸ τῆς 56.568 φύσεως· κηρύττει αὐτὸν καὶ ἀπὸ τῆς χώρας· ἵν', ὥσπερ ἀκούσας αὐτὸν ἄνθρωπον, θαυμάζεις ὅτι ὑπὲρ ἄνθρωπον ἐπολιτεύσατο, οὕτως ἐὰν μάθῃς καὶ τὴν χώραν, ἐξ ἧς ὁ τοσοῦτος καρπὸς ἤνθησε, θαυμάσῃς ἀληθῶς ὁποῖον ῥόδον ἐν μέσῳ τῶν ἀκανθῶν ἐβλάστησεν. Πρόσεχε ἀκριβῶς. Ἡ χώρα τοίνυν ἡ τῆς Αὐσίτιδος, χώρα ἦν τοῦ Ἡσαῦ· ἀπὸ γὰρ τοῦ Ἡσαῦ ἡ Αὐσῖτις. Ὀνομάζει δὲ τοῦ βεβήλου καὶ πονηροῦ Ἡσαῦ τὴν χώραν, ὥς φησιν ὁ Ἀπόστολος· Μή τις πόρνος ἢ βέβηλος, ὡς Ἡσαῦ· ἵνα θαυμάσῃς ἐκ ποίων παιδευτηρίων κακίας οἷος καρπὸς ἀληθείας ἤνθησεν. Ἀλλὰ οὐ μόνον αὐτὸν ἡ χώρα τοῦ Ἡσαῦ ἤνεγκεν, ἀλλὰ καὶ αὐτὴ ἡ ῥίζα τοῦ Ἡσαῦ· ἀπόγονος γὰρ ἦν τοῦ διαβαλλομένου. Λέγει γὰρ τὸν Ἰὼβ ἡ Γραφὴ πέμπτον εἶναι ἀπὸ τοῦ Ἀβραάμ. Καὶ ὅπως πέμπτος, ἄκουε· Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαὰκ, Ἰσαὰκ τὸνἩσαῦ, Ἡσαῦ τὸν Ῥαγουὴλ, Ῥαγουὴλ τὸν Ζαρὰ, Ζαραδὲ τὸν Ἰώβ. Εἶχεν οὖν τὴν διαδοχὴν ἀπὸ τοῦ Ἀβραὰμ διὰ τοῦ Ἡσαῦ εἰς αὐτὸν κατερχομένην. ∆είκνυσιν οὖν τὴν ῥίζαν, ἵνα τὸν καρπὸν θαυμάσῃς. Τίς δὲ ἦν Ἡσαῦ; Πόρνος καὶ βέβηλος. Τίς δὲ ἦν καὶ Ἰώβ; Ὁ ἀπὸ τοῦπόρνου, οὗτος αὐτὸς ὁ σεμνὸς καὶ θαυμάσιος ἀνὴρ, ὁ νῦν προκείμενος ἡμῖν εἰς διήγησιν· ὁ λέγων· Εἰ ἐπηκολούθησεν ὁ ὀφθαλμός μου γυναικὶ ἀλλοτρίᾳ, ἀρέσει καὶ ἡ γυνή μου ἀλλοτρίῳ ἀνδρί. Ἡσαῦ περὶ πολλὰς ἔσχε μίξιν γυναῖκας, ἄπληστος ὢν εἰς ἀσέλγειαν· ὁ δὲ Ἰὼβ τὸν τρόπον νόμον εἶχε τοῦ βίου, καὶ τοσοῦτον ἀπέσχε, ὥστε ἀλλότρια κάλλη μὴ περιεργάζεσθαι· καὶ πορνείας καὶ μοιχείας τοσοῦτον ἀπεῖχεν, ὡς μηδὲ ταῖς μηδέπω κατεγγυωμέναις γυναιξὶ προσέχειν, τουτέστι, ταῖς ἀμνηστεύτοις παρθένοις· δεῖ γὰρ τῇ τρανοτέρᾳ λέξει χρήσασθαι· Τοσοῦτον ἀπεῖχεν ἀλλοτρίοις γάμοις ἐπιβουλεύειν, ὅτι οὐδὲ τῇ ἀμνηστεύτῳ παρθένῳ, ἐφ' ᾗ οὐδεὶς ἦν κίνδυνος, ἀπέτεινε τὸ ὄμμα πρὸς ἀκολασίαν. Καὶ τίς ὁ ταῦτα μαρτυρῶν; Αὐτὸς ὁ Ἰώβ· ∆ιαθήκην, φησὶ, διεθέμην τοῖς ὀφθαλμοῖς μου, καὶ οὐ συνῆκα ἐπὶ παρθένῳ. Βλέπε μέχρι τίνος παιδαγωγίας ἤκμασεν αὐτῷ τὰ τῆς εὐσεβείας. Παιδαγωγεῖ τὸν ὀφθαλμὸν εἰς εὐσέβειαν, παιδαγωγεῖ καὶ τὰ μέλη εἰς δικαιοσύνην, καὶ ἀπὸ τοῦ πόρνου τὴν διαδοχὴν φέρων, μεγίστῃ σωφροσύνῃ διέλαμψεν. Ἡσαῦ καὶ ἀδελφοκτόνος ὑπῆρχεν, ὅσον εἰς πρόθεσιν· εἰ γὰρ καὶ μὴ ἐξέβη ἡ πρᾶξις, ἀλλὰ κατηγορεῖται ἡ πρόθεσις. Εἶπε γὰρ, φησὶν, Ἡσαῦ ἐν τῇ καρδίᾳ αὐτοῦ· Ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, καὶ ἀνελῶ Ἰακὼβ τὸν ἀδελφόν μου. Ἡ τοίνυν ῥίζα, ἀδελφοκτόνος· ὁ δὲ ἐκ τῆς ῥίζης ἀνθήσας, δικαιοσύνης βραβευτής. Ἐκεῖνος τῇ φύσει ἐπολέμησε, καὶ τὸν ἀδελφὸν ἀλλότριον ἡγεῖτο· οὗτος καὶ τοὺς ἀλλοτρίους ἀδελφοὺς ἐνόμιζεν, ὁ λέγων· Ἐγενόμην ὀρφανοῖς ὡς πατὴρ, καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν. ∆ίκην ἣν οὐκ ᾔδειν, ἐξιχνίασα, καὶ κατέπαυσα ἀδίκους. Καὶ πάντα τὰ ἀλλότρια ἰδιοποεῖται ὁ ἀπὸ τοῦ Ἡσαῦ φέρων τὴν διαδοχὴν, τοῦ τὰ ἀλλότρια ἴδια τιθεμένου. Ἡσαῦ ἐν τῇ διανοίᾳ ἐλογίζετο ἀνελεῖν τὸν Ἰακώβ· Ἰὼβ δὲ προσέφερε θυσίας ὑπὲρ τῶν υἱῶν, ἐννοῶν, Μή τι κατὰ διάνοιαν ἥμαρτον. Ἐπειδὴ γὰρ ἐκεῖνος κατὰ διάνοιαν ἐμελέτησε τὸν φόνον, φοβηθεὶς οὗτος ὁ μέγας καὶ γενναῖος ἀθλητὴς, μὴ καὶ οὗτοι ἐν τῇ διανοίᾳ παραδέξωνται τὸν ἰὸν τῆς ἁμαρτίας, προσέφερε θυσίαν καὶ μόσχον ἕνα περὶ ἁμαρτιῶν. Ἔλεγε γὰρ ὁ Ἰώβ· Μήποτε οἱ υἱοί μου κακὰ ἐνενόησαν πρὸς τὸν Θεόν; Ἐννόησον εἰς ὅσην ἀκρίβειαν αὐτῷ ἔφθασεν ἡ παιδαγωγία τοῦ τρόπου. Καὶ τί ποιεῖ; Ἐπειδὴ Ἡσαῦ καὶ Ἰακὼβ οἱ πρόγονοιἐξεπολεμώθησαν πρὸς ἀλλήλους, οὐ τοῦ Ἰακὼβ εἰς κακίαν συμφωνήσαντος, ἀλλὰ τοῦ Ἡσαῦ εἰς κακίαν ἄρξαντος, τὴν διαφωνίαν τῶν προγόνων διαλύει τῇ ἑστιάσει, καὶ ποιεῖ τοὺς υἱοὺς αὐτοῦ καθ' ἡμέραν μετ' ἀλλήλων ἑστιᾶσθαι, ἵνα ἡ συνήθης τράπεζα διαλύσῃ τῆς κακίας τὸν ἰόν. Παρ'
About this text
Severianus of Gabala, In Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s In Job — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.