In Job Unit 3 opening
Unit 3.
Lemma-led open — ἅγιοι ἀποστέλλονται· πρὸς δὲ τὰς κατὰ τῶν ἀνόμων ἀνθρώπων τιμωρίας δαίμονες ἀποστέλλονται·
Greek
ἅγιοι ἀποστέλλονται· πρὸς δὲ τὰς κατὰ τῶν ἀνόμων ἀνθρώπων τιμωρίας δαίμονες ἀποστέλλονται· καὶ ὅπως, ἄκουε· Ὅτε τῶν ἁγίων ἀγγέλων μέμνηται Παῦλος, φησίν· Οὐχὶ πάντες λειτουργικὰ πνεύματά εἰσιν, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; Ὅθεν δῆλον ὅτι οἱ μὲν ἅγιοι ἄγγελοι ὑπηρετοῦσι ταῖς τῶν ἀνθρώπων σωτηρίαις· οἱ δὲ πικροὶ δαίμονες ταῖς κατὰ τῶν ἁμαρτωλῶν τιμωρίαις. Ἐξαπέστειλε γὰρ, φησὶν ὁ ∆αυῒδ, εἰς τὴν Αἴγυπτον θυμὸν, καὶ ὀργὴν, καὶ θλίψιν, ἀποστολὴν διὰ ἀγγέλων πονηρῶν. βʹ. Οἱ τοίνυν πονηροὶ καὶ ἀκάθαρτοι δαίμονες, εἰ καὶ ἀφηνίασαν τῇ προθέσει, ἀλλ' ὑπὸ τὸν ζυγὸν κεῖνται τῆς δουλείας, καὶ κελεύονται ὡς δήμιοι πρᾶξαι τὰ προσταττόμενα. Καὶ μὴ θαυμάσῃς, εἰ Θεὸς κελεύει δαίμοσιν. Οἱ ἀπόστολοι ὡς δημίῳ κέχρηνται τῷ διαβόλῳ. Λέγει Παῦλος· Ἐπειδή τινες περὶ τὴν πίστιν ἠστόχησαν, τούτους παρέδωκα τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Καὶ πάλιν περί τινος ἐκπορνεύσαντος, καὶ δίκην ὀφείλοντος, τί φησιν ὁ αὐτὸς Παῦλος; Συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου Ἰησοῦ ἔκρινα τὸν οὕτω τοῦτο κατεργασάμενον, τοῦτον παραδοῦναι τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου. Ἵνα γὰρ μὴ νομίσωσιν οἱ δαίμονες, ὅτι πάντη κατὰ τῆς θείας αὐθεντίας ἐτυράννησαν, κελεύονται καὶ ἄκοντες ποιεῖν τὰ προσταττόμενα, οὐ πράγματα εἰς εὐθηνίαν συντείνοντα, ἀλλὰ πράγματα εἰς τιμωρίαν φέροντα. Οὐκ εἶδες καὶ τοὺς παρ' ἡμῖν ἄρχοντας, ὅταν μὲν μετὰ τιμῆς τινα καλῶσι, πῶς ἀποστέλλουσι τοὺς δρομεῖς, κούρσωρας καλουμένους Ῥωμαϊστί· ὅταν δὲ μετ' ἀτιμίας τινὰς ἕλκωσιν, ἑτέρους ἐκπέμπουσιν ἀπηνεῖς καὶ σκληροὺς στρατιώτας; Οὕτω καὶ ὁ Θεὸς τοῖς μὲν ἁγίοις ἀποστέλλει διακόνους ἀγγέλους εἰς σωτηρίαν· ὅταν δὲ τιμωρήσασθαι βούληται, τοῖς δαίμοσιν ἐπιτρέπει. ∆ιὰ τοῦτο ὅτε ἀπεφαίνετο κατὰ τοῦ Ἀχαὰβ ὁ Θεὸς, λέγει· Τίς πορεύσεται καὶ ἀπατήσει τὸν Ἀχαὰβ, καὶ πεσεῖται; Καὶ ἀπεκρίθη πνεῦμα πονηρόν· Ἰδοὺ ἐγώ. Ἤδει γὰρ ὅτι εἰς τοῦτο τέτακται ὁ διάβολος. Οἱ τοίνυν δαίμονες (σύγγνωτε δέ μοι, παρακαλῶ· περὶ πραγμάτων γὰρ ἀοράτων καὶ οὐκ αἰσθητῶν διαλέγομαι· ἀλλ' οὐδ' ἂν ἀπ' ἀρχῆς ἐπεχείρησά τι περὶ τῶν τοιούτων εἰπεῖν, εἰ μὴ τὰς ἀφορμὰς ἐκ τῆς ἁγίας Γραφῆς ἐδανειζόμην· οὐ γὰρ ἀνθρωπίνης ἐστὶν ἐννοίας μερίζειν τὰ ἀόρατα ἀπὸ τῶν αἰσθητῶν· ἀλλ' ἐπειδὴ οἷς εἶπεν ὁ Θεὸς ἀντειπεῖν οὐκ ἔστι, τοῖς γεγραμμένοις οὖν στοιχοῦμεν, κἂν θέλωμεν, κἂν μή)· οἱ τοίνυν πονηρότατοι δαίμονες ἀποστέλλονται μὲν ἰδικῶς εἰσπράξασθαι παρὰ τῶν πονηρῶν τιμωρίαν· ἀποστέλλονται δὲ καὶ πρὸς δικαίους, οὐχ ἵνα τιμωρήσωνται, ἀλλ' ἵνα πειράσωσιν. Ἐπειδὴ γὰρ ἄγγελος ἅγιος ὑπουργῆσαι τῇ πείρᾳ οὐ κελεύεται (οὐδὲ γὰρ ὁ Θεὸς κελεύει τι ἀνάξιον ἀγγέλῳ), διὰ τοῦτο δαίμονες ταύτην ἐπιτρέπονται τὴν πεῖραν. Καὶ μὴ θαυμάσῃς εἰ πρὸς δικαίους δαίμονες ἀποστέλλονται· ἀνήχθη γάρ ποτε ὁ ∆εσπότης τῶν ἁπάντων ἀπὸ τοῦ Ἰορδάνου εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. Εἰ τοίνυν τὸν Κύριον καὶ τὸν Σωτῆρα τῶν ἁπάντων διάβολος ἐπείρασε, τί θαυμάσεις εἰ κατὰ δικαίου εἰς γυμνάσιον ὑπομονῆς δαίμων ἀποστέλλεται; Ἀποστέλλεται δὲ, οὐ τοῦ Θεοῦ κελεύοντος, ἀλλὰ συγχωροῦντος. Σχηματίζει δὲ ἡ Γραφὴ ὡς ἐν προσωποποιίᾳ τὸν λόγον. Οὐ γὰρ φωνὴ παρὰ τοῦ Θεοῦ χωρεῖ πρὸς πονηρὸν δαίμονα, οὐδὲ καταξιοῦται ταύτης ἡ παραβάτις ἐκείνη πρόθεσις. Φύσις γὰρ ἀγαθὴ, πρόθεσις δὲ κακή· οὐ καταξιοῦται τῆς ἀχράντου φωνῆς. Ἐὰν δὲ εἴπῃς· Εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· ἐρῶ σοι ἀπὸ τοῦ ∆αυΐδ· Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεὸς, Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; Ἆρα φωνὴν ἔῤῥηξε πρὸς τὸν ἁμαρτωλόν; Οὐχί· ἀλλὰ δι' ὧν φθέγγεται, δι' αὐτῶν τῶν πραγμάτων λαλεῖ πρὸς τοὺς ἀναξίους. Ἐπέταξεν ὁ Θεὸς τῷ κήτει. Ἆρα φωνὴν ἐκπέμψας, ἢ πρόσταγμά
About this text
Severianus of Gabala, In Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s In Job — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.