Unit 3 rem early
Rem early: Unit 3; lemma and argument toward the thesis.
Greek
τι νευρώσας; Ἐκέλευσεν ὁ Θεὸς σκώληκι ἑωθινῇ. Οὕτως ἐὰν σχηματίσῃ ὁ λόγος, ὅτι ὁ Θεὸς ἐφθέγξατο πρὸς τὸν διάβολον, μὴ ἐξ ἰσοτιμίας παραγάγῃς τὴν ἄτιμον ταύτην καὶ παραβεβηκυῖαν πρόθεσιν εἰσαγομένην εἰς πρόσωπον τοῦ ∆εσπότου. Ἀλλ' ἑστήκασιν οἱ ἄγγελοι κατὰ τὴν διατεταγμένην ἀκολουθίαν· ἦλθε δὲ ὁ διάβολος, καὶ παρέστη ἐν μέσῳ τῶν ἀγγέλων, ἵνα μάθῃς ὅτι ἀγγέλου μὲν φύσιν ἔλαβε, προδότου δὲ πρόθεσιν ἐπεδείξατο. ∆ιάβολος γὰρ, ἀδελφοὶ, οὐ φύσεως ὄνομα, 56.573 ἀλλὰ προαιρέσεως. ∆ιὰ τί διάβολος; Οὐ γὰρ διάβολος ἐγένετο ἀπ' ἀρχῆς, ἀλλὰ ἄγγελος ἐκτίσθη· διάβολος δὲ ὠνομάσθη, ὡς διαβάλλων καὶ Θεὸν ἀνθρώποις, καὶ ἄνθρωπον Θεῷ· καὶ ὡς συγκρούων ∆εσπότην πρὸς οἰκέτην, καὶ οἰκέτην πρὸς ∆εσπότην. Ὅταν γὰρ ὑποβάλλῃ ἡμῖν ὁ διάβολος, καὶ εἴπῃ· Πόσα κακὰ ἐν τῷ κόσμῳ; ποῦ ὁ Θεός; διὰ τί μὴ προΐσταται; διαβάλλει τὸν ∆ημιουργὸν πρὸς ἡμᾶς· ἔργον γὰρ τοῦτο ἐξ ἀρχῆς τῷ διαβόλῳ. ∆ιαβάλλει Θεὸν πρὸς τὸν Ἀδὰμ, λέγων Ἤδει ὁ Θεὸς, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγησθε ἀπὸ τοῦ ξύλου, ἔσεσθε ὡς θεοί. Βασκαίνων, φησὶν, ἐκώλυσεν ὑμᾶς ὁ Θεὸς τῆς βρώσεως. Ἐκεῖ τὸν Θεὸν διαβάλλει πρὸς τὸν Ἀδάμ· ὧδε τὸν Ἰὼβπρὸς τὸν Θεόν· Μὴ γὰρ δωρεὰν σέβεται Ἰὼβ τὸν Θεόν; Τουτέστιν, ὑπομίσθιός ἐστιν, οὐκ ἐνάρετος· μισθόν σοι τελεῖ τῆς εὐπραγίας· περίελε τὰ χρήματα, καὶ γυμνοῦται αὐτοῦ ἡ πρόθεσις. Ἐπεὶ οὖν εἶδεν ὁ Θεὸς τὸν δίκαιον τῇ ὑπονοίᾳ ἐκείνου ὑβριζόμενον, περιαιρεῖ τὰ κτήματα, ἵνα περιέλῃ τὴν ὑποψίαν, καὶ γυμνὴν δείξῃ τὴν εὐσέβειαν. Καὶ βλέπε τοῦ πονηροῦ δαίμονος τὴν πρόθεσιν· Εἶπε, φησὶ, ὁ Κύριος τῷ διαβόλῳ· Πόθεν παραγέγονας; Εἶτα ὁ ὑπερήφανος καὶ ἀλαζὼν, καὶ μήτε τὴν ἑαυτοῦ τάξιν εἰδὼς, μήτε τοῦ ἐρωτῶντος τὴν ἀξίαν, λέγει· Περιελθὼν τὴν γῆν, καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν, πάρειμι· μονονουχὶ βοῶν καὶ βουλόμενος δεῖξαι, ὅτι κρατεῖ τῆς ὑπ' οὐρανὸν ὅτι πάντα αὐτῷ πεπάτηται γήϊνα, ὅτι πάντας ὑπὸ πόδας ἔχει τοὺς ἀνθρώπους. Περιελθὼν, ἔφη, τὴν γῆν, καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν, πάρειμι. Ἐκκόπτεται τοῦ διαβόλου ἡ ἀλαζονεία. Ἐπειδὴ γὰρ ἐνόμισε κρατεῖν τῆς τοῦ Θεοῦ εἰκόνος, ἐκβάλλεται τῆς γῆς, ὥστε μηκέτι ἐμπεριπατεῖν· καὶ ἐξορίζει αὐτὸν ὁ πάντων ∆εσπότης. Αὐτὸς γάρ ἐστιν ὁ ἐπαγγειλάμενος, ὅτι· Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός. γʹ. Τὰ πρῶτα ἐμπεριεπάτει ὁ διάβολος. Ὅτε μὲν γὰρ ἡ εἰδωλολατρεία ἐκέχυτο, ὅτε ἡ ἀσέβεια ἐκράτει, ὅτε πάντα τὰ τῆς κακίας ἤκμαζεν, ὁ διάβολος ἐμπεριεπάτει· ὅτε δὲ ἁγιωσύνη καὶ δικαιοσύνη καὶ ἀλήθεια παρὰ τοῖς φυλάττουσι τὴν ἀλήθειαν, ὁ Θεὸς ἐνοικεῖ καὶ ἐμπεριπατεῖ. Προσέσχες οὖν τῇ διανοίᾳ σου, φησὶ, κατὰ τοῦ θεράποντός μου Ἰὼβ, ὅτι οὐκ ἔστι κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς, ἄμεμπτος, δίκαιος, ἀληθινὸς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ; Ἐπειδὴ εἶπε, Πᾶσαν περιῆλθον τὴν ὑπ' οὐρανὸν, καὶ ἠλαζονεύετο ὡς πάντων κρατῶν, παραλύων αὐτοῦ τὴν ἀλαζονείαν ὁ λόγος τῆς ἀληθείας, φησὶ πρὸς αὐτόν· Εἶδες τὸν ἄνθρωπον τὸν ὑπὸ σοῦ μὴ πεπατημένον, ἐπειδὴ πάντων, ὡς ἔφης, κρατεῖς; εἶδες τὸν πάσης σου τῆς κακίας κρατήσαντα; εἶδες τὸν πατήσαντά σε τὸν πατοῦντα πάντας; εἶδες τὸν ἐκλύσαντά σου τὴν τυραννίδα, καὶ τὴν ἀδικίαν ἐκλύσαντα τῇ δικαιοσύνῃ, καὶ τὴν ἀσέβειαν τῇ εὐσεβείᾳ; Ὁ δὲ ἀνθίσταται τῷ Θεῷ, καὶ λέγει· Οὐ δωρεὰν σέβεται. Προσέθηκε τὰ κτήματα, ἵνα ὑβρίσῃ αὐτοῦ τὸν τρόπον, ἵνα ὑβρίσῃ αὐτοῦ καὶ τὸ ἦθος, ἵνα ταῖς ὑπονοίαις νόθον δείξῃ τὴν ἀρετήν. Σὺ δέδωκας αὐτῷ, φησὶ, τὴν ἀφθονίαν· περίελε τὴν ἀφθονίαν, καὶ γυμνοῦται ἡ ὑπόκρισις. Λέγει αὐτῷ ὁ Θεός· Ἅψαι πάντων ὧν ἔχει. Ἤδει γὰρ ὁ Θεὸς, ὅτι ἀκόρεστον ἔχει τὴν πρόθεσιν εἰς πλεονεξίαν· καὶ λέγει· Ἰδοὺ, πάντων δίδωμί σοι τὴν ἐξουσίαν, αὐτοῦ δὲ μόνον μὴ ἅψῃ. Ὅροις περιορίζει τὴν κακίαν τοῦ διαβόλου. Βλέπε λοιπὸν οἷον ἀποτείνει τόξον κατὰ τοῦ δικαίου, οἷα πέμπει βέλη. Ἐξῆλθε, καὶ πρῶτον σχηματίζεται αὐτὸς ὁ τῶν κακῶν ἐργάτης, αὐτὸς ἑαυτὸν ἄγγελον τῶν κακῶν παραστήσας, αὐτὸς ἔπληξε τὰ κτήνη, καὶ αὐτὸς ἀπαγγέλλει τὴν πληγήν. Εἶπε γὰρ, φησὶν, ὁ διάβολος τῷ Ἰώβ· Τὰ ζεύγη τῶν βοῶν σου ἠροτρία, καὶ αἱ θήλειαι ὄνοι ἐνέμοντο, καὶ ἦλθον οἱ αἰχμαλωτεύοντες, καὶ κατέσφαξαν τοὺς παῖδάς σου, καὶ ὑπελείφθην ἐγὼ μόνος, καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. Πρώτη πεῖρα τοῦ διαβόλου, πρῶτον βέλος κατὰ τοῦ γενναίου ἀγωνιστοῦ. Ἀλλ' ἀντέστησεν Ἰὼβ τὸν θυρεὸν τῆς πίστεως, τὸν δυνάμενον πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι. Τὰ ζεύγη τῶν βοῶν ἀπώλετο, καὶ ἡ ψυχὴ οὐκ ἐμερίζετο. Αἱ ὄνοι ἀπώλοντο, καὶ ὁ εὐγενὴς πῶλος τὸν χαλινὸν τῆς εὐσεβείας οὐκ
About this text
Severianus of Gabala, In Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s In Job — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.