In Job · §u03-rem-mid

Unit 3 rem mid

Rem mid: Unit 3; lemma continues; reading with the letter.

Greek

ἠρνήσατο. Εἶδεν ἀγγελίαν πικρὰν τῆς ἀπωλείας τῶν κτημάτων, καὶ ἔμεινεν ὡς ἀσφαλὴς πύργος καὶ ἀκαταγώνιστος. Ὁ διάβολος πικρὸς ὢν τῇ κακίᾳ, καὶ πικρὸς ὢν τὴν προαίρεσιν, μετεμελήθη οὕτως ἀπαγγείλας. Καὶ πρόσεχε ἀκριβῶς, παρακαλῶ, μή σε διαφύγῃ ἡ τοῦ Πονηροῦ ἔννοια, ἣν καὶ Ἀπόστολος ἀκριβῶς κατοπτεύσας, φησίν· Οὐ γὰρ αὐ56.574 τοῦ τὰ νοήματα ἀγνοοῦμεν. Ὡς οὖν ἀπήγγειλεν αὐτῷ, ὅτι Τὰ ζεύγη τῶν βοῶν ἠροτρία, καὶ αἱ θήλειαι ὄνοι ἐνέμοντο, καὶ ἦλθον οἱ αἰχμαλωτεύοντες, εἶδε δὲ τὸν Ἰὼβ ψυχῇ γενναίᾳ φέροντα τὴν ἀγγελίαν, μετεμελήθη ὅτι κακῶς ἀπήγγειλε, καὶ μονονουχὶ εἶπε πρὸς ἑαυτὸν ὁ διάβολος· Χακῶς ἀπήγγειλα, εἰπὼν αὐτῷ ὅτι ἄνθρωποι αὐτῷ ἐπολέμησαν· δύναται λογίσασθαι, ὅτι εἰ ἄνθρωποι ἐπολέμησαν καί με ἠδίκησαν, τί πρὸς τὸν Θεόν; Κακῶς, φησὶν, ἐτόξευσα, οὐ κατὰ σκοποῦ ἔβαλον, ἀπέτυχον τῆς τοξείας, ἀπεπλανήθη τὰ βέλη. Εἶπον ὅτι ἄνθρωποι ᾐχμαλώτευσαν· δύναται οὗτος εἰπεῖν· Τί οὖν τὴν τῶν ἀνθρώπων ἀδικίαν Θεῷ ἐπιγράψω; Ἄλλοι οἱ ἠδικηκότες, καὶ ἄλλος ἔσται ὁ βλασφημούμενος; Ἵνα οὖν μεταγάγῃ αὐτοῦ τὴν διάνοιαν ἀπὸ τῶν ἀνθρώπων εἰς Θεὸν, καὶ δείξῃ αὐτῷ οὐκ ἀνθρώπους καταβλάπτοντας, ἀλλὰ Θεὸν πολεμοῦντα, λέγει αὐτῷ· Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. Μὴ δύνῃ εἰπεῖν, ὅτι ἐχθροὶ ἔῤῥιψαν ἄνωθεν; Ὕβρισον τὸν ἀδικήσαντα, βλασφήμησον τὸν πολεμήσαντα. Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. ∆ιὰ τί λατρεύεις τῷ ἀδικήσαντι, διὰ τί προσκυνεῖς τὸν ἀναλίσκοντά σου τὰ κτήματα; Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. Ἤκουσεν ὁ Ἰὼβ, καὶ πάλιν ἤνεγκε γενναίως. Ἡ γὰρ ὑπομονὴ ἐκείνου ἀληθῶς ὑπομονὴ ἦν, μέχρι τέλους παρατεταμένη, περὶ ἧς φησιν ὁ Σωτήρ· Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. Καθ' ἡμέραν ἔκαμνε προσφέρων θυσίας ὑπὲρ τῶν τέκνων· ἃ καθ' ἡμέραν κάμνων προσέφερεν, ἀθρόως ὁ Θεὸς εἰς θυσίαν ἔλαβε. Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. Εἰ ἐγὼ μόνος ἐνεδυόμην, δικαίως ἤλγουν· εἰ δὲ πένητες ἐνεδύοντο, μὴ δύναται ὁ ∆εσπότης ἀμελῆσαι τῶν πτωχῶν; Οἶδα ὅτι ἃ ἔλαβεν εἰς θυσίαν, ἀποδίδωσιν εἰς τὸ πενταπλάσιον. Μὴ γὰρ ἐξ ἀδικίας συνήχθη τὰ κτήματα; μὴ γὰρ ἀπὸ πλεονεξίας ἐκτησάμην τὰ πρόβατα; Ἐκ τῆς κουρᾶς τῶν προβάτων μου ἐθερμάνθησαν ὦμοι πενήτων, καὶ στόμα χήρας εὐλόγησέ με. Οἶδε τί ποιεῖ ὁ Θεός. Νῦν ἐλαβέ μου τὴν ὕπαρξιν, ὡς θυσίαν· πολλαπλασιάζει δέ μου τὴν οὐσίαν εἰς πλεονασμὸν ἀρετῆς. Οὐ σαλεύει με τὰ ἔξωθεν βέλη τοῖς ἔσωθεν ὀχυρούμενον· στηρίζει δέ με μᾶλλον ἔνδοθεν τὰ τοῦ Θεοῦ βέλη. Τὰ γὰρ βέλη τοῦ δυνατοῦ ἠκονημένα· περὶ ὧν ἔλεγε ∆αυῒδ, ὅτι Τὰ βέλη σου ἐνεπάγησάν μοι· Τὰ βέλη, ποῖα; Βέλος εὐσεβείας, βέλος δικαιοσύνης, βέλος πόθου πρὸς Θεὸν, βέλος ζήλου ἀρετῆς· τούτοις τοῖς θείοις βέλεσιν ἡ ψυχὴ τιτρώσκεται. Ὡς οὖν πᾶσαν πεῖραν προσαγαγὼν ὁ διάβολος, καὶ τῶν κτημάτων γυμνώσας, τῆς ἀρετῆς οὐκ ἐγύμνωσε, χωρεῖ λοιπὸν ἐπὶ τὴν φύσιν, καὶ τὴν γεωργίαν τῆς φύσεως βιάζεται, καὶ ἀποσπᾷ τοὺς κλάδους ἀπὸ τῆς ῥίζης, καὶ συντρίβει τοὺς παῖδας τοῦ καλοῦ ἀγωνιστοῦ· περιαιρεῖ τὸν καρπὸν, ἵνα λυπήσῃ τὸν γεννήσαντα. Καὶ τί ποιεῖ; Βλέπε καὶ τὴν ἀγγελίαν τοῦ Πονηροῦ, πῶς μεστὴ μέν ἐστιν εἰρωνείας, καὶ εἰς γοητείαν ῥέπουσα, καὶ κατακλάσαι τὴν ψυχὴν τοῦ γενναίου δυναμένη. Λέγει οὖν αὐτῷ· Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων ἐν τῇ οἰκίᾳ τοῦ πρεσβυτέρου σου υἱοῦ, ἦλθε πνεῦμα μέγα ἐκ τῆς ἐρήμου, καὶ συνέσεισε τὸν οἶκον, καὶ ἔπεσεν ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν. Καὶ τὸ ῥῆμα ὑποκοριστικὸν, δυνάμενον ἐγεῖραι πένθος. Οὐκ εἶπεν, Ἐπὶ τὰ τέκνα σου, ἀλλὰ, Ἐπὶ τὰ παιδία, ἵνα τῶν παίδων ἀκούσας, εἰς οἶκτον ἔλθῃ, ἵνα καμφθῇ πρὸς συμπάθειαν. Ἦλθε πνεῦμα μέγα ἐκ τῆς ἐρήμου. Πάλιν τὸν κριτὴν διαβάλλει· πνεῦμα γὰρ οὐκ ἀνθρώποις ὑπακούει, ἀλλὰ τῷ Θεῷ. Ἔπεσεν ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν. Τότε Ἰὼβ ἀνέστη· οὕτω γὰρ γέγραπται. Καλὸν τὸ, Ἀνέστη· οὐ γὰρ κατέπεσε τῇ πληγῇ, ἀλλ' ἀνέστη τῇ δυνάμει τῆς εὐσεβείας· Ἀνέστη, καὶ προσεκύνησε. Μισθὸς συμφορῶν ἡ προσκύνησις. Τυπτόμενος εὐλόγει· συμφοραῖς βαλλόμενος εὐχαρίστει. Καὶ περιεκείρατο τὴν κόμην. Νῦν ἐφ' ἡμῶν τῶν πενθούντων πολλοὶ τρέφουσι κόμην, ἐκεῖνος δὲ περιῄρει. ∆ιὰ τί; Τῷ πενθοῦντι τὸ σπουδαζόμενον, εἰς τὸ ἐναντίον σχῆμα περιστῆσαι τὴν κατάστασιν. Ὅπου οὖν τιμᾶται κόμη, σημεῖον πένθους τὸ μὴ κείρεσθαι. Πανταχοῦ γὰρ τὸ ἐναντίον ζητεῖται σχῆμα ἀπὸ τῶν πενθούντων. Καὶ διέῤῥηξε τὰ ἱμάτια· τῷ μὲν σχήματι πρὸς τὸ πάθος ἀποσυρόμενος, τῷ δὲ πράγματι

About this text

Severianus of Gabala, In Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Severianus of Gabala’s In Job — new OET from PG 65 Greek.

Witnesses

  • Copy-text PG 65 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.