Fragmenta in Matthaeum

Theophilus of Alexandria · c. 345–412 · PG 65; Fragmenta in Matthaeum (Khazarzar) · Original English Translation

Fragmenta in Matthaeum Unit 1 opening§u01-open

u01-openUnit 1.

Lemma-led open — , Τοῖς δολεροῖς μὴ προσιοῦσιν εἰς τὸ μαθεῖν ἄκαιρον ἀναπτύσσειν τὰ βαθύτερα. μτ , – Ἄνθρωπ

Greek · §u01-open

Fragmenta in Matthaeum 1 Mt 21, 23 Τοῖς δολεροῖς μὴ προσιοῦσιν εἰς τὸ μαθεῖν ἄκαιρον ἀναπτύσσειν τὰ βαθύτερα. 2 μτ 21, 28–32 Ἄνθρωπός τις εἶχεν δύο υἱοὺς καὶ ὁ μὲν πρῶτός ἐστιν τὰ ἔθνη, οὓς ὁ θεὸς ὁ κοινὸς πατὴρ πρώτους ἐκάλεσεν· τὸν γὰρ διδακτὸν καὶ φυσικὸν νόμον ταῖς διανοίαις ἐγκατασπείρας ἔδωκε κήρυκας τὰ ὁρώμενα, ἀλλ' ἡ τῆς ψυχῆς αὐτῶν εὐταξία συνεχύθη ἐπὶ ξύλα καὶ λίθους· «εἶπαν «, γὰρ «τῷ ξύλῳ· πατήρ μου εἶ σύ «. διὸ οὐκ ἠνέσχοντο κωλυόμενοι· εἶπον γὰρ οὐκ οἴδαμεν τὸν κύριον. οὗτοι οὖν μεταμεληθέντες ὕστερον ἀπῆλθον εἰς τὸν ἀμπελῶνα. τοῦ δὲ πρώτου παραιτησαμένου προσῆλθεν ὁ πατὴρ τῷ δευτέρῳ, τοῦτ' ἔστιν τῷ Ἰσραήλ, ὅστις

Unit 1 rem early§u01-rem-early

u01-rem-earlyRem early: Unit 1; lemma and argument toward the thesis.

Greek · §u01-rem-early

καλούμενος διὰ Μωυσέως εἶπεν· «πάντα ὅσα ἐλάλησεν « ὁ θεὸς καὶ «ποιήσομεν καὶ ἀκουσόμεθα «. οἵτινες οὔτε ἐποίησαν οὔτε ἤκουσαν οὔτε μετεμελήθησαν ὕστερον. οὓς κατέκριναν αἱ πόρναι καὶ οἱ τελῶναι, τοῦτ' ἔστιν τὰ ἔθνη. 3 μτ 21, 28–32 Τοῦτο βούλεται εἰπεῖν ἡ παραβολή, ὅτι οἱ μὲν τελῶναι καὶ αἱ

Unit 1 rem mid§u01-rem-mid

u01-rem-midRem mid: Unit 1; lemma continues; reading with the letter.

Greek · §u01-rem-mid

πόρναι μετανοήσαντες καὶ τὰ ἀρεστὰ τῷ θεῷ ποιήσαντες δικαιοῦνται Ἰωάννῃ πεισθέντες, εἰ καὶ κατ' ἀρχὰς ἠπείθουν τῷ νόμῳ, μᾶλλον δὲ τῷ θεῷ. οἱ δὲ λέγοντες τηρεῖν τὸν νόμον Φαρισαῖοι ἐν μόνοις ῥήμασιν ψιλοῖς ἀπόβλητοί εἰσιν παρὰ θεῷ·

Unit 1 rem close§u01-rem-close

u01-rem-closeRem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.

Greek · §u01-rem-close

«οὐ γὰρ ἐν λόγοις ἡ βασιλεία τῶν οὐρανῶν, ἀλλ' ἐν ἔργοις «· «οὐ γὰρ ὁ ἀκροατὴς τοῦ νόμου, ἀλλ' ὁ ποιητὴς « δίκαιος. καὶ οἱ λοιποὶ παρὰ τῷ θεῷ οὗτοι ὅμοιοί εἰσιν τοῖς ὑποσχο-μένοις ἀπελθεῖν εἰς τὸν ἀμπελῶνα ἐπὶ τῷ ἐργάζεσθαι καὶ μὴ ἀπελθοῦσιν. 1

Contents ↑