Cesti (fragmenta) Unit 2 opening
Unit 2.
Lemma-led open — καὶ ἡμέρας. Τοῦτο ἑξῆς δράσαντες, αὐτοβοεὶ τοὺς ἀντιπάλους αἱρήσομεν ἀγρυπνίᾳ τεθηλυμμένου
Greek
καὶ ἡμέρας. Τοῦτο ἑξῆς δράσαντες, αὐτοβοεὶ τοὺς ἀντιπάλους αἱρήσομεν ἀγρυπνίᾳ τεθηλυμμένους. 1.3 Ἀγωνιστικόν Τοὺς δὲ εὑρισκομένους ἐν ταῖς γαστράσι τῶν γενναίων ἀλεκτρυόνων λίθους ἐπαινοῦσι μὲν ἅπαντες οἱ περὶ ταῦτα δεινοί, ὡς ἀρετῆς τε καὶ νίκης συνεργούς· φορουμένους γὰρ ἤτοι ἐν σκυτίσιν, ἢ ὑπὸ τῇ γλώττῃ φερομένους, εὐϋποστάτους καὶ διαρκεῖς καὶ ἀδίψους φυλάττειν στρατιώτας καὶ ἀθλητὰς καὶ μονομάχους. Ἄλλοι δὲ ἄλλο εἶδος καὶ χρόαν αὐτῶν διηγοῦνται, οἳ μὲν κρυσταλλοειδεῖς καὶ τραχεῖς, οἳ δὲ μέλανας, οἱ ἀληθεύοντες· εὑρίσκεσθαι δὲ ἐν κατατυθέντι τῷ νικήσαντι, ὡς οὐχὶ τῆς ἀρετῆς τοῦ ὄρνιθος, ἀλλὰ τῆς φύσεως τοῦ λίθου αἰτίας τοῦ κρατεῖν γεγενημένης. Ἐπεὶ οὖν, ἤτοι ὑπὸ στόματι ἢ περὶ βραχίονι φορούμενος, ὁ λίθος ἢ ἐκπίπτει ἢ ὑπ' ἀνταγωνιστοῦ περιτέμνεται, ἀνυπόπτῳ καὶ πολλῆς δυνάμεως χρηστέον περιβολῇ. Ἀλεκτρυὼν ὁ νικήσας, ὥσπερ ἔθος σκευασθείς, ἐσθιέσθω πᾶς ὑπὸ τοῦ ἀγωνιῶντος, ὡς περιλέπεσθαι τὰς σάρκας καὶ πάσας, ὁλόκληρα δὲ φυλαχθῆναι ἄθραυστα τὰ ὀστέα· εἶτα μετὰ τὴν τράπεζαν καθαριζέσθω πυρί. Ὁ ὄρνις, οὐκ ἔθ' ἡμέρας ἀλλὰ νίκης ἐσομένης ἄγγελος, διάδοχον ἀηττησίας τῆς ἑαυτοῦ τὸν φαγόντα ποιῶν, ἐς τὸν ἄνδρα ᾗ ἀρετῇ μετοικεῖ. Ἐχρήσατο Πέρσαις μαχόμενος ὁ Νεοκλέους τῷ λίθῳ καὶ τῇ τροφῇ· κἀκεῖθεν ἐνομοθέτησε τοὺς ἀλεκτρυόνων ἀγῶνας ἐν Ἀθήναις ἐγηγερμέναις, καὶ ἤγαγον Ἀθηναῖοι μετὰ νίκην τὴν Μηδικὴν ἀλεκτρυόνων ἐπινίκια. 1.4 Πρὸς τομὴν πληγέντοσ Ἐπεὶ πολλοὶ πρὸς τὰς ἀναγκαίας ἀπὸ σιδήρου θεραπείας εἰσὶ δειλοί, φοβούμενοι μᾶλλον τὴν ἀπὸ τῆς ἰάσεως ἀλγηδόνα τοῦ μέλλοντος ἐκ τοῦ μὴ θεραπευθῆναι βλάβους, φέρε πως παραμυθησώμεθα τὸν τῆς ὀδύνης ὄκνον, εὐθαρσεστέρους τοὺς κάμνοντας εἰς τὸ ὑποστῆναι τὴν ἴασιν καθιστάντες. Κούφην ἐχέτω ὁ ἰώμενος χεῖρα, ἵνα εὐκόλως τὴν τομὴν ἐπιδράμῃ, ὀξεῖαν δὲ φερέτω τὴν ἀκμήν· ὀδυνηρὸν γὰρ ἡ ἀμβλύτης. Εὐτρεπὴς δὲ ἐς πάντα ὢν ὁ βοηθῶν, καὶ ἐπιπασάτω τῇ πλίνθῳ ἥπερ ἐν πεντα γώνῳ δʹ κεῖται, ᾧ κατὰ τὸ πυραμοειδὲς ἔγκειται σημεῖα λέξεώς τε καὶ κρούσεως ὑπάτων ἐναρμονίου, ἄλφα ὕπτιον καὶ γάμμα ἀπεστραμμένον ὄπισθεν γραμμὴν ἔχον. 1.5 Πρὸς τὴν ἀπὸ σιδήρου πληγήν Καὶ τῷ πληγέντι δὲ ἀπὸ σιδήρου τόδε ὀδύνης ἄκος· τὸν τρώσαντα σίδηρον ἀλεῖψαι προσήκει, εἶτ' ἐπικροῦσαι αὐτὸν τῷ τραύματι· λέγωμεν <δὲ> «τὰ τὰ» τρίς, ἅμα τε ἐπιπτύοντες Ῥωμαῖαν τινὰ ῥῆσιν ἣ ἐν τῷ ἐκκειμένῳ πενταγώνῳ <εʹ> ἔγκειται πρὸς τὰ σημεῖα χρωματικῆς, ἄλφα <ὕπτιον ὄπισθε γραμμὴν ἔχον καὶ γάμμα> ἀπεστραμμένον ὄπισθε βʹ γραμμὰς ἔχον. Ἡ μὲν οὖν ἀλγηδὼν παύσεται· τὸ δὲ τραῦμα ἰατρῶν παῖδες θεραπευέτωσαν, τοῦ κάμνοντος ἑαυτὸν εὐχερῶς ἐς τὴν ἐπάφησιν αὐτῶν χορηγοῦντος. 1.6 Ἵππου τιθασία Σπάνιος ὥσπερ ἐν ἀνδράσιν οὑτωσὶ δὲ καὶ ἐν ἵπποις εἰλικρινής ἐστιν ἀρετή. Ἐγγὺς γὰρ τοῖς ἀγαθοῖς κακία βάσκανος, ἵνα μὴ τὸ κα λὸν καθαρὸν φανῇ· λόγιός τις, ἀλλ' οὐ σεμνός· καὶ ἄλλος στρατηγεῖ μέν, ἀλλ' οὐ σωφρονεῖ· καί τις ἀνδρεῖος, ἀλλ' ἀλαζὼν ἄχραντον οὐκ ἐφύλαξε τὸ κάλλος αὑτῷ· καὶ ἄλλος ἄλλῳ πλεονεκτεῖ τε καὶ ἁμαρτάνει. Ὅμοια καὶ τὰ ἐφ' ἵππων καλὰ καὶ πονηρά· ταχεῖς, ἀλλ' ἐρωτικοί, θηρευταί, ἀλλὰ στομίαι, βαδισταί, ἀλλ' ὑβρισταί· τοὺς ἀναβάτας ἄλλοι οὐ δέχονται, οἳ δὲ ἀποσείονται· παρατρίβουσιν ἔνιοι τοίχοις ἢ φυτοῖς· οἳ μὲν ἐκ φύσεως κακοῦργοι, οἳ δὲ ὑπὸ τῶν κεκτημένων γεγενημένοι, δάκνουσι καὶ λακτίζουσι καὶ ἀφίστανται καὶ ἀναχαιτίζουσιν, ἢ μισοῦντες ἢ ὑπερηφανοῦντες τοὺς δεσπότας. Καὶ πολλοὺς εἰπεῖν ἔχω, ἄλλον ἄλλῃ συμφορᾷ καὶ εἴδει κακῶν ποικίλως ὑφ' ἵππων διεφθαρμένους. Τέχναι μὲν οὖν πωλοδαμνῶν ὡς οἷόν τε τὰς κακίας ἢ ἐπέχουσιν ἢ διορθοῦσιν, ὀλιγοσιτίᾳ τοὺς ὑβριστάς, ἐκτομῇ τοὺς ἐραστάς, κημοῖς τοὺς δάκνοντας, τοὺς στομίας λύκοις, πληγαῖς τοὺς ἀπειθεῖς. Τί δ' ἄν τις ποιήσειεν κατὰ τοῦ ἀφεστηκότος
About this text
Julius Africanus, Cesti (fragmenta) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Julius Africanus’s Cesti (fragmenta) — new OET from PG 10 Greek.
Witnesses
- Copy-text PG 10 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.