Cesti (fragmenta) · §u02-rem-early

Unit 2 rem early

Rem early: Unit 2; lemma and argument toward the thesis.

Greek

καὶ πείθεσθαι μηδενὶ τρόπῳ ἐς μηδὲν μήτε ἐπιταγμάτων μήτε μαθημάτων προῃρημένου; Ὥσπερ γὰρ τὰ ἀγριώτατα τῶν θηρίων τέλεια ληφθέντα οὐ τιθασσεύεται, ἀλλά, κἂν πρὸς ὀλίγον χειροήθη γεγενῆσθαι δοκῇ, ὅμως τῆς πρόσθεν ὠμότητος οὐκ ἐπιλανθάνεται, οὑτωσὶ δὲ καὶ τόδε τὸ θρέμμα δυσμετάγωγον, κακίας ἐγχρονισθείσης. Ἐπεὶ τοίνυν ἀσθενὴς πρὸς τὰ τοιαῦτα πληγὴ καὶ ἀπειλὴ καὶ τέχνη καὶ τροφή, κακία φύσεως τέχνῃ φύσεως διορθούσθω. Ἡμερωσάτω αὐτὸν καὶ γραφή, ἣν οὐ φοβηθήσεται, ἣν οὐχ ὑποπτεύσει, ἣν φορῶν δαμασθήσεται. Κοίλῳ ὁπλῆς προτέρου ποδὸς εὐωνύμου, χειρὶ εὐωνύμῳ ἐγχάραττε γραφίῳ χαλκῷ, σελήνης ἑκκαιδεκαταίας, Ῥωμαίας προσταγῆς ἀπειλήν· ἀνάγκην ἔχει πειθαρχίας ἡ γραφή· κεῖται δὲ ἐν ʹ πενταγώνῳ, ᾧπερ ἐγγέγραπται ὑπάτων διατόνου σημεῖα, φῖ καὶ δίγαμμα. 1.7 Μὴ χρεμετίσαι ἵππον Ἵπποι χρεμετίζουσιν, οἳ μὲν ἀπειλοῦντες, οἳ δὲ τὴν ἀπὸ θηλειῶν μόνον λαβόντες ὀδμήν. Χρήσιμος δὲ αὐτῶν καὶ ἡ φωνὴ καὶ σιωπή. Ὁπότε μὲν γὰρ <ἐφορμῶσιν>, εἰς φόβον συναλαλάξαι τοῖς συστρα τιώταις διδάσκονται, ὅτε δὲ λοχῶσιν, αὐτοῖς συλλαθεῖν. Ἀλλὰ γὰρ τὸ τεχνητὸν τοῦτο ἢ ὥρα ἔτους ἢ ἐρωτικὴ φύσις ἐπὶ μᾶλλον ἀμβλύνει. Ἀριστομένης γοῦν ὁ Μεσσήνιος Λακεδαιμονίους εἷλεν λοχῶντας, τῶν ἵππων αὐτοῖς χρεμετισάντων, αὐτὸς θηλείας ἄγων. Καὶ πάλιν αὐτὸς τὴν ἐνέδραν κατέστησεν ἀκίνδυνον, τῶν ἵππων αὐτοῦ ἀναγκασθέντων σιωπᾶν Σπαρτιατῶν ἵππων θηλειῶν στάσει. Τὸ τοῦ Μεσσηνίου στρατήγημα μένει μεμνημένον. Εἴτ' οὖν λῃστευόμενόν τις διΐοι χωρίον, εἴθ' ὑφιζάνοι πολεμίοις λόχον ἱππότην, τὸ ὑποδειχθησόμενον πραττέτω· οὐ μόνον δὲ τοῦτο Ἑλλήνων ἔργον καὶ εὕρεμα παλαιῶν στρατηγῶν, ἀλλὰ γὰρ καὶ Πάρθοι τοὺς ἵππους οὕτως τοὺς ἑαυτῶν ἐς τὰς μάχας ἄγουσι σιγῶντας. Νευρᾷ εὐστρόφῳ ἡ οὐρὰ τοῦ ἵππου ὑπὲρ τὴν τρίχα κατασφίγγεται, ὡς ἐνδῦναι τὸν δεσμὸν τῇ ἐπιφανείᾳ πολύν· τῇ γὰρ εὐτονίᾳ τῆς ἐπιδέσεως ὁ ἵππος ἀλγῶν, τὸν μὲν αὐτὸν θυμὸν φυλάττει καὶ τάχος, μόνον δὲ τὸ φώνημα ἴσχει, κἂν ὁ ἀναγκάζων καιρὸς ἢ ἔρως ᾖ. 1.8 Πρὸς ἵππων ὑπόχυσιν Ἵππους Ὅμηρος ταχεῖς μὲν ἀνέγραψεν τοὺς Τρωϊκούς, μαντικοὺς δὲ ἐποίησε τοὺς Θετταλοὺς καὶ φωνὴν αὐτοῖς ἀνθρωπίνην ἐδωρήσατο, οὐ δαίμονας μὲν ὑποδεικνύων, ἀλλὰ μάθη<μα> ἐλέγχων ἵππειον. Χρῄζουσι γοῦν οἱ νῦν ἐφεστηκότες διαφανῶς μαθεῖν τὴν ἐξ ἵππων μαντικήν, ἀλλ' εἰσὶν ἀσυνήθεις. Σημαίνει ποικίλα ἵππου καὶ νεῦμα καὶ βλέμμα καὶ φωνὴ καὶ σιωπή. Τὰ μὲν οὖν ἄλλα παραλιμπάνω, χειμῶνας καὶ εὐθηρίας καὶ καρπῶν εὐετηρίας καὶ τὰς αὑτῶν ἐπιγονάς. Τὸ δὲ μέγιστον, τῶν πολεμίων ἐφόδους καὶ λέγουσι καὶ δεικνύουσι· καὶ προμαντεύονται καὶ φόνους· καὶ λανθάνοντα πολλάκις ἤλεγξαν τὰ λῃστήρια ὤτων τάσει, ἢ ὄκνῳ προόδου, <ἢ> φριμαξάμενοι. Καὶ οὐκ ἀνθρώπους πονηροὺς ἔδειξαν μόνον· πίστευσον λέγοντι, ὁρῶσι καὶ δαίμονας, καὶ οἶδα πολλοὺς ἐν τριόδοις χρεμετίσαντας καὶ πεσόντας καὶ κηρύξαντας τῇ φωνῇ τὴν ἀπειλήν. Μάλιστα δὲ εἰς τὴν τῶν τοιούτων σύνεσιν εὐδοκιμεῖν δοκοῦσιν οἱ ἑτερόμματοι, καταφρονοῦντες καὶ πολέμου καὶ φάσματος, καὶ λεόντων μόνοι τῆς τῶν ζῴων βασιλείας ἀντιποιούμενοι. Εἴτε οὖν ψυχῆς ἔργον, εἴτε φύσις ὀμμάτων, ἀμφότερα ἀσκητέον τὰ μὲν διδασκαλίᾳ καὶ τέχνῃ, τὰ δὲ φροντίδι. Ἵππους δὲ ὥσπερ ἀνθρώπους ἀθλητὰς ἀπέχεσθαι χρὴ τῶν ἀφροδισίων· τοῦτο δὲ φέρει βλάβος ὀμμάτων, ἀλλὰ καὶ χειμὼν πολὺς χρόνιον ἐπενεγκὼν στάξιν, πρὸς δὲ καὶ βῆχα. Ἑκάτερον πάθος θεραπευέσθω [τὴν ὑπόχυσιν] φυτῷ Βακχικῷ. [Θεραπεία ἵππων ὑποκεχυμένων]. Κισσὸς γὰρ χυλισθεὶς καὶ τῇ προειρημένῃ ὕλῃ μιχθεὶς ἔγχρισμα δὲ ἔστω δύο ἑξῆς ἡμέρας· διαλειπομένης πάλιν τῆς ἑπομένης, τρὶς τοῦτο ἔστω καὶ πολλάκις, μέχρις ἂν ὁ ἵππος ἀπολάβῃ τὴν συνήθη [καὶ] ὄψιν [μαντικήν]. Οὐ βασκαίνω δὲ τὴν θεραπείαν καὶ τοῖς ἵππων δευτέροις κτήνεσιν. Χρῶ δὲ τῇδε <πρὸς> τὴν βῆχα· μετ' ὀλίγον εὑρήσεις ἔνδον τι κείμενον. 1.9 Ἵππον μὴ πτοεῖσθαι Καὶ τῷ μὴ πτοεῖσθαι δὲ τοὺς ἵππους μάτην θεάμασι καινοῖς ἢ σκιαῖς ἄκος ὠτὶ δεξιῷ ζῴου προσαρτηθεῖσα οὐρά, ἢν ζῶντος αὐτοῦ θηρίου ἀποκοπῇ· κεῖται δὲ ἐν πενταγώνῳ ἑβδόμῳ, ᾧ σημεῖα ὑπερκεῖται ὑπάτης μέσων, σίγμα καὶ σίγμα. 1.10 Περὶ ἵππων τάχουσ Ἵππων τάχος ἀμβλύνεται καὶ αὔξει· † λύκος ἀντιπαθὲς ἑκάστη ἵσταται καὶ ναρκᾷ τὼ πόδε θᾶττον δὲ αὐτοῦ χθονὶ ὑπὸ λύκου γίγνεται †. Περισπούδαστον ἱππόταις κτῆμα λύκου πόδες, καὶ ἀπαρτηθεὶς δὲ ἀστράγαλος τοῦ αὐτοῦ θηρίου ἐπιστομίζει τρέχοντα. Σπάνιον μὲν οὖν, τὸ τρωθῆναι καὶ ἀραιῶσαι συμβῆναι δυνάμενον. Εὕρομεν δ' ἑτέρως τὸν λύκον

About this text

Julius Africanus, Cesti (fragmenta) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Julius Africanus’s Cesti (fragmenta) — new OET from PG 10 Greek.

Witnesses

  • Copy-text PG 10 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.