Cesti (fragmenta) · §u02-rem-close

Unit 2 rem close

Rem CLOSEOUT: Unit 2 CLOSEOUT.

Greek

γράμματα ἕλκει) σὺν μέλιτος κυάθοις τρισὶ λειοῦται, εἶτα οἴνῳ παλαιοτάτῳ καὶ σπουδαιοτάτῳ ἀναλύεται· εἴη δὲ ξέστης εἷς· κἀπὶ τρεῖς ἡμέρας ἑκάστου ἔτους τὸ κτῆνος προσλαμβάνον οὐ πείσεται τὸ θανατήσιον τῶν κτηνῶν πάθος. Τοῖς δὲ νοσοῦσιν, ἀντὶ τοῦ οἴνου, ὕδατι ἀναλύεται τῶν πρὸ τοῦ ἐπίσης εἰσηγησαμένων. Εἰ δὲ πίτυι κἀκ τῆς νοσερᾶς συστάσεως ἀνάγκη γένοιτο χρῆσθαι, τῶν ἀρτίσκων ἀπουσίᾳ, κολλύρας τρεῖς ἐγχυματίζειν οἴνῳ βρέχοντα, οἵῳ τρόπῳ καθ' αὑτὸ ἀξούγγιον ἐνιᾶσι πολλοί. Οἷς δὲ λύκοι θηρῶνται ῥᾷστα, οἳ δ' οὕτως ἰῶνται τῶν προειρημένων παθῶν τὰ ὑποζύγια· κρέως λυκείου τῶν σαρκῶν διαιροῦντες πλατείας σχελίδας, [καὶ] ἰσχνὰς ἀφαυαίνουσιν ὑπὲρ καπνοῦ κρεμαννύντες, οἵας τῶν βοῶν ἡμεῖς. Χρὴ δ' ἐπὶ τῆς χρείας ἑψεῖν τι τούτων ἔστ' ἂν συντακῇ, τῷ τε ὕδατι ἀνὰ ἡμίξεστον οἴνου τε καὶ ἐλαίου μίξαντες, ἑκάστου ἔτους ἐγχυματίζειν. Ἀλλὰ γὰρ καὶ νεκροῦ κυνὸς ἤδη σεσηπότος ἀποτμηθεῖσα κεφαλὴ νοσοῦντι τῷ ἵππῳ τὸ δεινὸν ἐκεῖνο πάθος ὑπολύεται· ὃ δὲ τῇ τῆς ὀδμῆς ἀποφορᾷ συνεχεῖ καπνιζόμενος ἰαθήσεται. [Σύνθεσις ποικιλωτέρα καὶ πολυϋλωτέρα.] Τὸ δὲ δὴ πολυϋλώτατον, οὗ πεῖραν ἔσχον αὐτός, ᾧ χρῶνται Ῥωμαῖοι οἱ προήκοντες, μαθεῖν ἀναγκαῖον· ὅσον ὀκτὼ δραχμῶν ἀμώμου τε τοῦ βοτρυΐτου καὶ πεπέριδος ἑκατέρας, μελαίνης τε καὶ λευκῆς <....> τὸ διπλάσιον· τριπλάσιον φύλλου πυρέθρου τε καὶ ἀριστολοχίας, ἀβροτόνου δὲ καὶ ὑσσώπου καὶ ἴριδος τῆς ῥυπαρᾶς· ἔτι δὲ γεντιανῆς τὸ τετραπλάσιον· πενταπλάσιον (δηλαδὴ τοῦ πρώτου) ναρδοστάχυος καλάμου τε ἀρωματικοῦ, πρὸς δὲ μήου, πυρέθρου, ἀλόης, μύρτων, κόστου, κασίας, ζιγγιβέρεως, κροκομάγματος, ἔτι δὲ κρόκου, πετροσελίνου κυμίνου τε Αἰθιοπικοῦ. Τούτων ἕκαστον κόπτεται ἄκρως καὶ ἀρωματικῷ σήθεται κοσκίνῳ· κἀκ τούτου τρισὶ δακτύλοις ἀφελών, οἴνου τε καλλίστου ξέστῃ μίξας ἑνί, καὶ ὀλίγιστον ἐλαίου προσλαβών, εἶτά τι μετρίως ἀνακόψας, ἔγχει κατὰ τῆς εὐωνύμου ῥινὸς διὰ τοῦ κέρως ἡμιόνοις νωτοφόροις τε καὶ τοῖς ὑποζυγίοις τελείοις μίξιν τὴν τελείαν, ἵπποις δὲ τῆς κράσεως τὸ ἥμισυ τριετέσι τε ἡμιόνοις ἢ διετέσι τῶν ἄλλων κτηνῶν, καὶ ὑγιαίνουσι, καθ' ἕκαστον ἔτος, τρίς, ὅπερ ἂν εἴη τριῶν ἐφεξῆς ἡμερῶν· καὶ νοσήσαντι δὲ τῷ ζῴῳ τὸ θανατήσιον ὁμοίως ἐπαρκέσει, τῆς λοιπῆς ἐπιμελείας, ὥσπερ εἰκός, προσφερομένης αὐτοῖς τῆς ἐξ ἔθους· ἄλλα γὰρ κατὰ τῶν μικροτέρων παθῶν, κατὰ τῶν ὀχληρῶν δὲ τὰ ἄλλα εὐπορεῖν ἀναγκαῖον. [Θεραπεία βησσόντων ἵππων.] Ἵππῳ βήσσοντι θεραπεία φακὸς ἐπτισμένος, ἢν δίχα τῶν ἐλύτρων ἄκρως ἀλέσας ἢ λειώσας ἅμα ὕδατι ποτίσῃς· μέτρον δὲ τοῦ ὀσπρίου ζῴῳ παντὶ καθ' αὑτὸ ξέστου τέταρτον ἂν εἴη σύμμετρον. Πᾶν δὲ κτῆνος καμάτῳ ἔκλυτον ἢ ὀρθοπνοίᾳ περιπετὲς οὕτως ἰάσαιο· φθεῖρας ἢ κόρεις οἴνῳ λελειωμένους πότιζε, ἢ πίσσαν ἅμ' ἀλφίτοις τὴν ὑγράν. Τῶν δ' ἄλλων ἀλλαχόσε θεραπειῶν τοῖσδε τοῖς συγγράμμασι σποράδην ἐγκειμένων οὐκ ἀπορήσεις. 1.13 Πρὸς ἡμίονον λακτίζουσαν Οὐδὲν δὲ ὄφελος ὑγιαίνοντος μὲν ὑποζυγίου, στασιάζοντος δὲ ἤτοι ἄλλως ἀπειθοῦντος ἢ καὶ λακτίζοντος. Εἰς μὲν οὖν τῶν ἵππων τὸ πειθήνιον ἡ Ῥωμαία πρόκειται φωνή. Λακτίζουσαν δὲ παύσεις ἡμίονον, τὸ τῆς πύξου σπέρμα <καὶ> τοὺς τριβόλους οἴνῳ ἀφεψήσας καὶ ποτίσας· καί σοι ἐπὶ μῆνας ʹ τιθασὸς μενεῖ. 1.14 Θήρα στρατιωτική Ἀντὶ δὲ γυμνασίας στρατεύματι καὶ θήρα προσκείσεται <λεόντων>. Λέοντες τὰ μὲν ὠκέα καταλαμβάνουσι τάχει, τὰ δὲ ἄλκιμα καθαιροῦσιν ἀλκῇ. Κατὰ κράτος μὲν οὖν <ἂν> αὐτοὺς ἕλοι ζῶντας ἀνθρώπων οὐδείς, καιρῷ δὲ καὶ τέχνῃ καὶ μηχανῇ· ὅσα γὰρ οὐ γίνεται ῥώμῃ, ταῦτ' ἐπινοίᾳ κατορθοῦται. Τὸ οὖν ἡγεμονικώτατον τῶν θηρίων κουφότατόν τε καὶ τάχιστον καὶ μαχιμώτατον λαμβάνεται τρόποις ποικίλοις ὧν, ἐν τῷδε τῷ συγγράμματι, <τὰ στρατεύματι> χρησιμεύοντα διηγήσομαι. Ἡνίκα ὁ πολέμαρχος γυμνάσεται ἅμα τῷ στρατεύματι καὶ θηρᾶσαι δοκιμάσει, πᾶν ἐπὶ κυνηγέσιον τὸ πεζικὸν ἐξάγει τὰ ἐμπολέμια ἑσσάμενον. Σκοπὸν δὲ προηγγέλκασιν οἱ τῶν ἀλκίμων θηρίων ἰχνευταὶ ἔνθα φωλεύει λέων. Ἡσυχῆ τοιγαροῦν ἐπελθόντες, ἀνὴρ ἀνδρὸς ἐχόμενος, ἵστανται κύκλῳ, περιβαλλόμενοι τὰς ἀσπίδας καὶ πρὸς ἀλλήλαις καὶ ἐπ' ἀλλήλας ἁρμόσαντες, ὡς εἶναι κεράμων εἰκόνα τὴν ἐπιπτυχὴν αὐτῶν. Ἠχοῦσιν αἱ σάλπιγγες σφοδρὸν καὶ συμβοῶσιν οἱ ἄνδρες μέγα. Ὃ δ' ἐξάλλεται τῆς εὐνῆς τεταραγμένος ὁ θήρ, καὶ ἰδὼν τό τε τῶν ὁπλιτῶν τεῖχος καὶ προσφερομένας λαμπάδας ἡμμένας (ταύτας γὰρ ἀντὶ

About this text

Julius Africanus, Cesti (fragmenta) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Julius Africanus’s Cesti (fragmenta) — new OET from PG 10 Greek.

Witnesses

  • Copy-text PG 10 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.