Unit 2 rem mid
Rem mid: Unit 2; lemma continues; reading with the letter.
Greek
συνεργῆσαι δυνάμενον εἰς ὠκύτητα, δίχα τῆς τοῦ ἵππου βλάβης. Οἱ γάρ τοι κυνόδοντες ζῶντος ἐξαιρεθέντες τοῖς περιδεραίοις συμπλέκονται καὶ εἰς ἀμφότερα συμβάλλονται· ἀνύποπτός τε εἶναι βοήθεια καὶ φαλάρων κόσμος ἐναγωνίων. Καλὸν μὲν οὖν, εἰ τῷ τετραόρῳ τις παντὶ προσαρτήσειεν· εἰ δ' οὖν, κἂν ὁ ἡγεμὼν μόνος ἵππος τὸ περίθεμα ἔχων τοῦτο θάττονας ποιῆσαι τοὺς συντρέχοντας ἀρκεῖ. 1.11 Ταράξιππον Εἰς τοῦτό ποτε ἐλάσαι τρυφῆς Συβαρίτας λόγος ὡς παρὰ δεῖπνον εἰς τὸ συμπόσιον τοὺς ἵππους εἰσάγειν. Τοὺς δ' ἀκούσαντας αὐλήματος ἀνίστασθαι ἐπὶ τὼ πόδε καὶ τοῖς προσθίοις ὥσπερ χειρονομοῦντας ὀρχεῖσθαι. Ὑβρισθέντα δὲ αὐλητὴν εἰς Κροτωνιάτας αὐτομολῆσαι προσφάτως ἱππομαχίᾳ νενικημένους· μέγιστα δὲ ὠφελῆσαι τὸ κοινὸν ἐπαγγείλασθαι, παραδώσειν γὰρ πᾶν τὸ Συβαριτικὸν ἱππικὸν αἰχμάλωτον· πιστεῦσαι τοὺς Κροτωνιάτας αὐτῷ καὶ ἐπιτρέψαι στρατηγεῖν. Τὸν δέ, ἀθροίσαντα τοὺς τῆς πόλεως αὐλητάς, δεῖξαι τὸ μέλος, καὶ ὅτε καιρὸς ἦν, παρεγγυῆσαι τὴν ἐπὶ τοὺς πολεμίους ἔξοδον. Ὡς δὲ οἱ Συβαρῖται ἐπῆλθον πανδημεὶ πολύ τι φρυαττόμενοι τῇ τῆς ἵππου περιουσίᾳ, καὶ ἀνεμίγησαν ἀλλήλαις αἱ φάλαγγες, ὑπὸ σημεῖον ἕν, ηὔλησαν οἱ πάντες· συνήθους δὲ ἤχου ἀκούσαντες οἱ ἵπποι ὥσπερ οἴκοι ἐδεδιδάχατο, ἀποσεισάμενοι τοὺς ἀναβάτας, ὑπωρχοῦντο πάντες. Τότε οὖν οἱ ἱππόται ἑάλωσαν κείμενοι καὶ οἱ ἵπποι ἐλήφθησαν ὀρχούμενοι, ἀναστησάντων αὐτοὺς συνήθων μελῶν. Εὔχονται δὲ καὶ ἄλλοι, μάχεσθαι μέλλοντες, οὐ μὴν ἀλλὰ καὶ θύουσιν, ἐν ἀγῶνι καθεστηκότες, ταραξίππῳ Ποσειδῶνι. Καὶ ἡμεῖς δὲ εὕρομεν φάρμακον εὐχῆς ὀξύτερον, κρεῖττον πάντων ὁπόσα ἂν ἔχοις, οὗπερ ἐπὶ τέλει πενταγώνῳ ηʹ τὸ εἶδος ἐγγέγραπται, ᾧ σημεῖα ὑπέρκειται παρυπάτης μέσων, ῥῶ καὶ σίγμα ὕπτιον. Εἰς πυουλκοὺς ἐμβάλλεται καὶ εἰς παράταξιν κούφοις ἀνδράσιν δίδοται φέρειν, ὡς εὐκόλως ὑπὸ τῷ στίφει τῶν προμαχομένων ἑστάναι. Οἳ μὲν οὖν ἐπάγουσιν ἀλκῇ καὶ τάχει καὶ σιδήρῳ τεθαρρηκότες· ἄν τε οὖν κατάφρακτοι οὗτοι τύχωσιν, ἄν τε καὶ ἄλλως ἐσταλμένοι, ἐς τὸν αὐτὸν σπεύδουσι κίνδυνον. Γενομένης γὰρ τῆς ἐς τοὺς πεζοὺς ἐμβολῆς, οἳ μὲν προτεταγμένοι φέρουσιν τὴν ἐπιδρομὴν τῷ τῶν ἀσπίδων φράγματι, οἳ δὲ τοὺς πυουλκοὺς ἔχοντες ἐκθλίβουσι τὸ φάρμακον εἰς τὰς τῶν ἵππων ἀναπνοάς· (δεινὸς δὲ ὁ χυλὸς καὶ ἀνδράσιν εἰς βλάβην). Ἐπειδὰν οὖν οἱ ἵπποι δέξωνται τὴν ὀδμὴν τοῦ κακοῦ, μεμήνασι καὶ φριμάσσουσι καὶ διὰ σπουδῆς ἀνίστανται, ὥσπερ τὴν ἀπὸ τῆς γῆς ἀναπνοὴν πεφοβημένοι, καὶ ἀνασκιρτῶσιν ὄρθιοι. Πίπτουσι δὲ οἱ ἀναβάται ἀπὸ τῶν ἵππων χαμαί, ἕτοιμοι πρὸς ζωγρίαν ἅμα καὶ σφαγήν, τοῖς αὑτῶν θώραξιν εἰς τὸ μὴ διαφυγεῖν πεπεδημένοι, ἢ πατούμενοι, ἢ παιόμενοι. Ἔξεστι δὲ τοῦ φαρμάκου τοῦδε καὶ ἐφ' ἡσυχίας πεῖραν λαβεῖν, καὶ θαυμάσαι πόση ἀπὸ τοῦδε ἰσχύς ἐστιν καὶ ἐν πολέμῳ κρείττων βελῶν. Καταπέσοι δ' ἂν ἄλλως ἵππος, θαλαττίας χελώνης ῥανθεὶς τοὺς μυκτῆρας τῇ χολῇ, καί, πρὸς τῶν ἰδίων ἀπογνωσθείς, ἡμέτερόν ἐστι κέρδος. Ἀναστήσεται γάρ, εἰ κρόκον σμύρναν τε ἅμα κρίνῳ μίξας ἐπίσης τοῦ ῥύγχους ἐπαφῆσαί τις αὐτοῦ· ἀναστήσονται καταπεσόντες καὶ ὀρεῖς. Ἀλλὰ γὰρ καὶ ὁ τοῦ καρπάσου ὀπὸς μᾶλλον ἵπποις θανατήσιος. Ἀποθάνοιεν δ' ἂν καὶ φαλαγγίοις καὶ σαλαμάνδρᾳ περιπετεῖς τε γενόμενοι κισσοῦ τε δακρύῳ καὶ στύρακος χυλῷ. Ἀδικοῦνται δὲ καὶ τῷ ἐξ ἀφέδρου ῥάκους καπνῷ. Ταυτὶ μὲν οὖν ἄλλως εἰρήσθω. ∆ερκυλλίδας δὲ ὁ Λακεδαιμόνιος, τῇ τῶν ἀντιπάλων ἵππῳ πεζὴν φάλαγγα προσαγαγών, ἐν τῷ πλινθίῳ καὶ ἀντινώτους τάξας εἰς βάθος, παρήγγειλεν ἑζομένοις ὑπ' ἀσπίδι τοῖς κατόπιν ὅ τι τάχος τοῖς ἐγχειριδίοις βόθρους ὀρύσσειν· ἔπειτ' εἰς τὸ μέσον ἀνῆγε τοὺς ὁπλίτας· καὶ ἦσαν ἔρυμα· οἱ γὰρ βόθροι τοῖς ἱππεῦσι πολεμιώτατοι. 1.12 Πρὸς ὑποζυγίων φθοράν Ἐμπόδιον στρατιώτῃ νοσήσας ἵππος καὶ ὑποζύγιον ἐν πολέμῳ ὁπλοφοροῦν καὶ τὰ χρειώδη φέρων νωτοφόρος ὀρεύς· οἷς ἅπασι τὴν θεραπείαν τῶν τε ἄλλων καὶ λοιμικῶν παθῶν τοιάνδε προσοιστέον. [Θεραπεία νοσούντων κτηνῶν]. Σελίνου σπέρματος τρία ἡμίξεστα· κἀπίτριτον λινοσπέρμου· τήλεως δὲ τοῦ δευτέρου τὸ διπλάσιον· ὀρόβου τε ἀλητοῦ τῆς τήλεως τετραπλάσιον· μέτρῳ μὲν ταῦτα· πάνακος δὲ ῥίζης καὶ ἴρεως Ἰλλυρικῆς βράθυός τε τῆς ἀπὸ Σαβίνων πόας ἀνὰ ὀκτὼ καὶ τεσσαράκοντα δραχμάς· καὶ τετραπλάσιον ἅμα τῶν τριῶν ἀξουγγίου παλαιοῦ σταθμὸν τοῦ ἀνάλου. Τῶν δὲ προειρημένων ξηρῶν ἕκαστον ἰδίᾳ κόπτεται καὶ σήθεται οἴνῳ τε παλαιῷ καὶ τῷ στῆρι παλύνεται, εἶτ' εἰς ἀρτίσκους ἀναπλασθέντα, ἐν σκιᾷ ξηραίνεται· ἐπὶ δὲ τῆς χρείας, ὁπόσον καρύου μέγεθος βασιλικοῦ, (ὃ δὴ ἑπτὰ
About this text
Julius Africanus, Cesti (fragmenta) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Julius Africanus’s Cesti (fragmenta) — new OET from PG 10 Greek.
Witnesses
- Copy-text PG 10 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.