Unit 3 rem close
Rem CLOSEOUT: Unit 3 CLOSEOUT.
Greek
φλὸξ ὄρειος ἢ χειμάρρους κατάντης, [ἢ] ὀργιζόμενος οὕτως μάλιστα κτείνει, τιτρώσκει, ἀναιρεῖ, καταβάλλει, πατεῖ, καὶ αὐτοὺς μισεῖ τοὺς νεκρούς, σωρεύει πτώματα καὶ φράττει τὰς τῶν φευγόντων ὁδούς, ὥσπερ ἀμυνόμενος τοὺς φίλους ὅτι ταῦτα δι' ἐκείνους πέπονθεν. Ἐγὼ μέντοι κρεῖττον ἡγοῦμαι τὴν ἀρχὴν τῷ ἐλέφαντι μὴ ἐνστῆναι, μηδὲ ὁμόσε χωρῆσαι τῷ πολυπλασιασθέντι κινδύνῳ, προλαβεῖν δὲ αὐτοῦ τὰς ἀπειλάς, τὰς ἐμβολάς, τὰς μάχας, τὰ πεσήματα· πολλοὺς γὰρ ἀναλώσει κυκλωθεὶς καὶ πεσών. Τρίβολοι χαλκεύονται σιδηροῖ, ὀξεῖς, ἑδραῖοι, παχεῖς. Οὗτοι, κατὰ τὴν πορείαν τῶν θηρίων, ὑπὸ τῶν πλαττομένων ἀναχωρεῖν ῥιπτοῦνται [ἱστᾶσιν ἔνδον] πυκνοί, καὶ πατηθέντες τὸν ἐλέφαντα ἱστᾶσιν, ἐνδύντες ταῖς τῶν ποδῶν βύρσαις· ᾧ γὰρ τἄλλα στείβει βάρει, τούτῳ αὐτὸς ἁλίσκεται ὅλῳ πατῶν ἑαυτῷ. ∆ιπλοῦν δὲ ἐκ τούτου πλεονέκτημα· ἢ γὰρ ἀλγήσας ἀναιρεῖ τοὺς ἑαυτοῦ παραμυθούμενος ἀνίατον ἀλγηδόνα, <ἢ> ἴστασθαι μὴ δυνηθείς, πασσυδὶ πίπτει. Πάντα μὲν οὖν σεμνὰ τὰ ἐκ πολέμων λάφυρα, σεμνότερα <δὲ> πάντων ἐλέφας φέρει· οὐκ ἀσπὶς οὕτως στρατηγοῦ τιμία, οὐ θώραξ ἀριστέως πεφονευμένου, ὡς ἐλέφας ζῶν αἰχμάλωτος ἢ τὰ τοῦ ἐλέφαντος ἀκροθίνια βασιλεῖ νενικηκότι. 1.19 Γεωργίας παράδοξα Οὐδὲ μὴν ἐνταυθοῖ παραλειφθήσεται τὰ γεωργικὰ ἴσα καὶ πανταχοῦ· ἕξει γάρ τινα καὶ τοῖς πολεμοῦσι χρήσιμα. Μακάριον μὲν γῆν πάμφορον ἐπ' εἰρήνης γεωργεῖν, καρπὸν ποικίλον διαφόρων δεχό μενον ὡρῶν, δρέπεσθαι, θερίζειν, τρυγᾶν, λαμβάνοντα διαψιλῆ πλοῦτον ἐκ χώρας μιᾶς, μὴ δεόμενον ἀγαθῶν ξένων, μηδὲ περιμένοντα περαίας ἐλπίδας. Νυνὶ δὲ πάντα <αἱ χῶραι οὐ φέρουσι πᾶσαι>· αἳ μέν, ὑπερβολῇ κρύους, μόνα τρέφουσαι λήϊα, ψαμμώδεις ἄλλαι ἄμπελον ἢ ἐλαίαν τρυγῶσαι· τὰ δὲ πολὺ ἡπλωμένα πεδία σπάνιον τὸν οἶνον κέκτηται καὶ φέρει, τὰ δὲ κἂν φαῦλον μόνον. Ἀμφοτέρων οὖν πορισώμεθα μηχανήν· εὑρεῖν οὐκ ὄντος, καὶ τοῦ φαύλου τὴν ἐς τὸ κρεῖττον μεταβολήν. ∆εκαπλάσιον ἔστω μεθ' ὕδατος οἴνου μέτρον· εἶθ' ἑψέσθω πολλῷ πυρί, ἔστ' ἂν τὸ δέκατον τοῦ κράματος ἀπαναλωθῇ· ζημία τοῦ ὕδατος γίγνεται, κέρδος δὲ τοῦ οἴνου γεγενημένου κρείττονος τὴν ἀρετὴν ἧς ἡ φλὸξ μήτηρ. Τοῦτο δρῶντες οἱ παλαιοὶ ἐφήμισαν ὅτι τὸν ∆ιόνυσον τὸ πῦρ ἐμαιώσατο. Ὅσοι δὲ ἀμπέλους οὐκ ἔχουσιν, οὐδὲ τὸν ἀπὸ τῶνδε τῶν φυτῶν εὐτυχήκασι καρπόν, ἐμιμήσαντο οἶνον ἑτέρων ἢ σπερμάτων ἢ ἀκροδρύων σκευασίᾳ ἢ ῥιζῶν συνθέσει, τὴν καθαροῦ ὕδατος πόσιν παραιτούμενοι. Πίνουσι γοῦν ζῦθον Αἰγύπτιοι, κάμον Παίονες, Κελτοὶ κερβησίαν, σίκερα Βαβυλώνιοι. ∆ιόνυσος γὰρ αὐτοὺς κατέλιπεν ὠργισμένος καὶ οὐδὲν ἐκείνοις ἀμπελουργίας ἐδωρήσατο, μόνοις τὰ ἐπινίκια γεωργοῖς Ἕλλησι τηρῶν [ἀλαζὼν ὁ λόγος]. ∆ιόνυσον μιμησώμεθα, προπίωμεν ἀνθρώποις τὴν δίχα βότρυος φιλοτησίαν· ἑτέρους οἴνου δημιουργοὺς οἶδα καρπούς. [Οἴνου σκευασία]. Ἥδε οὖν οἴνου σκευασία· ἰσχάδων μνᾶ αʹ, θαλάσσης καθαρᾶς χόες γʹ, δεσμίδια γλυκυρίζου βʹ. Κόψας τὰς ῥίζας καὶ βαλὼν εἰς κεράμιον ἐκ τοῦ σύκου εἶτ' αὖθις ἐν μέρει τῆς ῥίζης διεί ρας ἕως τρίς, καὶ τότε ἐπίχει τὴν θάλασσαν [ὑπὸ δὲ τὸ ἀγγεῖον ἱππομάραθρον ἔστω ὡς δεσμίδια δύο] καὶ ἔα βρέχεσθαι ἡμέρας εʹ καὶ ἀπόχει διὰ ἠθμοῦ [καὶ ἔστω γλυκύς]· εἶτα ὕδωρ γλυκὺ τὸ αὐτὸ μέτρον δὸς καὶ ἔασον ἡμέρας εʹ βρέχεσθαι καὶ τοῦτο διηθήσας μίξον τῷ προτέρῳ· εἶτα πωμάσας ἀπόθου ἐν σκιᾷ καὶ ἔσται οἶνος καλός. Εἰ δὲ ἐγχέας ὕδωρ ἐάσαις ἐπὶ τούτοις ἡμέρας ζʹ βρέχεσθαι ἀποσειρώσας τε ἐμβάλλοις τὰ ἀπὸ τῶν κεραμίων στέμφυλα καὶ πωμάσας ἕως ἡμέρας δέκα [Ὄξους σκευασία], ποιήσεις ὄξος [ποίει δὲ χειμῶνος]. Καὶ αὐτοῦ δὲ τοῦ ὄξους οὐκ ἀμελητέον. Ὄξος πολλαπλασιοῦται εἰ, τεῦτλον ἀναζέσας, εἰς τὸν χοῦν τοῦ ὕδατος ἐπιβάλλοις γλυκυρίζου Κρητικοῦ δραχμὰς δʹ καὶ ζέσας προσεμβάλλοις Ἑλληνικοῦ νίτρου δραχμὴν αʹ· ταύτῃ μίγνυται τῇ σκευασίᾳ ὄξους μέτρῳ αʹ ὕδατος τὸ διπλάσιον. Πᾶν δὲ ὄξος ἐπιτείνεται προσμισγομένων τῷ μετρητῇ πεπέριδος δραχμῶν εʹ ἀρκεύθου δ' ἐπίσης. Τὰ μὲν οὖν περὶ μόνην διαφθορὰν οἴνου ἐλπὶς βραδεῖα καὶ οὐκ εὐχῆς γεωργοῦ, καὶ ἀναγκαζόμενον εἰς τάχος τὸ ὄξος οἶδα παντοδαποῖς ἐπιτηδεύμασι, τραπέντος ἤδη καὶ μεταβληθέντος ἐπὶ τὸ χεῖρον. Οἳ μὲν γὰρ κεκαυμένας ἐμβάλλουσι κριθάς, οἳ δὲ κέραμον πεπυρωμένον, καὶ ἄλλοι σίδηρον. Ἐμβάλλεται δὲ πολλάκις καὶ μέλι. Ἐγὼ δὲ ὄξος αὐτοφυὲς ἐργάσομαι καὶ γλυκύ, χρῆσιν καὶ ἡδονὴν φέρον, δίχα τῆς οἴνου ζημίας. Ἀρκεῖ γὰρ ἐκθλιβὲν τὸ γίγαρτον·
About this text
Julius Africanus, Cesti (fragmenta) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Julius Africanus’s Cesti (fragmenta) — new OET from PG 10 Greek.
Witnesses
- Copy-text PG 10 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.