Cesti (fragmenta) · §u03-rem-mid

Unit 3 rem mid

Rem mid: Unit 3; lemma continues; reading with the letter.

Greek

Οὐκ ἀπαξιῶ δὲ ἐμαυτὸν τῆς πρὸς ἐκείνους ἰσοτιμίας. Περιγείους ἐκεῖνοι δαίμονας καὶ ταπεινοὺς εἷλον κεκοιμημένους· ἐγὼ λαβεῖν τὸν ἐκείνους δήσαντα ζητῶ· Ὕπνον γενέσθαι θέλω τῆς ἐμῆς ἐμπειρίας ἥττονα, ἵνα παρ' ἐμοὶ μόνῳ ἄναξ καὶ πανδαμάτωρ οὗτος οἰκῇ. Συναγρυπνείτω μοι καὶ βουλευόμενος βασιλεὺς καὶ στρατιώτης φρουρῶν καὶ ἀριστεὺς ὁ καμών. Ἀντιτάττομαί σοι Ὕπνε· ὡς σὺ κατὰ πάντων, οὕτως κἀγὼ κατὰ σοῦ στρατηγήσω. Ζῷον ἔστι πτηνὸν ὑμενόπτερον, ἐν ζοφεροῖς χωρίοις διαιτώμενον, <οὗ μόνου> τῶν ᾠοτοκούντων πτηνῶν τὰ ἔγγονα γάλακτι τρέφονται. Ταύτης ἐσκελετευμένη μὲν ἡ κεφαλὴ καὶ ἐρραφεῖσα σκυτίδι ποιεῖ τὸν περιαψάμενον ἄγρυπνον ἔστ' ἂν φορῇ. Πτέρυγα δέ τις ὅλην ζώσης αὐτῆς ἐξελὼν ἅτε λιστρίῳ ἐς ἄρυσιν ποτοῦ χρήσθω, ὀλιγάκις μὲν ἂν πρὸς ὀλίγον, πολλάκις δὲ καὶ ἀμφοτέραις ἢν μακρὰς χρῄζῃ τις ἀγρυπνίας· ἂν δέ τις ἀπλήστως τούτῳ χρήσηται τῷ ποτῷ, ἄϋπνος ἐς τὸ πάμπαν μενεῖ. Εἰ δέ πῃ καὶ παῖξαι θέλοις ἐς ἀγρυπνίαν ἐμβαλών, ζώσης τὴν κεφαλὴν ἀφελὼν τῷ προσκεφαλαίῳ ἔνθα καθεύδειν αὐτῷ σύνηθες ἔρραψον· ὃ δὲ οὐ κοιμήσεται ὡς ὅλην αὐτὴν περιημμένος· καὶ γὰρ τὸν οὕτως αὐτὴν περικείμενον διὰ παντὸς ἄϋπνον τηρεῖ. Νυκτὸς εἶ τέκνον ὦ Ὕπνε· νυκτὸς ὄρνις σε νικᾷ· εἰ καὶ πτερόεις τυγχάνεις, προλαμβάνω σε κἀγὼ ἄλλῳ πτερῷ. Οὕτως οἱ Πασιθέας πρὸς Ὕπνον γάμοι. Ἀγρυπνοῦσι μὲν ὁ Ἔρως· ἐγγύη δὲ ὑπὸ Ἥρατούτου ἡ κλοπὴ τοῦ πτεροῦ. Τί δὲ θαῦμα εἰ καὶ τοῦτο παρὰ Χαρί των ἔλαβεν ἡ Ἥρα. Καὶ γὰρ παρὰ τῆς Ἀφροδίτης τοὺς κεστοὺς ἐδανείσατο. Εἰ μὲν οὖν ἐπέγνως ἐκ συμβόλων τὸ ζῷον (οὐ γὰρ ἀσαφῶς ἢ δυσλήπτως ἔκκειται), τάχα ἐπαινοῖο· εἰ δ' οὖν, ἐπὶ τέλει κείμενον εὑρήσεις ἐν πενταγώνῳ θʹ, πρὸς σημείοις μέσων ἐναρμονίου τρόπου τοῦ Λυδίου [πρὸς τοῖς τελευταίοις δ' ἐστίν], πῖ καὶ σίγμα ἀπεστραμμένον. 1.18 Πρὸς ἐλεφάντων μάχην Μέγα ὄφελος ἐνόμιζον ἐς τὰς μάχας τοὺς ἐλέφαντας οἱ παλαιοί, ἵππους ἀήθεις τῷ θεάματι πρώτῳ καὶ ἄνδρας ἐκπλῆξαι, αὐτούς τε πυργώσαντες φόβον εἶναι, ὡσανεὶ πρὸ τῆς φάλαγγος τείχους βαδίζοντος. Κλαγγή τ' ὀξεῖα καὶ ἀφόρητος ἡ ἐμβολή. Αὐτάρκη μὲν γὰρ καὶ ἄλλως τὰ κέρατα ἐς παντὸς ἀνατροπὴν ὄχλου, τοῖς δὲ καὶ ἐφήρμοζον ἀναλόγους πρὸς τὸ μέγεθος αἰχμάς, τά τε πλεῖστα πλατέσι παρέφραττον θώραξιν, ἐδίδοσαν δὲ καὶ ἀκόντια τοῖς θηρίοις τῇ προνομαίᾳ βαλεῖν. Φάλαγξ ἦν φορητή, παντοία πολέμου πλεονεκτοῦντος εἰκών· ὑπερδεξίων μὲν ἀνδρῶν ἄνωθε πολλῶν ἀφέσεις βελῶν, τὰ δ' ἐν ποσὶν ἀκαταμάχητα· καὶ πρόσω γε φυγαὶ πολέμιαι· οὐκ ἐξ ἰσοτιμίας ἡ μάχη· πρὸς τὸν ἐλέφαντα τειχομαχῆσαι ἔδει. Ἀνατραπέντες δὲ οἱ ὄχλοι, ἀεὶ ῥαγέντος τοῦ συνασπισμοῦ, εὔκολον παρεῖχον εἰς ὄλεθρον τὴν λελυμένην τοῖς ἐναντίοις τάξιν, ὥσπερ ἂν εἰ ῥαγείσης νεὼς χαλκοστόμου τριήρους ἐμβολῇ ὀλιγίστῃ τὸ πᾶν τραχυνθεὶς ὁ κλύδων διέλυσε. Τίς ὑποστήσεται κρημνοῦ ῥαγέντος φοράν; Μάχιμος ἐλέφας ὄρους ἐστὶν εἰκών· ἀνατρέπει [εἴκων], καταβάλλει, ῥήγνυσι, διαφθείρει, οὐχ ὑπερηφανεῖ δὲ οὐδὲ τὸν κείμενον, θηρίων τρόπον εὐγενῶν· σπασάμενος δὲ τῇ προνομαίᾳ καὶ [τὸν] ἵππον καὶ ἄνδρα καὶ ἅρμα καὶ κατενεγκὼν βίᾳ καὶ περιτρέψας ἄχρι τῶν αὑτοῦ ποδῶν σύρει· καὶ τοῖς γόνασιν ἐπερεισάμενος, συντρίβει μὲν καὶ ἄλλως τοῦ οἰκείου ἄχθους ᾐσθημένος, τότε δὲ καὶ βαρύτερος τῇ τῶν πύργων ἐπιθήκῃ, ὥστ' οὐχ ὑφ' ἑνός τις ἐλέφαντος θλίβεται, ἀλλὰ πολλῇ βαρύτητος συμβολῇ φθείρεται. Πῶς ἀμύνηταί τις θηρίον δύσμαχον πολλοῖς τε τοῖς ἐκ φύσεως πλεονεκτήμασι καὶ ταῖς τῶν ἀνθρώπων τέχναις καθωπλισμένον; Ἀνατρέπει τὸν ἑστηκότα, τὸν φεύγοντα καταλαμβάνει, τὸν πεσόντα συντρίβει, τὸν ἱππέα ἐκφοβεῖ, τοὺς ἁρματηλάτας πυργόθεν βάλλει. Πρῶτον μὲν οὖν κούφους ἀκοντιστάς τε καὶ τοξότας ἀνθιστάνειν χρὴ <καὶ> μηκέτι κατ' αὐτοὺς ἱππικὸν τάττειν, ὡς μὴ συνταράττεσθαι τὸ στράτευμα τῷ τῶν ἵππων ἐκ τῆς ἀηθείας <φόβῳ>· φοβερὸν δὲ τοὺς σαλπιγκτὰς ἐμβοᾶν, ὡς τοῦ θηρίου ῥοίζῳ τὴν τοῦ ὀργάνου κλαγγὴν ἀνθισταμένην ἀμβλύνειν τὴν ἀπειλήν. Οἱ πελτασταὶ μὲν οὖν ἐπὶ τὸν ἐλέφαντα στοχαζέσθωσαν, οὐκ ἀστοχήτῳ χρώμενοι τῷ σκοπῷ, οἱ τοξόται δὲ οἰστοὺς πυρφόρους ἐπὶ τοὺς πύργους βαλλέτωσαν. Ἐμπαγὲν γὰρ τὸ τυχὸν βέλος ἐς τὸν τοῦ παντὸς ὄλεθρον ἀρκεῖ· τῆς γὰρ φλογὸς αἰσθόμενον τὸ θηρίον καὶ τὸν κίνδυνον τοῦ πυρὸς φοβηθέν, τὰς ἐπικειμένας ἐπάλξεις ἀποσείεται, κἂν ἀπεικάσαι τις πίπτοντα πύργον πόλει πεπορθημένῃ. Ἂν δὲ αὐτὸς ἐς τὰ γυμνὰ τρωθῇ, δέδοικε μὲν ἤδη τοὺς πολεμίους, ἐς δὲ τοὺς φίλους τραπεὶς χαλεπώτερον μαίνεται. Οἷα γὰρ

About this text

Julius Africanus, Cesti (fragmenta) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Julius Africanus’s Cesti (fragmenta) — new OET from PG 10 Greek.

Witnesses

  • Copy-text PG 10 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.