Fragmenta in Joannem · §u02-open

Fragmenta in Joannem Unit 2 opening

Unit 2.

Lemma-led open — τὸ πολίτευμα

Greek

23 24}3Τοῖς τοιούτοις οὐ δεῖ ἐγχειρίζειν βαθέα δόγματα ὡς ἤδη πιστοῖς γενο μένοις· οἱ γὰρ ἀπὸ σημείων πιστεύοντες εὐχερῶς μετατίθενται, ἐάν τινες αὐτοὺς σοφίσωνται, ὅτι οὐκ ὀρθῶς γεγόνασι τὰ σημεῖα. 70 {3Jο 3, 2}3Ψεκτὸς ὁ Νικόδημος ὁ λεληθότως εἶναι πιστὸς βουλόμενος. 71 {3Jο 3, 3}3Ἐπειδὴ ὡς ψιλῷ ἀνθρώπῳ προσῆλθεν αὐτῷ ὁ Νικόδημος, θέλων αὐτὸν ἑλκύσαι πρὸς ἑαυτὸν τὰ ὑπὲρ ἄνθρωπον αὐτῷ λαλεῖ ὡς ἄνω ὢν ἐν οὐρανοῖς καὶ εἰδὼς τὰ ἐκεῖ πραττόμενα καὶ ἐκεῖθεν εἰς ἀνθρώπους παραγόμενα. 72 {3Jο 3, 3}3Ταὐτόν ἐστι βασιλεία θεοῦ καὶ βασιλεία οὐρανῶν, διότι ὁ πιστὸς ἐν οὐρανῷ ἔχει τὴν οἴκησιν καὶ «τὸ πολίτευμα» ἢ ὅτι ὁ τοιοῦτος ὑπὸ θεοῦ δεσπό ζεται τοῦ βασιλεύοντος τῶν οὐρανῶν. 73 {3Jο 3, 3}3Ὁ κατὰ τὴν ἄνω τῶν ἀγγέλων ζωὴν <ζῶν> καὶ τὰ ὑψηλὰ δόγματα διὰΧριστοῦ μαθὼν ἄνωθεν γεννᾶται. ὁ τὴν δευτέραν τὴν διὰ τοῦ λουτροῦ γέννησιν ὑπομένων οὗτος ἄνωθεν γεννᾶται καὶ ὁ μετέχων πνεύματος ἁγίου. τὸ ἄνωθεν τὴν διὰ τοῦ πνεύματος ἀναγέννησιν σημαίνει καὶ δείκνυσιν, ὅτι ἐκ τῆς οὐσίας ἐστὶ τοῦ πατρὸς τὸ πνεῦμα· οὕτω γὰρ καὶ ἑαυτὸν ἄνωθεν ὀνομάσας ἐκ τῆς οὐσίας ὄντα τοῦ πατρὸς σημαίνει. 74 {3Jο 3, 5}3Τὸ ὕδωρ καθαρίζει τὸ σῶμα καὶ τὸ πνεῦμα τὴν ἀόρατον ἁγιάζει ψυχήν. τὸ ὕδωρ ἐν τάξει μητρὸς λαμβάνεται, τὸ δὲ πνεῦμα ἐν τάξει τοῦ διαπλάττοντος θεοῦ. τὸ αἰσθητὸν ὕδωρ πρὸς θείαν ἀναστοιχειοῦται δύναμιν καὶ ἁγιάζει τοὺς ἐν οἷς ἀναγεννᾶται. τὸ ὕδωρ ἐπινοίᾳ μόνον διαφορὰν ἔχει πρὸς τὸ πνεῦμα, ἐπεὶ ταὐτόν ἐστι τῇ ἐνεργείᾳ, τὸ ὕδωρ σύμβολόν ἐστι ταφῆς καὶ ἀναστάσεως, διὸ καὶ ἀναγκαίως παραλαμβάνεται. τρεῖς δὲ καταδύσεις γίνονται καὶ τρεῖς ἀνα δύσεις, ἵνα γνῶμεν, ὅτι δυνάμει πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἅπαντα πληροῦται. 75 {3Jο 3, 6}3Πνεῦμα ὁ πατὴρ ὡς θεός, πνεῦμα καὶ ὁ υἱὸς ὡς θεός, διὸ τὸ πνεῦμα, ὅ ἐστιν ὁ θεὸς καὶ πατήρ, πνεῦμα τίκτει, ὅ ἐστι τὸν υἱὸν καὶ θεόν. ὁμοούσιος οὖν ὁ Χριστὸς τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιος τῇ μητρὶ κατὰ τὴν σάρκα, εἰ καὶ εἷς ἐξ ἀμφοῖν ὁ Χριστός, ἀτρέπτως καὶ ἀσυγχύτως. κατὰ δὲ τὸν κανονικῶς ἐκτεθέντα νῦν παρὰ τοῦ κυρίου λόγον διὰ Χριστοῦ ἀναμορφούμεθα τῆς διανοίας ἡμῶν εἰς πνευματικὴν ποιότητα διαπλαττομένης. 76 {3Jο 3, 6}3Εἰ σάρξ ἐστιν ἡ Μαρία ἔμψυχος λογική, καὶ ὁ καρπὸς αὐτῆς ὁμοούσιος αὐτῆς σὰρξ ἔμψυχος λογικὴ καὶ οὐ φάντασμα ἢ ἄλλο τι παρὰ τὴν τεκοῦσαν σάρκα τὴν τοῦ λόγου σάρκα τὴν ψυχὴν ἔχουσαν λογικήν, ἐν ᾗ «κατῴκει πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς». 77 {3Jο 3, 8}3Τὴν φωνὴν τοῦ ἁγίου πνεύματος ἀκούει τις διὰ τῶν προφητῶν. 78 {3Jο 3, 11}3Τὸ ἡμῶν εἶπεν ὡς ἔχων ἐν ἑαυτῷ φυσικῶς ὁ Χριστὸς τὸν πατέρα καὶ τὸ πνεῦμα. 79 {3Jο 3, 12}3Ἐπίγειον καλεῖ τὸ βάπτισμα θεῖον ὂν καὶ πνευματικόν, ἐπειδὴ ἐπὶ γῆς τελεῖται πρὸς ἁγιασμὸν τῶν ἐπὶ γῆς ὄντων ἀνθρώπων. ἐπίγειος καλεῖται ἡ τοῦ λουτροῦ γέννησις πρὸς σύγκρισιν τῆς γεννήσεως τοῦ υἱοῦ τῆς ἐκ τοῦ πατρὸς τῆς οὐσίας γενομένης. 80 {3Jο 3, 13}3Ἀπὸ τῆς ἐλάττονος οὐσίας ὅλον ἑαυτὸν ὀνομάζει ὥσπερ ἀπὸ τῆς θεότητος

About this text

Ammonius of Alexandria, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Ammonius of Alexandria’s Fragmenta in Joannem — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.