Fragmenta in Joannem · §u02-rem-early

Unit 2 rem early

Rem early: Unit 2; lemma and argument toward the thesis.

Greek

ὅλον ἑαυτὸν καλεῖ. 81 {3Jο 3, 13}3Μετὰ τὴν καθ' ὑπόστασιν ἕνωσιν κοινοποιεῖ τὰ τῆς σαρκὸς καὶ τῆς θεό τητος κατὰ τὰς ἐνεργείας, οὐ κατὰ μεταβολὴν τῶν ἐξ ὧν ὁ Χριστός. ἐνεργείας δὲ καὶ ἡ κατάβασις καὶ ἡ ἀνάβασις. 82 {3Jο 3, 13}3Οὐκ ἔστιν οὐράνιον τὸ τοῦ κυρίου σῶμα· πάθεσι γὰρ ὑπόκειται. ὡς δὲ εἷς ὢν καὶ μετὰ σαρκὸς λέγεται υἱὸς ἀνθρώπου. 83 {3Jο 3, 14}3Ὥσπερ ὁ χαλκοῦς ὄφις οὐκ ἦν τὸ ἰοβόλον θηρίον, ἀλλ' ὁμοίωμα, οὕτω καὶ ἡ σὰρξ τοῦ κυρίου. σὰρξ μὲν ἦν κατὰ ἀλήθειαν, οὐ μὴν σὰρξ ἁμαρτίας, ἀλλ' ὁμοίωμα σαρκὸς ἁμαρτίας. 84 {3Jο 3, 14}3Τὸ ὑψωθῆναι δηλοῖ τὸ ἐμφανῆ καὶ ἐπίσημον γενέσθαι τὸν Χριστόν. 85 {3Jο 3, 16}3Ὧδε πάλιν κοινοποιεῖ τὸ πᾶν οὐκ εἰδὸς χωρισμὸν μετὰ τὴν ἕνωσιν· τῆς γὰρ σαρκὸς τυθείσης ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς καὶ δοθείσης εἰς θάνατον ὁ υἱὸς λέγεται δεδόσθαι εἰς θάνατον καίπερ ἀπαθὴς μείνας ὡς θεὸς τῆς αὐτοῦ μόνης πασχούσης τὰ ἴδια σαρκός, ὅτε συνεχώρει καὶ ἤθελεν. 86 {3Jο 3, 16}3Οἱ Ἀρειανοὶ λέγουσιν, ὅτι διὰ τοῦτο καλεῖται ὁ υἱὸς μονογενής, ὅτι μόνος ἐκ θεοῦ γέγονεν. πρὸς οὓς λεκτέον, ὅτι καὶ τὸν ἥλιόν τινες λέγουσι μονογενῆ καθ' ὃ ἥλιος μόνος ἐστίν, ἀλλ' οὐκέτι καὶ υἱός ἐστιν. 87 {3Jο 3, 17}3Εἰ ἐπὶ τὸ κρῖναι τὸν κόσμον ἐληλύθει ὁ Χριστός, πάντας κατέκρινεν. ἀλλὰ προηγουμένως ἦλθεν ἐπὶ τὸ σῶσαι τὸν κόσμον. κρίνει δὲ κατὰ τὸ συμβεβηκὸς τοὺς ἀποστατήσαντας οὐχ ὡς ὁ Μωυσέως νόμος ἦλθε κατακρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι. 89 {3Jο 3, 18}3Σημειωτέον ὅτι καθολικῶς πᾶς ὁ μὴ πιστεύων εἰς τὸν Χριστὸν κατά κριτός ἐστι τῇ κολάσει ἀποδοθησόμενος. οὐκοῦν οὐδὲ ἄγονται οὗτοι εἰς κρίσιν ὡς ἤδη κατακριθέντες. οὕτω καὶ ἐπὶ τοῦ διαβόλου νοητέον, «ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται» οὐ μόνον, ὅτι αὐτὸς οὐκ ἐπίστευσεν, ἀλλὰ καὶ ἐπείρασε τὸν κύριον καὶ «εἰς τὸν Ἰούδαν εἰσῆλθεν» ἵνα παραδῷ αὐτὸν εἰς θάνατον. 91 {3Jο 3, 22}3Οὐκ αὐτὸς ἐβάπτιζεν, ἀλλ' οἱ μαθηταὶ αὐτοῦ, ἐπείπερ αὐτὸς ἐν πνεύματι ἐβάπτιζε καὶ οὔπω ἦν καιρὸς τῆς τοῦ πνεύματος δόσεως πρὸ τοῦ πάθους.τὸ εὐαγγελικὸν λοιπὸν παρεδίδου βάπτισμα, ὅπερ πολλὴν εἶχεν διαφορὰν πρὸς τὸ Ἰωάννου· ὁ γὰρ Χριστὸς διὰ τῆς τῶν ἀποστόλων χειρὸς ἐβάπτιζεν ὡς σαφῶς ἐν τοῖς ἑξῆς λέγει. 92 {3Jο 3, 23}3Οὔτε τὸ Ἰωάννου βάπτισμα οὔτε τὸ τῶν μαθητῶν παρεῖχε τὸ πνεῦμα ἅγιον, ἀλλ' ἵνα μὴ τὸν καθ' ἕκαστον περιϊόντες κηρύττωσι τὸν Χριστόν, συνέ στησαν τὸ βάπτισμα, ἵνα τοὺς προστρέχοντας ὄχλους ἀγάγωσι πρὸς τὸν Χριστόν. 93 {3Jο 3, 23}3Τὸ «ὕδωρ τοῦ ῥαντισμοῦ» τὸ ἔχον «τὴν σποδὸν τῆς δαμάλεως» καθα ρισμὸν ἐποίει ἀκουσίων ἁμαρτημάτων καὶ τοὺς ἀπὸ ἁφῆς νεκρῶν

About this text

Ammonius of Alexandria, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Ammonius of Alexandria’s Fragmenta in Joannem — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.