Fragmenta in Joannem · §u02-rem-close

Unit 2 rem close

Rem CLOSEOUT: Unit 2 CLOSEOUT.

Greek

ἀντὶ τοῦ ἐπληροφορήθη καὶ ἔχει ἀπόδειξιν καὶ σφραγῖδα. 103 {3Jο 3, 34}3Ἀπεστάλθαι λέγεται ὁ υἱὸς ἀπὸ τοῦ πατρὸς ἢ διὰ τὴν ἔνσαρκον παρουσίαν ἢ ὅτι ὁ πατὴρ ἔχων ἐν ἑαυτῷ τὸν υἱὸν οὐκ ἔκρυψεν, ἀλλ' ἐξέλαμψεν αὐτὸν ἐκ τῆς ἰδίας φύσεως ὡς ἐκ φωτὸς «ἀπαύγασμα»· ἐξελήλυθε γὰρ ὁ υἱὸς εἰς ἰδίαν ὕπαρξιν, εἰ καὶ ἐν αὐτῷ κατὰ φύσιν ἐστίν. 105 {3Jο 3, 34}3Ὡς πηγὴ ὢν τοῦ πνεύματος δίδωσιν αὐτό. τὴν ἐνέργειαν λέγει τοῦ πνεύ ματος, ἣν οἱ ἄνθρωποι μέτρῳ λαμβάνουσιν· αὐτὸς γὰρ ὁλόκληρον ἔχει πᾶσαν. ὅλον ἔχει τὸ πνεῦμα ὁ υἱὸς οὐσιωδῶς οὐ μὴν ἐκ μέρους ὡς κτίσμα. διὸ καὶ αὐτὸς αὐτὸ δίδωσιν, οἱ δὲ ἅγιοι διὰ ἱκεσίας ποιοῦσι τὸν Χριστὸν δι' αὐτῶν ἐπιχορηγῆσαι τὸ πνεῦμα. 106 {3Jο 3, 35}3Εἰ καὶ ἀγαπᾷ «τὸν κόσμον» ὁ πατήρ, ἀλλ' οὐχ ὡς τὸν υἱόν, ὃν ὑπερ βαλλόντως ἀγαπᾷ διὰ τὴν φυσικὴν γέννησιν ὡς ἴδιον λόγον καὶ σοφίαν καὶ ἁγιασμόν. 107 {3Jο 3, 35}3Τότε πληροῦται τοῦτο, ὅτε κατὰ τὸν τῆς δευτέρας παρουσίας καιρὸν «πᾶν γόνυ» αὐτῷ κάμπτει ἀποβαλόντων ἣν ἔχουσι κακίαν.χεῖρα ὧδε τὴν δύναμιν καλεῖ, ἣν ἔχει ὁ υἱὸς φυσικῶς καὶ οὐ μεταληπτῶς ὡς τοῦ ἀγαθοῦ παντὸς οὐσιωδῶς ὄντος ἐν πατρὶ καὶ ἐν δυνάμει νοουμένου τοῦ υἱοῦ. λαμβάνει δὲ καὶ ὡς ἄνθρωπος ἣν εἶχεν ἐξουσίαν καὶ πρὸ τῆς σαρκώσεως. 108 {3Jο 3, 36}3Ὀργὴ θεοῦ τὸ ἐν βασάνοις εἶναι διηνεκέσιν, ὅπερ ἐστὶ παντὸς θανάτου χαλεπώτερον. 110 {3Jο 4, 1}3Εἰ καὶ οἶδε πάντα ὡς θεός, ἀλλὰ καὶ τοῦτο θεοπρεποῦς οἰκονομίας τὸ κατὰ καιρὸν ποιεῖν τι καὶ τότε δοκεῖν μανθάνειν, ὅτε χρεία ἐστίν. 111 {3Jο 4, 3}3Ὅσα κατὰ συναίνεσιν τῶν ἡγουμένων ποιοῦσιν οἱ ὑπήκοοι αὐτῶν ὁρώντων καὶ μὴ ἀντιλεγόντων ἢ κωλυόντων, οἱ ἡγούμενοι λέγονται ποιεῖν· πρῶτον γὰρ εἰπὼν ὅτι Ἰησοῦς «ἐβάπτιζεν», ὧδε λέγει, ὅτι αὐτὸς ὁ Ἰησοῦς οὐκ ἐβάπ-τιζεν, τὴν τῶν μαθητῶν πρᾶξιν αὐτῷ προσνέμων δυνάμει, εἰ καὶ μὴ ἐνεργείᾳ ἐποίει τὸ βάπτισμα. ἁρμόζει δὲ τὰ λεγόμενα περὶ τῶν ἀποστελλομένων κληρικῶν παρὰ ἐπισκόπων εἰς συνόδους ἢ συνοδικὰς ἐπιστολὰς ἢ ἑτεροῖά τινα ἐχόντων. ἐπειδὴ οἱ μαθηταὶ Εὐτυχοῦς οἳ περὶ καρώσεως ἐφωράθησαν μετὰ τὴν ἐν Ἐφέσῳ δευτέραν σύνοδον πάλιν τι διεστραμμένα δόγματα λαλοῦντες Εὐτυχοῦς, εὐλόγως Εὐτυχὴς ἀναθεματίζεται, κἂν αὐτὸς οὐδὲν ἐφάνη τοιοῦτον λαλήσας ὡς ἀκούων τῶν αὐτοῦ μαθητῶν λαλούντων τὰ μὴ ὀρθὰ καὶ σιωπῶν· τὰ γὰρ ἐκ τῶν μαθητῶν λαλούμενα ἢ γινόμενα εἰς τὸ τοῦ διδασκάλου πρόσωπον ἀνατρέχει. οὕτως ὁ Ἠλὶ ἐμέμφθη ἀνεχόμενος τῶν ἑαυτοῦ υἱῶν πταιόντων ὡς ἁμαρτήσας. 112 {3Jο 4, 4}3Ἦλθεν ἐκεῖ, ἵνα πρὸ τοῦ πάθους ὠφελήσῃ τὰ ἔθνη διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος. 113 {3Jο 4, ®

About this text

Ammonius of Alexandria, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Ammonius of Alexandria’s Fragmenta in Joannem — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.