Fragmenta in Joannem Unit 3 opening
Unit 3.
Lemma-led open — ὕδωρ ζῶν
Greek
4 6}3Ὅμοροι ἦσαν τῶν Ἰουδαίων οἱ Σαμαρεῖται. διὸ καὶ ἀπὸ τῆς πηγῆς ἔπινον τοῦ Ἰακώβ. Σαμαρεῖται ἐκ γένους ὄντες τοῦ Μήδων καὶ Περσῶν ἔθνους ἐπεφήμιζον ἑαυτοὺς τοῦ Ἰακώβ. 115 {3Jο 4, 6}3Ἐπειδὴ «ὁ λόγος» γέγονε «σάρξ», ἀκολούθως κεκοπίακεν ἐκ τῆς συντόνου ὁδοιπορίας τῆς ἐν μεσημβρίᾳ γεγονυίας. μεσημβρία δ' ἐστὶν ὁ φωτεινὸς τῆς ἐπιφανείας καιρός· εἶχε γὰρ σῶμα ὡς τὸ ἡμῶν καὶ συστὰν ἐξ ὧν καὶ τὰ ἡμῶν δίχα μόνης ἀνδρὸς ὁμιλίας. διὸ οὐ μόνον κόποις, ἀλλὰ καὶ δίψῃ καὶ τρώσεσιν ὑπέκειτο, ἐπείπερ εἴασεν τὸ σῶμα μεῖναι ἐν τοῖς φυσικοῖς ὅροις τῆς ἀνθρω πότητος, ἵνα μὴ δόξῃ φάντασμα εἴναι. ὡς εἷς ὢν ὁ Χριστὸς μετὰ τῆς ἰδίας σαρκὸς οἰκειοποιεῖται τὰ τῆς ἀνθρωπότητος πάθη καίπερ μείνας ὡς θεὸς ἀπαθής. 116 {3Jο 4, 7}3Τὴν Σαμαρεῖτιν αἰτεῖ, τὴν τοῦ νόμου σκιάν, ἵνα δῷ αὐτῇ τὸ «ὕδωρ ζῶν» ὡς καὶ παρὰ παντὸς αἰτεῖ πίστιν, ἵνα χαρίσηται τὰ ὑπὲρ λόγον. διὰ τούτου διδάσκει καταφρονεῖν τῶν Ἰουδαϊκῶν δεικνύς, ὅτι «τὸ εἰσερχόμενον εἰς τὸ στόμα οὐ κοινοῖ τὸν ἄνθρωπον». 117 {3Jο 4, 9}3Πόθεν ἐνόησεν, ὅτι Ἰουδαῖός ἐστιν; ἢ ἀπὸ τοῦ σχήματος ἢ ἀπὸ τῆς λαλιᾶς ἐνόησεν. 118 {3Jο 4, 9}3Τοῦ νόμου εἰρηκότος «ἀκαθάρτου μὴ ἅψησθε» οὐδὲ τῆς σαρκὸς τῶν ἀλλο γενῶν ἐτόλμων ἅψασθαι νομίζοντες ἐκ τούτου μολύνεσθαι. 119 {3Jο 4, 10}3Ποτὸν ἀθανασίας τὰ τοῦ κυρίου λόγια, ἡ ζωοποιὸς τοῦ πνεύματος δόσις, δι' ἧς ἀναζῶσιν οἱ ἄνθρωποι. 121 {3Jο 4, 10}3∆ωρεὰ θεοῦ ἡ εἰς ἀνθρώπους ἐπιδημία τοῦ λόγου χάριτι πατρὸς γεγονυῖα, ἥτις ποτίζει ψυχήν. 122 {3Jο 4, 13}3Ἡ παλαιὰ γραφὴ δεῖται τῆς εὐαγγελικῆς διδασκαλίας τῆς διαδεχομένης αὐτήν· ἡ γὰρ νέα ἀδιάδοχός ἐστιν ἀεὶ ἐπιρρεούσης τῆς εὐαγγελικῆς παιδεύσεως τῆς ἀναβιβαζούσης εἰς ζωὴν τὸν πίνοντα. 123 {3Jο 4, 14}3Ἀρραβών ἐστι τοῦτο τῆς μελλούσης ἀναστάσεως μὴ συγχωρῶν τὸν πεπω κότα αὐτὸ ἐμπεσεῖν εἰς ἁμαρτίαν ἄγουσαν εἰς θάνατον. 124 {3Jο 4, 16}3∆ιὰ γὰρ τοῦτο εἶπεν αὐτῇ· φώνει τὸν ἄνδρα σου, ἵνα ἐλέγξας ψευδο μένην φανερώσῃ αὐτῇ τὴν ἰδίαν θεότητα. 125 {3Jο 4, }3Λέγουσιν ὅτι ἐν τῷ ὄρει ἐκείνῳ ἀνήνεγκεν ὁ Ἀβραὰμ τὸν Ἰσαάκ, ὅπερ ὑπέδειξεν ἡ Σαμαρεῖτις τῷ κυρίῳ. ὡς προφήτην οὖν ἐρωτᾷ, ποῦ δεῖ προσ κυνεῖν. 126 {3Jο 4, }3Οὐκ ὄντος ἐν Ἱεροσολύμοις μόνον τοῦ θεοῦ, ἀλλ' ἵνα ἅμα ἐκεῖ συνα γόμενοι συμφώνως ποιῶσι τὰς νενομισμένας ἑορτὰς καὶ θυσίας. 127 {3Jο 4, 21}3Ὥραν δὲ τὴν ἑαυτοῦ ἐπιδημίαν καλεῖ, ἐπείπερ πνεῦμα ὢν ὁ θεὸς οὐ τόπῳ περιορίζεται. ἁρμοδίως δὲ ἕκαστος προσκυνεῖ ἐκ τοῦ τόπου αὐτοῦ· τὸ γὰρ ἐν τόπῳ προσκυνεῖν ὕβρεως μᾶλλόν ἐστιν. 128 {3Jο 4, 22}3Τὸ ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστὶν εἶπεν διὰ τὸ ἐξ αὐτῶν σε σαρκῶσθαι ἢ ὅτι ἐξ ἐκείνων ἤρξατο <ὁ κόσμος> εἰδέναι τὸν ἕνα θεὸν ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν. 129 {3Jο 4, 22}3Ὡς ἐν συγκρίσει τότε παρὰ Ἰουδαίοις ὁ τῆς ἀληθείας ἐπολιτεύετο λόγος. πρὸς οὖν τὴν ὑπόνοιαν τῆς γυναικὸς εἶπεν τὸ ἡμεῖς προσκυνοῦμεν· τῶν γὰρ προσκυνουμένων ἐστὶν ὡς θεός, εἰ καὶ ὡς ἄνθρωπος οἰκονομικῶς εἶπεν τὸ προσκυνοῦμεν. 130 {3Jο 4, 23}3Οἱ ἀληθεῖς προσκυνηταὶ ἐν παντὶ τόπῳ προσάγουσι τῷ θεῷ τὰς πνευματικὰς θυσίας, ὅ ἐστιν ἀρετὴ καὶ θεοσέβεια. 131 {3Jο 4, 23}3Οὐκοῦν καὶ ὁ νόμος διὰ τὸ εὐαγγέλιον γέγονε καὶ ἡ συγκατάβασις τῆς σκιᾶς συνεχωρήθη διὰ τὴν μέλλουσαν ἀλήθειαν. 132 {3Jο 4, 23}3Τὸ ἐν πνεύματι καὶ ἀληθείᾳ· πνεῦμα λέγει τὸ νοητὸν τοῦ ἀνθρώπου, ὅπερ σχέσει καὶ διαθέσει ἐνώπιον τοῦ θεοῦ γινόμενον προσκυνεῖ τὸν θεὸν ὡς καὶ οἱ ἄγγελοι, τῆς ἐν τόπῳ προσκυνήσεως οὐκ οὔσης ἐν πνεύματι καὶ ἀληθείᾳ. 133 {3Jο 4, 24}3Πνεῦμα καλεῖται ὁ θεὸς οὐχ ὡς ἄνεμος, ἀλλ' ὡς ἀσώματος καὶ ζωο ποιὸς οὐσία· ὥσπερ γὰρ εἰσπνεόμενοι τὸν ἀέρα ζῶμεν, οὕτω καὶ τοῦ θεοῦ διδόντος τὸ παρεκτικὸν τῆς ζωῆς ζῶμεν. πνεῦμά ἐστιν ὁ θεὸς ὡς πρὸς τὴν ἀσώματον φύσιν. 134 {3Jο 4, 25}3Ἀπὸ
About this text
Ammonius of Alexandria, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Ammonius of Alexandria’s Fragmenta in Joannem — new OET from PG 85 Greek.
Witnesses
- Copy-text PG 85 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.