Unit 3 rem mid
Rem mid: Unit 3; lemma continues; reading with the letter.
Greek
ἐν τῇ πεντηκοστῇ. τύπος δ' ἦν τοῦτο τῆς νομικῆς λατρείας τῆς δι' ἀγγέλων ἑνὶ ἔθνει μόνῳ δοθείσης καὶ ἐν ἑνὶ μόνῳ καιρῷ, ἐν τῷ τέλει τῆς ἑορτῆς, ὅ ἐστιν ἐπ' ἐσχάτου καιρῶν προβαινούσης τῆς ἰάσεως καὶ οὐ χωρούσης εἰς τὸ ἑξῆς. 157 {3Jο 5, 6}3Οὐχ ὡς ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ διανιστῶν αὐτὸν εἰς ἐπιθυμίαν τοῦ θερα πευθῆναι. 160 {3Jο 5, 17}3Ἐμοῦ μόνου, φησίν, πατήρ ἐστι καὶ οὐκ ἄλλου· δι' ὧν οὖν συγκρατεῖ τὴν κτίσιν, ἥλιον, οὐρανοὺς καὶ αὔξειν ποιεῖ τὰ σώματα, ἐργάζεται. 161 {3Jο 5, 18}3Ὁ ἴσος τῷ πατρὶ διὰ τοῦτο μάλιστα λέγεται υἱὸς ὡς ὁμοούσιος. διὸ καταγέλαστοι οἱ ἄνομοι Ἀρειανοὶ οἱ μὴ λέγοντες ἴσον τὸν υἱὸν τῷ πατρί. 163 {3Jο 5, 21}3Νεκροὶ οἵ ποτε ἄπιστοι καὶ διὰ τῆς εἰς Χριστὸν πίστεως καλούμενοι εἰς ζωήν. 164 {3Jο 5, 21}3Εἰ καὶ τὰ ἄλλα ζῷα τὰ λογικὰ ἔλαβον ζωήν, ἀλλ' οὐ δύνανται καὶ ζωοποιεῖν. 165 {3Jο 5, 24}3Οἱ οὖν εἰς κρίσιν μὴ ἐρχόμενοι ἢ εἰς τὸ πῦρ τῆς γεέννης πέμπονται ὡς ἄθεοι καὶ ἀσεβεῖς ἢ εἰς τὴν ἀπόλαυσιν τῶν ἀνεκφράστων ἀγαθῶν, ὅ ἐστιν ἡ ὄντως ζωή· τοῦτο γάρ ἐστι τὸ μεταβῆναι ἐκ τοῦ θανάτου πρὸς τὴν ζωὴν ἐλευθερωθέντες τῆς γεέννης καὶ τῆς ἀπολαύσεως τῶν θείων θείων ἀξιωθέντες τιμῶν· οἱ γὰρ μέσως ζήσαντες ἵστανται «ἐκ δεξιῶν» καὶ «ἐξ εὐωνύμων». 166 {3Jο 5, 24}3Πρὸ τοῦ πάθους καὶ τῆς ἀναστάσεως καὶ δίχα τοῦ βαπτισθῆναι ἐσώζοντο οἱ τοῦ Χριστοῦ τὸν λόγον δεχόμενοι καὶ πιστεύοντες, ὅτι υἱὸς ἦν τοῦ πατρός. 167 {3Jο 5, 27–28}3Οὕτως αὐτὸ στικτέον καὶ οὐχ ὥς τισι δοκεῖ, οἳ μετὰ τὸ ἐπαγαγεῖν τὸ καὶ ἐξουσίαν ἔδωκε καὶ κρίσιν ποιεῖν ἐπάγουσι τὸ ὅτι υἱὸς ἀνθρώπου ἐστίν. οὐ καλῶς· οὐ γὰρ διὰ τοῦτο κριτής ἐστιν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν, ἀλλ' ὅτι υἱὸς θεοῦ ἐστιν. διὰ τοῦτό ἐστι καὶ κριτής. τὸ δὲ μὴ θαυμάζετέ φησιν, ἐπειδὴ ἐδόκει τοῖς ὁρῶσιν ψιλὸν ἄνθρωπον αὐτὸν εἶναι, τὰ δὲ λεγόμενα μείζονα ἢ κατὰ ἄνθρωπον ἦν καὶ θεοῦ μόνου ταῦτα ποιεῖν. οὐκ εἶπεν δέ, ὅτι υἱὸς θεοῦ ἐστιν, ἀλλ' ὅτι υἱὸς ἀνθρώπου ἐστίν· τοῦτο γὰρ ἀνωτέρω εἴρηκεν, ἵνα καὶ ἄνθρωπον αὐτὸν νοήσωσι καὶ θεόν. ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν.οὐ γὰρ μόνον, ὅτι θεός ἐστιν, κρίνει, ἀλλὰ καὶ ὡς ἄνθρωπος γεγονὼς καὶ πειρασθεὶς πασῶν τῶν ἡμετέρων <νόσων>, χωρὶς ἁμαρτίας καὶ ὡς συμπαθὼν «ταῖς» ἡμετέραις «ἀσθενείαις» καὶ τὰ λοιπὰ συγγινώσκων. ἤτοι τοῦτό φησιν· ἐὰν ἀναστήσω τὸν Λάζαρον, μὴ ἀπὸ τούτου θαυμάσητέ μου τὴν δύναμιν· μέλλω γὰρ ἀνιστᾶν πάντας τοὺς νεκρούς· τὸ γὰρ πάντες οἱ ἐν τοῖς μνημείοις ἴσον σημαίνει τῷ πάντες οἱ τεθνηκότες. ἐπεὶ οὖν τὰ σώματα ὑπὸ θηρίων ἢ πυρὸς ἢ ἄλλως πως δεδαπάνηνται, οὐ τίθενται ἐν μνημείοις, ἀλλ' ἀνίστανται· ἐπειδὴ γὰρ πάντων ἀνθρώπων ἀνάστασις ἔσται, ἀριθμηθή σονται καὶ οὗτοι εἰς τοὺς ἐν τοῖς μνήμασιν· οἱ γὰρ πράττοντες τὰ ἀγαθὰ καὶ φαῦλα, οὐ τὰ σώματα τὰ ἐν τοῖς μνημείοις ἐστίν. ὥστε οὐδὲν κωλύει παρα δέξασθαι καὶ τὰ σώματα πυρὶ ἢ ἄλλως ἀναλωθέντα, οὕτω παραδέξασθαι. 168 {3Jο 5, 28}3Ὡς ὑμεῖς οἱ Ἰουδαῖοι διὰ τὸ οἰκεῖον θέλημα πάντα παρανόμως διδάσκοντες καὶ ® ποιοῦντες. 169 {3Jο 5, 28 29}3∆ι' ἀμφοτέρων οὖν τοῦ τε φόβου καὶ τῆς τιμῆς ® προτρέπεται εἰς σωτηρίαν τὸν ἄνθρωπον. 170 {3Jο 5, 28 29}3Ὥστε οὐκ ἀρκεῖ ἡ πίστις μόνη σῶσαι, εἰ μὴ καὶ ἔργα τις ἔχει ἀγαθά. 171 {3Jο 5, 30}3Συγκαταβάσει πάλιν κέχρηται διὰ τοὺς ἀπίστους. ἀντὶ τοῦ οὐδὲν γίνεται παρ' ἐμοῦ ὧν οὐ θέλει ὁ πατήρ,
About this text
Ammonius of Alexandria, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Ammonius of Alexandria’s Fragmenta in Joannem — new OET from PG 85 Greek.
Witnesses
- Copy-text PG 85 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.