Unit 3 rem early
Rem early: Unit 3; lemma and argument toward the thesis.
Greek
συνέσεως τοῦτο εἶπεν· οὐδὲ γὰρ ᾔδει τὸν Χριστὸν Σαμαρεῖτις οὖσα. 135 {3Jο 4, 26}3Ὅπερ οὐκ εἶπεν Ἰουδαίοις ἐγώ εἰμι ἐρωτῶσι μετὰ δόλου, τοῦτο εἶπε τῇ γυναικὶ ἁπλουστέρᾳ οὔσῃ καὶ οὐδὲ ἀπὸ Μωυσέως εἶπε τι αὐτῇ συνιστῶν τὰ περὶ αὐτοῦ ἀπείρῳ οὔσῃ γραφῆς, ἀλλ' ἐκ μόνης τῆς συνειδήσεως αὐτῆς μετέπεισεν αὐτήν. 136 {3Jο 4, 27}3Οὐδεὶς μέντοι εἶπεν· ᾔδεισαν γάρ, ὅτι πάντα ποιεῖ μετὰ κεκριμένης συνέσεως καὶ εὐλαβείας. 137 {3Jο 4, 27}3Ἐθαύμαζον, ὅτι μετὰ ἀλλοφύλου ἐλάλει καὶ πενιχρᾶς Σαμαρείτιδος, ἐθαύμαζον δὲ καὶ τὸ ἄτυφον αὐτοῦ. 138 {3Jο 4, 28}3Τῶν ἄγαν ἐστὶν ἀτόπων μὴ δημοσιεύειν τὰ κοινωφελῆ. 141 {3Jο 4, 34}3Ὡς διδασκάλους τῆς οἰκουμένης διδάσκει τοὺς μαθητὰς προτιμᾶν τῆς οἱασδηποτοῦν βρώσεως τὸ θέλημα τοῦ θεοῦ. ὡς ἐπιθυμεῖ τις τροφῆς, οὕτω κἀγὼ τῆς σωτηρίας τῶν ἀνθρώπων. 142 {3Jο 4, 35}3Ὁ πνευματικὸς θερισμός, ὅ ἐστιν ἡ θεοσεβὴς ἐργασία, τὴν μὲν ἀπόθεσιν καὶ τὸν ἀποθησαυρισμὸν ἐν οὐρανοῖς ἔχει, ἐν δὲ τῷ μέλλοντι αἰῶνι ἀπόλαυσιν ἀτελεύτητον· οὗτος γάρ ἐστιν ὁ καιρὸς τῆς ἀνταποδόσεως. 143 {3Jο 4, 37}3Ὁ σπείρων ἐστὶν ὁ Χριστὸς τὰ σωτηριώδη δόγματα κἂν διὰ προφητῶν εἰπών, θερισταὶ δὲ οἱ ἀπόστολοι. 144 {3Jο 4, 37}3Οἱ προφῆταί εἰσιν οἱ σπείροντες, εἰ καὶ πολὺν ἔσχον κόπον ὡς πρῶτοι τὰ τῆς εὐσεβείας σπέρματα ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς καταβαλλόμενοι· οἱ γὰρ μαθηταὶ οὐ τοσοῦτον ἔσχον κάματον ἀπὸ τῶν γραφῶν πείθοντες τοὺς ἀνθρώπους. 145 {3Jο 4, 38}3Ὡς ἐμοῦ ὄντος τοῦ σπόρου κἂν διὰ προφητῶν ἐλαλήθη πέμπω ὑμᾶς θερίσαι. οἱ μαθηταὶ καὶ τοὺς Ἕλληνας τῶν γηίνων καὶ τοὺς Ἰουδαίους τῶν σαρκικῶν τοῦ νόμου λατρειῶν ἀποτέμνουσι καὶ εἰς τὴν ἅλω ἀποτίθενται, ὅ ἐστι τὴν ἐκκλησίαν, ὅπου στάχυς τριβόμενος γίνεται σῖτος ὁ ζωοποιῶν τοὺς πιστούς. 146 {3Jο 4, 40}3Σαμαρεῖται αἰτοῦσι τὸν Χριστὸν μεῖναι πρὸς αὐτούς, οἵτινές εἰσιν ἀλλογενεῖς, καὶ οἱ συγγενεῖς αὐτοῦ τὸ κατὰ σάρκα Ἰουδαῖοι ἐδίωκον αὐτὸν ὅτι «ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ αὐτοῦ» 147 {3Jο 4, 42}3Τὸ οὗτός ἐστιν ὁ σωτὴρ ἀντὶ τοῦ ὁ Χριστὸς ὡς πᾶσαν μέλλων σώζειν τὴν οἰκουμένην διηνεκῶς εἶπεν τοῦτο. 148 {3Jο 4, 43}3Οὐχ ὡς τιμῆς ἀντιποιούμενος ἐξῆλθεν, ἀλλὰ τῶν πολιτῶν φειδόμενος· ὅτι γὰρ ἑώρων αὐτόν, ἐθυμοῦντο. ὃς ἐν τιμῇ ὢν τῇ θείᾳ ἐσαρκώθη καὶ τὸν ἀτιμότατον ὑπέστη θάνατον διὰ τὴν ἡμῶν σωτηρίαν. 149 {3Jο 4, 44}3Ὧδε ἑαυτὸν καλεῖ τὸν προφήτην τὸν ὑπὸ Μωυσέως προανακηρυχθέντα, ὃς καὶ προφήτης οἰκονομικῶς ἐκλήθη αὐτὸς ὢν ὁ τοῦ πνεύματος χορηγὸς ὡς θεός, δι' οὗ προφῆται ἐπροφήτευον. 150 {3Jο 4, 48}3Σημεῖον τέρατος διαφέρει· τέρας γάρ ἐστι τὸ παρὰ φύσιν γενόμενον, οἷον τὸ ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν καὶ ἐγεῖραι νεκρούς, σημεῖον δὲ τὸ οὐκ ἔξω τῆς φύσεως ὂν οἷον τὸ ἰάσασθαι ἄρρωστον καὶ τὰ ὅμοια. 151 {3Jο 4, 50}3Πρὸ μιᾶς ἐπίστευσεν, ἐν δὲ τῇ ἑξῆς καὶ ἔργῳ ἤκουσεν, ὅτι γέγονεν ὃ ἐπίστευσεν ἔσεσθαι· πολλὰ γὰρ ἰσχύει πίστις συνεργὸν καὶ τελειωτὴν ἔχουσα τὸν θεόν. 152 {3Jο 5, 2}3Προβατικὴ ἐκαλεῖτο, ὅτι ἐκεῖ συνήγετο τὰ πρόβατα τὰ μέλλοντα σφά ζεσθαι εἰς τὴν ἑορτὴν καὶ τὰ ἔγκατα αὐτῶν ἐπλύνοντο ἐκεῖ. 154 {3Jο 5, 3}3Ὧδε προδιεγράφετο τὸ τοῦ βαπτίσματος μυστήριον, ἐν ᾧ πᾶν εἶδος ἁμαρ τημάτων ἐθεραπεύετο. 155 {3Jο 5, 4}3Ἄγγελος κατιὼν ἐν τῷ ὕδατι καὶ ταράσσων αὐτὸ ἰατικὴν ἐνετίθει αὐτοῖς δύναμιν. ἄδηλον δὲ ἐν ποίᾳ ἡμέρᾳ καὶ ὥρᾳ κατῄει ὁ ἄγγελος. φαμὲν
About this text
Ammonius of Alexandria, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Ammonius of Alexandria’s Fragmenta in Joannem — new OET from PG 85 Greek.
Witnesses
- Copy-text PG 85 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.