Unit 5 rem mid
Rem mid: Unit 5; lemma continues; reading with the letter.
Greek
δωρη θεῖσαν πᾶσιν, ὅπου γε τὸ ζωοποιούμενον κἂν ἀποθάνῃ οὐκ ἀποθνῄσκει τῷ θεῷ. 307 {3Jο 8, 52}3Τοῦτ' ἔστιν οἱ τὸν λόγον ἀκούσαντες τοῦ θεοῦ ἀπέθανον καὶ οἱ τὸν σὸν λόγον ἀκούσαντες οὐκ ἀποθανοῦνται; 309 {3Jο 8, 55}3Μόνος γὰρ ὁ υἱὸς οἶδε φυσικῶς καὶ γνωστῶς τὸν πατέρα, μᾶλλον δὲ ἡ τριὰς ἑαυτήν. τὸ εἰπεῖν οἶδα αὐτὸν οὐκ ἔστι κόμπος, ἀλλὰ τὸ εἰπεῖν μὴ εἰδέναι ψεῦδος· ὑμεῖς γὰρ λέγοντες αὐτὸν εἰδέναι ψεύδεσθε. 310 {3Jο 8, 56}3∆είκνυσιν αὐτοὺς κἂν τούτῳ τοῦ Ἀβραὰμ ἀλλοτρίους, ἐπείπερ ἐν οἷς ἐκεῖνος ἔχαιρεν, οὗτοι ἀλγοῦσιν. 311 {3Jο 8, 56}3Τὴν ἡμέραν δοκεῖ λέγειν τὴν τοῦ σταυροῦ, ἥτις προδιετυπώθη ἐν τῇ τοῦ κριοῦ σφαγῇ καὶ τῇ τοῦ Ἰσαὰκ προσφορᾷ. οὐκοῦν οὐκ ἄκων ἦλθεν ἐπὶ τὸ πάθος, εἴ γε ἐπαινεῖ τὸν ® χαρέντα ἐπὶ τῷ πάθει τοῦ σταυροῦ. 312 {3Jο 8, 56 57}3Ἀνόητος ὁ τῶν Ἰουδαίων λόγος· ὁ μὲν γὰρ περὶ τῆς ἰδίας αὐτοῖς ἀϊδιότητος ἐλάλει, οἱ δὲ ὡς ἄρτι ἀρξαμένῳ εἶναι διελάλουν καὶ ὁ μὲν κύριος εἶπεν, ὅτι Ἀβραὰμ εἶδεν τὴν ἡμέραν τὴν ἐμήν, οἱ δὲ τὸ ἐναντίον ἐνόησαν, ὅτι αὐτὸς εἶδε τὸν Ἀβραάμ. 313 {3Jο 8, 58}3Πάντων μὲν προῆν, ἀλλὰ μόνου τοῦ Ἀβραὰμ ἐμνήσθη; ὅτι περὶ αὐτοῦ διελέγετο. 314 {3Jο 8, 58}3Ἐπὶ μὲν τοῦ Ἀβραὰμ ἔθηκε τὸ γενέσθαι, ὅτι γεγονὼς καὶ φθείρεται, ἐπὶ δὲ ἑαυτοῦ τὸ εἰμὶ ὡς ἀΐδιος καὶ κρείττων φθορᾶς. 315 {3Jο 9, 2}3Ἐσφαλμένη ἐστὶν ἡ ἐρώτησις αὕτη· οὔτε ἁμαρτάνει τις πρὸ τοῦ γεννη θῆναι ὁ μηδ' ὅλως ὢν οὔτε ἄλλος ὑπὲρ ἄλλου τιμωρεῖται. 316 {3jο 9, 5}3Φῶς ἑαυτὸν τοῦ κόσμου εἶπεν ὡς φωτίζοντα τῶν πιστῶν τὰς ψυχὰς καὶ ὅτι ἤμελλεν ἀνοῖξαι τοὺς ὀφθαλμοὺς τοῦ «ἐκ γενετῆς» τυφλοῦ. 317 {3Jο 9, 6}3Ἔπτυσε δὲ χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισεν τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ δεῖξαι βουλόμενος διὰ τοῦ πηλοῦ, ὅτι αὐτός ἐστιν ὁ καὶ τὸν Ἀδὰμ ἀπὸ πηλοῦ πλάσας· τὸ μὲν γὰρ εἰπεῖν, ὅτι ἐγώ εἰμι ὁ τοῦτο ποιήσας, πρόσαντες ἐδόκει εἶναι τοῖς ἀκούουσιν. διὰ δὲ τοῦ ἔργου δεικνύμενος τοῦτο οὐκ ἔτι λοιπὸν προσίστατο. διὰ τοῦτο οὐχ ἁπλῶς, ἀλλ' ἐκείνῳ τῷ τρόπῳ τὰ ὄμματα ἐδημιούργησεν, οὐκ ἔπλασε δὲ μόνον οὐδὲ ἀνέῳξεν, ἀλλὰ καὶ τὸ ὁρᾶν ἐχαρίσατο, ὅπερ τεκμήριόν ἐστι τοῦ καὶ τὴν ψυχὴν αὐτὸν ἐμψυχῶσαι τῷ Ἀδάμ· ἐκείνης μὲν γὰρ μὴ ἐνεργούσης ὀφθαλμός, κἂν ἀπηρτισμένος ᾖ, οὐκ ἂν ἴδοι ποτέ. 318 {3Jο 9, 11}3Τοῦτο εἰς εἰκόνα ὁρᾷ τῶν ἐξ ἐθνῶν τῶν ποτε τυφλῶν, νῦν δὲ φωτισθέντων καὶ διδασκόντων τὸν Ἰσραὴλ τὴν τοῦ Χριστοῦ δύναμιν. 319 {3ςο 9, 16}3Ἐξ ἄκρας ἀσεβείας τὸ σάββατον προετίμων τῆς θείας αὐτοῦ δυνάμεως καὶ βλασφημοῦντες ἔλεγον, ὅτι οὐκ ἔστιν οὗτος παρὰ θεοῦ. 3 {3Jο 9, 16}3Ὁ μὲν γὰρ Χριστὸς ἐν σαββάτῳ ἑνὶ δακτύλῳ χρίσας τὸν πηλὸν ἐγκαλεῖται, αὐτοὶ δὲ ὅλῃ χειρὶ λύοντες τὰ ζῷα καὶ ἀπάγοντες πρὸς ποτισμὸν καὶ τὰ εἰς βόθρον ἐμπεσόντα πρόβατα ἀνασπῶντες οὐ διαβάλλονται. 321 {3Jο 9, 33}3Οὐχ ὡς προσωπολήπτης ὁ θεός, μὴ γένοιτο, ἀλλ' ὡς δίκαιος καὶ δικαίων ἐραστὴς διὰ τῶν ἁγίων ἐνεργεῖ τὰ παράδοξα, οὐ μὴν διὰ τῶν ἁμαρτανόντων. 322 {3Jο 9, 34}3Ἄφρονες οἱ Ἰουδαῖοι τὸν μὲν θεὸν δοξάζεσθαι παρακελευόμενοι διὰ τὸ θαῦμα, τὸν δὲ τὸ τοῦ θεοῦ ἔργον ποιήσαντα κατακρίναντες. 323 {3Jο 9, 35}3Οὐχ ὡς ἀγνοῶν ἐρωτᾷ· ᾔδει γὰρ ὅτι ἐπίστευεν, ὅτι ἦν ἀγωνισάμενος κατὰ Ἰουδαίων, ἀλλὰ δεικνύς, ὅτι πάνυ ἥδεται τῷ πιστεῦσαι αὐτόν, διδάσκει, ὅτι ὁ πιστεύων εἰς αὐτὸν τὸν Ἰησοῦν οὐχ ὡς εἰς ἄνθρωπον ἕνα τῶν καθ' ἡμᾶς πιστεύει, ἀλλ' ὡς εἰς θεὸν ἐνανθρωπήσαντα· πλῆρες γὰρ οὕτω τὸ ἐπὶ Χριστῷ μυστήριον. 324 {3Jο 9, 39}3Ἀντὶ τοῦ εἰς μείζονα κόλασιν· οἱ γὰρ καταδικάσαντες αὐτὸν ὡς ἁμαρτωλὸν αὐτοί εἰσιν ὡς ἁμαρτωλοὶ κατακριθέντες. 325 {3Jο 10, 1}3Κλέπτης ἐστὶν ὁ ἐκ βίας τὴν μὴ δοθεῖσαν αὐτῷ τιμὴν ὑφαρπάζων, ἣν οὐ δύναται λαβεῖν, εἰ μὴ ὁ εἰς Χριστὸν πιστεύων ἤτοι κλέπτης ἐστὶν ὁ μὴ τῇ νενομισμένῃ ἀπὸ τῶν γραφῶν χρώμενος διδασκαλίᾳ, ἀλλὰ δι' ἑτέρας μὴ νενομισμένης ἐρχόμενος. διὸ καὶ εἶπε τὸ ἀλλαχόθεν, ἵνα καὶ τοὺς γραμματεῖς σημαίνῃ τοὺς διδάσκοντας «τὰ ἐντάλματα τῶν ἀνθρώπων» καὶ παραβαίνοντας τὸν νόμον. 326 {3Jο 10, 1}3Ὅταν ἀκούσωσιν οἱ πιστοὶ παρὰ τῶν ὀρθῶν διδασκάλων τὰ θεῖα διδάγ ματα τῶν γραφῶν, ὥσπερ τινὰ τροφὴν δέχονται, ὅσοι δὲ πλάνον καλοῦσι τὸνΧριστόν, τῆς τῶν προβάτων ἐκβέβληνται τάξεως. 327 {3Jο 10, 4}3Ἔθος ἐχόντων τῶν ποιμένων ὀπίσω τῶν προβάτων περιπατεῖν, ἔμπρο σθεν τῶν προβάτων οὗτος περιπατεῖ δεικνύς, ὅτι αὐτὸς
About this text
Ammonius of Alexandria, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Ammonius of Alexandria’s Fragmenta in Joannem — new OET from PG 85 Greek.
Witnesses
- Copy-text PG 85 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.